Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Φαρισαῖον καὶ τὴν πόρνην

Ἰωάννης ὁ Χρυσόστομος

Η παρουσία του Χριστού στο δείπνο και η έμπρακτη μετάνοια της αμαρτωλής

Η θεία συγκατάβαση στην οικία του Φαρισαίου, οι εσωτερικοί λογισμοί της γυναίκας και η σιωπηλή εξομολόγησή της μέσω της νίψεως των ποδών του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ταύτας ἀναπτύξαντες κατατρυφήσωμεν τῆς κατ᾽ αὐτὴν ἱστορίας, ὥσπερ οὖν κατετρύφησεν αὕτη τοῦ Χριστοῦ. Ἠρώτησέ τις τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ᾽ αὐτοῦ. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου, ἀνεκλίθη.

Τίς εἶδε βασιλέα παρὰ στρατιώτου καλούμενον; τίς εἶδε δεσπότην παρὰ δούλου τρεφόμενον; τίς εἶδε τοσοῦτον ὕψος εἰς τοσαύτην ταπεινότητα κατερχόμενον; Ὢ τῆς ὑπερβαλλούσης ἐκπλήξεως! ὢ τῆς θείας συγκαταβάσεως!

Οὐκ εἶπε πρὸς τὸν καλέσαντα Φαρισαῖον· Σὺ καλεῖς ἐπ᾽ ἄριστον ἐμὲ, τὸν καλοῦντα πάντας ἀνθρώπους εἰς τὸ οὐράνιον ἄριστον; σὺ καλεῖς ἐπ᾽ ἄριστον ἐμὲ τὸν πέντε ἄρτοις δῆμον ὁλόκληρον κορέσαντα; σὺ καλεῖς ἐπ᾽ ἄριστον ἐμὲ τὸν διδόντα τροφὴν πάσῃ σαρκί; Οὐκ εἶπε τούτων οὐδὲν ὁ Σωτήρ· ἀλλὰ σιγῇ καθίσας εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. ᾜδει γὰρ ποῖον ἄριστον ἔμελλεν ἀριστᾷν· ᾔδει πῶς ἤμελλε προστρέχειν αὐτῷ ἡ πόρνη, καὶ σώζεσθαι· καὶ τὸ βλέμμα πανταχοῦ περιέπεμπε, τὴν θήραν περισκοπῶν, καὶ μονονουχὶ πρὸς τοὺς ἀνακειμένους βοῶν. Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ἔχετε μετ᾽ ὀλίγον κατιδεῖν· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, τὴν σωτηρίαν τῆς μελλούσης προσιέναι μοι γυναικός. Ἡ ἐμὴ γὰρ τροφὴ, ἡ τῶν ἀνθρώπων ἐπιστροφή· ἡ ἐμὴ τροφὴ, ἡ τῶν ἐμῶν δούλων ζωή· ἡ ἐμὴ εὐωχία, τῶν ἁμαρτωλῶν ἡ μεταμέλεια· ἡ ἐμὴ τέρψις, τῶν κατακρίτων ἡ λύσις· ἡ ἐμὴ ἑστίασις, τῶν αἰχμαλώτων ἡ λύτρωσις. Ταῦτα τοῦ Σωτῆρος ἐπὶ τῆς στιβάδος λαλοῦντος τῷ βλέμματι καὶ τῷ σχήματι, Ἰδοὺ, φησὶ, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Συνέδραμε τῷ σκοπῷ τοῦ οὐρανίου βασιλέως ἡ ἄγρα· ὁ θηρατὴς εὐτρεπὴς ἀνεκέκλιτο, καὶ τὸ θήραμα πρὸς τὸν θηρατὴν κατηπείγετο. Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Δύο χαλεπὰ κακίας γνωρίσματα.

Εἰπὲ ἡμῖν, εὐαγγελιστὰ, τὴν προσηγορίαν αὐτῆς, γράψον τὸ ὄνομα τῆς γυναικὸς, μάθωμεν πῶς ὠνομάζετο. Προσηγορίαν εἶχε τὴν ἁμαρτίαν, καὶ τὸ ὄνομα τὸ πονήρευμα. Αὕτη ἰδοῦσα, ὅτι ἀνέκειτο ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου ὁ Ἰησοῦς, εἶπεν ἐν ἑαυτῇ· Ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ βρύων φιλανθρωπίαν, καὶ πηγάζων οἰκτιρμούς· ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ λαλῶν καὶ διδοὺς ἰάσεις, καὶ φθεγγόμενος θεραπείας· ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ παρὰ τῶν ἀγγέλων ὑμνούμενος, καὶ τοῖς ἀνθρώποις ἐνδιαιτώμενος, ὡς εἷς ἐξ αὐτῶν· ἔνδον ἐστὶν ὁ Χριστὸς ὁ τῷ Πατρὶ σύνθρονος, καὶ τῷ Φαρισαίῳ ὁμοῤῥόφιος· ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ τρέφων ἅπαντας τῇ θεότητι, καὶ τρεφόμενος τῇ ἀνθρωπότητι· ἔνδον ἐστὶν ὁ Χριστὸς, καὶ Φαρισαϊκῆς τραπέζης ἀνέχεται, ὁ πᾶσαν τράπεζαν πληρῶν παντὸς ἀγαθοῦ· καὶ ὅλως κατηξίωσεν εἰς τὴν τοῦ Φαρισαίου σκηνὴν εἰσελθεῖν· ὅλως ἠνέσχετο συνεστιαθῆναι τῷ ἁμαρτωλῷ ὁ ἀναμάρτητος. Χρηστὰς ἔχω περὶ τῶν ἐμῶν κακῶν ἐλπίδας. Ὁ γὰρ περὶ τὸν Φαρισαῖον τοιοῦτος φανεὶς, πάντως ἔσται καὶ περὶ ἐμὲ χρηστὸς καὶ φιλάνθρωπος.

Εὗρον, ὡς ἠβουλόμην, τὸ κοινὸν ἱλαστήριον, εὗρον τὸν εὑρίσκοντα τοὺς ζητοῦντας αὐτὸν, εὗρον τὸν ἐπιζητοῦντα τοὺς ποθοῦντας αὐτὸν, εὗρον τὸν ἐπιτρέχοντα τοῖς ἐπιτρέχουσι καὶ προαπαντῶντα τοῖς προσιοῦσιν αὐτῷ, εὗρον συναγωνιζόμενόν μοι καὶ τὸν καιρὸν καὶ τὸν τόπον.

Εἰσέλθω πρὸς τὴν καθαρὰν πηγὴν ἡ βεβορβορωμένη τῇ ἡδυπαθείᾳ· μὴ διαμένω ἐῤῥυπωμένη, τοιαύτης φανείσης πηγῆς· λούσομαι δωρεὰν ἑαυτήν· οὕτω γὰρ βούλεται ἡ πηγή. Εἰσέλθω πρὸς τὸ ἀΐδιον φῶς, ἡ καὶ ταῖς ἡμέραις ὡς νυξὶ κεχρημένη· ἴδω τὸ οὐράνιον φῶς ἐν φωτί· εἰσέλθω πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης, ἡ τῆς ἀδικίας τὸν ζόφον ἐπαγομένη. Τίς γὰρ φωτὶ προσομιλῶν οὐ μεταλαμβάνει φωτός; Εἰσέλθω πρὸς τὸν βασιλέα τῶν οὐρανῶν, τὸν δι᾽ ἐμὲ πρὸς ἐμὲ παραγενόμενον, καὶ τοῦτον καταλαμβάνοντα τὸν οἶκον, καὶ πάλαι τὴν ἐμὴν, ὡς ἔοικε, περιμένοντα πρόοδον· εἰσέλθω πρὸς τὸν οὐράνιον ἰατρὸν, ἡ παρὰ πάντων ἀπεγνωσμένη· εἰσέλθω πρὸς τὸν οὐράνιον ἰατρὸν, ἡ ἐν ὑγιείᾳ νοσοῦσα· οὕτω γάρ με ἰδὼν, δύναται τοῖς ἐμοῖς πάθεσιν ἐπιθεῖναι φάρμακον, πᾶσαν ὀδύνην κοιμίσαι δυνάμενον. Ὑποδείξω τῷ εἰδότι τὰ ἕλκη, καὶ λαβῶ τὸ φάρμακον, Εἰσέλθω πρὸς τὴν μόνην ζωὴν, ἡ διὰ τῆς φαυλοτάτης ζωῆς ἐμαυτὴν ἀποσχοινίσασα τῆς ζωῆς· εἰσέλθω πρὸς τὸν φιλάνθρωπον δικαστὴν ἡ κατάκριτος. Πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως λύσω τὰς εὐθύνας, πρὸ τῆς φοβερᾶς κρίσεως διαφύγω τὴν κρίσιν, πρὸ τοῦ φρικτοῦ βήματος ὑποκλέψω τὰς μάστιγας· πρὶν ἴδω τὸν Χριστὸν δικαστικῶς ἀποφαινόμενον, ἴδω φιλανθρώπως διαλεγόμενον· πρὶν φοβηθῶ κολάζοντα, κολακεύσω παρόντα.

Οὐ πρώτη τὴν πρὸς αὐτὸν ὁμιλίαν τολμῶ· ἤδη καὶ ἄλλη, ὡς ἤκουσα, γυνὴ Σαμαρεῖτις, ἐν νόμῳ παράνομος, συνέτυχεν ἐπὶ τῆς πηγῆς τῇ πηγῇ, καὶ ἀπῆλθε θεογνωσίαν ἀντλήσασα.

Καὶ πάλιν ἑτέρα τις γυνὴ τῶν Χαναναίων γένους, τοῦ καταράτου καὶ δουλικοῦ σπέρματος ἐλεύθερον βλάστημα, ἐν ἐντυχίᾳ εἰσελθοῦσα κατὰ δαίμονος τυραννοῦντος αὐτῆς τὴν μονογενῆ, ἀνέστρεψε λαβοῦσα τὴν ἐξουσίαν κατὰ τοῦ δαίμονος, καὶ γέγονεν ἡ μήτηρ τῇ θυγατρὶ ἰατρὸς, καὶ ὁ δαίμων ὁ ἀπηνὴς οὗτος καὶ βάρβαρος οὐκ ἐτόλμησεν οὐκέτι πλησιάσαι τῇ κόρῃ, φοβηθεὶς τῆς τοῦ Χριστοῦ φωνῆς τὸ διάταγμα.

Μιμήσωμαι τοίνυν κἀγὼ ταύτην, καὶ γένωμαι παρὰ τὸν πάντα χαριζόμενον καὶ δυνάμενον καὶ ἑλόμενον· χρήσωμαι τῇ συνηθείᾳ τῆς ἀναιδείας πρὸς τὸ ἐμοὶ συμφέρον· ἐπισταθῶ τῷ Σωτῆρι ἑστιωμένῳ αὐτόκλητος, καθάπερ πόλιν ὑπὸ πολλῶν εὐωχουμένων ἔχουσα μορφήν· λύσω τὰς κόμας, καὶ θρηνήσω τὴν ἐμαυτῆς ἀθλιότητα· χαλάσω τὰ πολύπλοκα δίκτυα, ἵνα θηράσω τὸν ἔλεον ἀφειδῶς χορηγοῦντα· κλαύσω καλῶς ἅπαξ, ἡ γελάσασα πολλάκις κακῶς· κλαύσω νῦν ἐπὶ τοῦ φιλανθρώπου κριτοῦ, ἵνα μὴ κλαύσω τὸ τελευταῖον ἀνόνητα· θρηνήσω νῦν ὀλίγον, ἵνα μὴ θρηνήσω τότε πολλά· κατακλύσω τοῦ Χριστοῦ τοὺς πόδας τοῖς δάκρυσιν, ἵνα μοι ἀποκλύσῃ τὰς ἐμὰς ἀνομίας τοῖς ῥήμασιν· ἀπομάξω τοῖς πλοκάμοις τὰ δάκρυα, ἵνα προσγένηταί τις ἐκ τούτου καὶ τούτοις ἁγιασμός· καταφιλήσω τὰ ἄχραντα ἴχνη, ἅπερ καὶ τὸ πέλαγος κατεφίλησεν, ἵνα τοῖς σώφροσι φιλήμασιν ἀποπτύσω τὸν ἐκ τῶν ἀσελγῶν φιλημάτων ἰόν· περιπτύξομαι τὰ θεῖα μέλη, τὰ παρθενικὰ, τὰ ἐκ παρθένου, ἵνα τοῖς ἐμοῖς μέλεσι τοῖς κατακρίτοις ἐξ ἐκείνων τῶν ἁγίων μελῶν ἐποχετεύσω δικαιοσύνης σταγόνα τινά. Ἐπικαμφθήσεται πρὸς ταῦτα ὁ εὔσπλαγχνος· ἐλεήσει προσπίπτουσαν, ἢν ἁμαρτάνουσαν οὐκ ἐκόλασεν· ἐλεήσει γονυπετοῦσαν, ἣν ἄτακτα χορεύουσαν εὐεργετῶν διετέλεσεν· ἐλεήσει σωθῆναι βουλομένην, ἣν ἀπολλυμένην εὑρὼν ἔφερε πράως.

Οὐ φέρει δάκρυα γνήσια παριδεῖν, οὐ δύναται καὶ περὶ ἐμὲ μὴ φανῆναι, ὅπερ πέφυκεν, εὔσπλαγχνος· μεγάλα δύναται παρ᾽ αὐτῷ ἐκ τοῦ βάθους τῆς ψυχῆς ἀνερχόμενος στεναγμός· μεγάλην παῤῥησίαν ἔχει πρὸς αὐτὸν ἡ μετάνοια· λαλήσει πάντως καὶ πρὸς ἐμὲ ἥμερόν τι καὶ γαληνὸν, καὶ πρέπον αὐτοῦ τῇ θεότητι. Ταῦτα ἐμελέτησεν ἡ σοφὴ, ταῦτα ἔπραξεν ἡ πιστή. Καὶ τῷ γυναικείῳ περιβολαίῳ στολισαμένη, παρθενικῶς, ἀλλ᾽ οὐ πορνικῶς, καὶ οὕτω κρύψασα πᾶσαν αὐτῆς τὴν μορφὴν τὴν πρὸ τούτου πᾶσι προκειμένην, ὡς ἐν θεάτρῳ, καὶ περισκοπήσασα πανταχόθεν ἀσφαλῶς, ἵνα μή τι σχῆμα πορνικὸν συνεισέλθῃ αὐτῇ πρὸς τὸν Κύριον κατηγοροῦν αὐτὴν, εἰσέδραμεν εἰς τὸ τοῦ Φαρισαίου δωμάτιον, καὶ τοῖς δεσποτικοῖς παραστᾶσα ποσὶν, ἐπλήρου τὴν προμελετηθεῖσαν βουλήν.

Κομίσασα γὰρ, φησὶν, ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω, κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ, λαλοῦσα τῇ σιωπῇ, καὶ βοῶσα τῇ σιγῇ, καὶ φθεγγομένη τῇ ψυχῇ πρὸς τὸν εἰδότα ψυχῶν ὀδυνωμένων ἀκούειν, καὶ μὴ φθεγγομένων στομάτων, τοιαύτην ἱκεσίαν, ὡς εἰκὸς, τοῖς δάκρυσι γράφουσα· Ἐῤῥίφθην ὡς πρόβατον ἀπολωλός· ἀλλ᾽ ἐπέγνων σε Δεσπότην, τὸν ἐμὸν ποιμένα καὶ Κύριον· ἐγενόμην θηριάλωτος βουληθεῖσα, ἀλλ᾽ ἔλαβον αἴσθησιν ἐκφυγεῖν τῶν πικρῶν δηγμάτων τοῦ λύκου· ἐναυάγησα πολλάκις ἐθέλουσα, ἀλλ᾽ ἐσώθην ἐκ τοῦ ναυαγίου, κρατήσασα τὴν σὴν παρουσίαν, ὡς ἄγκυραν. Ἀλλ᾽ οὐκ ἔχω παῤῥησίαν· ἀπαῤῥησίαστος γὰρ ἅπας ἁμαρτωλός· οὐκ ἔχω δικαιολογίαν οὐδεμίαν· ἀδικαιολόγητος γὰρ ἅπας ἁμαρτωλὸς καὶ παράνομος· οὐκ ἔχω φωνήν· ἄφωνος γὰρ ἅπας κατάκριτος· τὸ πονηρὸν συνειδὸς ἐμφράττει μου τὸ στόμα, ὃ διέφθειρεν ὁ διεφθαρμένος μου βίος· ἄγχει τὴν γλῶσσαν ὁ κατήγορος πλοῦτος διαπαντὸς ἔσωθέν μου βοῶν, Ἐναπόκλεισόν σου τὸν λόγον τοῖς χείλεσι· στόμα ἁμαρτωλῶν πρὸς πρεσβείαν ἀπαῤῥησίαστον, καὶ γλῶσσα κατάκριτος πρὸς ἱκεσίαν ἀνάρμοστος, καὶ λόγος κίβδηλος πρὸς αἴτησιν οὐκ εὐπρόσωπος.

Σιγῶσα διδάσκω τὰ κατ᾽ ἐμὲ σὲ τὸν ἐπιστάμενον πάντα· τῇ ὄψει λαλῶ, βοῶ τῇ μορφῇ, τοῖς ὀφθαλμοῖς κηρύττω τὰς ἀνομίας, τοῖς δάκρυσιν ἐξαγορεύω τὰ πλημμελήματα, τοῖς στεναγμοῖς ἐξαγγέλλω σε τὸν μόνον κρύπτεσθαι μὴ δυνάμενον. Ὡς αἰχμάλωτος μετὰ πάντων τῶν ἐμῶν ὅπλων ὑποπίπτω σοι, τῷ βασιλεῖ τῶν οὐρανῶν· καὶ πάντα μου τὰ μέλη, δι᾽ ὧν ἐστρατευσάμην κατὰ σοῦ, μᾶλλον δὲ καθ᾽ ἑαυτῆς, σοὶ προσφέρω, φιλάνθρωπε.

Ἐλέησον τὴν κεφαλὴν ταύτην, Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ἐλέησον τὰς τρίχας ταύτας, ἃς ἔπλασας· ἐλέησον τοὺς ὀφθαλμοὺς τούτους, οὓς ἐδημιούργησας· ἐλέησον τὸν πηλὸν τοῦτον, ὃν αὐτὸς μὲν εἰς κάλλος ἐμόρφωσας, ἐγὼ δὲ τῷ κόσμῳ κατεχρησάμην εἰς ἀκοσμίαν ἄμορφον· ἐλέησον τὴν εἰκόνα τὴν σὴν, εἰς ἣν ὁ πολέμιος ἔπαιξεν, ὡς ἠθέλησεν· ἐλέησον τὴν στήλην τὴν σὴν, ἣν ὡς ἀδέσποτον ὁ σὸς ἐχθρὸς περιέσυρε· δέξαι ὡς λῦτρα καὶ δάκρυα, καὶ λῦσον ὡς ἀγαθὸς τὰ ἐγκλήματα· θέλησον μόνον, καὶ λέλυμαι· νεῦσον μόνον, καὶ λελύτρωμαι· πρόσταξον, καὶ τὸ ποθούμενον ἤνυσται. Ὃ γὰρ σὺ θέλεις, πρᾶξις· καὶ ὁ λόγος ὁ σὸς ἔργον ἐστί. Λάβω τὴν ἐλευθερίαν ἐκ τῶν ἀχράντων ποδῶν σου, ὡς ἔκλεψεν ἐκ τῶν σῶν κρασπέδων τὴν ἴασιν ἡ αἱμοῤῥοοῦσα, σοῦ τοῦτο κλαπῆναι θελήσαντος· γένωμαι διήγημα τοῖς μετ᾽ ἐμὲ τῆς σῆς φιλανθρωπίας κἀγώ. Παράπεμψον ἐμὲ, καὶ τὰ κατ᾽ ἐμὲ ταῖς ὑστέραις γενεαῖς καλὸν ὑπόμνημα τῶν σῶν οἰκτιρμῶν· λεγέτωσαν ἅπαντες ὅτι πόρνη ποτὲ παράνομος καὶ κατάκριτος, προσελθοῦσα τῷ Ἰησοῦ, ἐδικαιώθη παρ᾽ αὐτοῦ· καὶ καθορῶντες ἅπαντες σὺν ἐμοὶ προσιέτωσαν, καὶ τὰς σὰς ἁρπαζέτωσαν δωρεάς.

Κριτὰ δίκαιε καὶ φιλάνθρωπε, καὶ τοῖς κατακρίτοις διὰ πολλὴν φιλανθρωπίαν συναναστρεφόμενος, ὧδέ σοι προσῆλθον, ὡς κριτῇ, ὧδέ μοι τὴν συγχώρησιν ὑπαγόρευσον· μὴ θριαμβεύσῃς τὰς ἐμὰς ἁμαρτίας ἐπὶ πάσης τῆς κτίσεως, μὴ δημοσιεύσῃς τὰς ἀνομίας μου ἐν τῷ μέλλοντι κριτηρίῳ· μὴ πέμψῃς με τῷ αἰωνίῳ πυρὶ, τῷ ὕλην κεκτημένῳ τὴν τῶν ῥᾳθύμων ζωήν. Ἰησοῦ Χριστὲ, Υἱὲ τῆς Παρθένου Μαρίας, καὶ δημιουργὲ τῆς Παρθένου, διὰ τὴν Παρθένον, καὶ μητέρα σὴν, καὶ πάλιν παρθένον, ἀνάκτησαι διὰ τὴν ἁγίαν ἐκείνην ἐμὲ τὴν ἐναγῆ, καὶ ποίησον εὐαγῆ. Ἐκ γυναικὸς ἐτέχθης καὶ σὺ, ὡς σὺ μόνος ἐπίστασαι, καὶ γινώσκεις τὴν τῶν ἀνθρώπων ἀσθένειαν.