Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)
Ο Έλεγχος τής Αποστασίας καί η Πρώτη Αγάπη τού Ισραήλ
Ο Θεός υπενθυμίζει τήν αρχική αφοσίωση τού λαού καί ελέγχει τήν απομάκρυνση, τήν ειδωλολατρία καί τή μάταιη αναζήτηση ξένων συμμαχιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο Έλεγχος τής Αποστασίας καί η Πρώτη Αγάπη τού Ισραήλ
Ο Θεός υπενθυμίζει τήν αρχική αφοσίωση τού λαού καί ελέγχει τήν απομάκρυνση, τήν ειδωλολατρία καί τή μάταιη αναζήτηση ξένων συμμαχιών.
Οὔτε γὰρ ἂν ἐπήγαγεν εὐθέως, ὥστε μὴ ἀνελεῖν τὸν ἐκ τῆς μετανοίας καρπόν· οὔτε ἀπέστη· ὥστε μὴ ἐκλῦσαι τὸν φόβον. Ὁρᾷς οὖν ἕκαστον μεμετρημένον, καὶ ἐξ ἐναντίων τὸ φάρμακον συγκείμενον, οἷόν ἐστι ἐπὶ τῶν ἰατρῶν. Τί γὰρ ἔδει μὴ ἐπαγαγεῖν; ἀλλὰ ῥᾳθυμότεροι ἐγένοντο ἄν. Ἀλλ᾽ ἐπαγαγεῖν; ἀλλ᾽ οὐδὲν ἂν ἐκέρδανον. Διὸ καὶ ἀφίστησι, καὶ μηχανᾶται πιστὰ εἶναι διὰ τῆς ὄψεως, κατασείων τὴν διάνοιαν αὐτῶν, καὶ τὸ ἔμψυχον τοῦ λόγου δεικνύς.
Διότι ἰδοὺ ἐγὼ συγκαλῶ. Τῶν βασιλέων τὸν πόλεμον δηλοῖ ἐνταῦθα, τὸν τῶν Βαβυλωνίων. Οὐχ ἕνα βασιλέα, ἢ δεύτερον, ἀλλὰ πάντας. Ὅρα πῶς ἐφίστησιν αὐτοὺς τοὺς βασιλεῖς, ὡς οὐδὲ πολέμου καὶ μάχης οὔσης, ἀλλ᾽ ὡς ἐπὶ προκειμένην ἡκόντων ἁρπαγὴν, ὡς ἐπὶ δούλους ἑτοίμους, ὡς ἐπὶ ἁλόντας καὶ χειρουμένους. Δύο ἐνταῦθα γίνεται· ὥστε μηδὲ τούτους νομίσαι, ἐκείνους εἶναι τοὺς ἰσχυροὺς, καὶ πείθοντας, [ἴσ. ἀλλὰ πειθομένους] ὅτι ὁ Θεὸς πάντα ἄγει καὶ φέρει· ἵνα [uidetur leg. κἀκείνους ἵνα] μὴ νομίσαντες, πάλιν αὐτόματον πόλεμον καὶ πολιορκίαν δηλοῦν, θήσωσι τοὺς θρόνους αὐτῶν οὐχ ὡς πολεμοῦντες, ἀλλ᾽ ὡς ἀναπαυόμενοι.
Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως. Μετὰ κρίσεώς μου διαλεχθήσομαι πρὸς αὐτοὺς, καὶ ἐλέγξας αὐτοὺς ἐπὶ τῇ παρανομίᾳ, οὕτως αὐτοὺς τιμωρήσομαι. Τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Οὐδὲ λέγω ἕτερον, ἀλλ᾽ ὅτι ἀλλότριον· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ᾽ ὅτι προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. Οὐδὲν οὕτως ἀνάξιον Θεοῦ, ὡς τὸ γενέσθαι· μάλιστα μὲν καὶ τὸ γενέσθαι, πολλῷ δὲ πλέον τὸ παρὰ ἀνθρώπων.
Καὶ σὺ περίζωσαι. Σύμπραξόν μοι, συνέργησόν μοι. Τί ἐστι τὸ περίζωσαι; καθάπερ γὰρ ἰατρὸς μαθητῇ ἐπιτάττων πρὸς ἔργον μέγα· οὐ γὰρ ψιλὰ ἦν ῥήματα, οὐδὲ ἅπαξ εἰπεῖν ἔδει, οὐδὲ βραχεῖ χρόνῳ, τουτέστιν, Ἀνδρεῖος γενοῦ· παράταξίς σοι, μάχη καὶ πόλεμος οὐχ ὁ τυχών.
Καὶ ἀνάστηθι. Οὐχ ὅτι ἐκάθητο· (πῶς γὰρ, τοιαῦτα ὁρῶν, καὶ τοιαῦτα ἀκούων;)· ἀλλὰ, Διέγειρον σαυτὸν, πρόσεχε τοῖς λεγομένοις, διπλῆς σοι δεῖ τῆς προσοχῆς, πρός τε τὰ παρ᾽ ἐμοῦ λεγόμενα, πρός τε τὸ ἐκείνοις διαπορθμεῦσαι.
Ἐνταῦθα μὲν νηπτικῶς, ἐκεῖ δὲ ἀνδρικῶς. Καὶ πολεμήσωσί σε. Ὥστε ἐξ ὧν πάσχεις, βλάπτειν μᾶλλον τοὺς ποιοῦντας, ἢ αὐτόν σέ τι ὑπομένειν ἄτοπον.
ΚΕΦΑΛ. Βʹ. Ἐμνήσθην ἐλέους νεότητός σου. Τὰς εὐεργεσίας αὐτῶν λέγει, οὐχὶ αὐτῶν ἐγκώμια. Ἐπειδὴ γὰρ εἶπε τὴν τιμωρίαν, ἵνα δείξῃ, ὅτι δικαίαν ταύτην ἐπάγει, λέγει ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, Ἐμνήσθην ἐλέους νεότητός σου, τουτέστι τοῦ ἐλέους· οὗπερ ἀπεδειξάμην πρὸς σὲ νέαν οὖσαν ἐμνήσθην. Καθάπερ γὰρ ἡμεῖς περὶ τὰ παιδία μικρὰ ὄντα πολλὴν ἔχομεν φιλοστοργίαν, ὅτε οὔπω παροξύνουσιν ἡμᾶς· οὕτω καὶ ὁ Θεὸς ἐν ἀρχῇ, καὶ ἐν προοιμίοις ὅτε ἀπὸ τῆς αὐτοῦ χάριτος ἔσωσε μόνης αὐτοὺς, καὶ οὐκ ἀπῄτει τὰ παρ᾽ ἑαυτῶν.
Πλὴν ἔλεον ἐπιδείκνυται, ἄλλ᾽ ὅμως εἰς λήθην αὐτὸν ἐποίησας ἐμπεσεῖν μετὰ ταῦτα. Τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ. Τουτέστιν, Ἐν τούτῳ ἔλεον ἐπεδειξάμην, ἐν τῷ ποιῆσαι ἐξακολουθῆσαί μοι, ἐν τῷ προηγεῖσθαί σου, ἐν τῷ ἀπιέναι καὶ προετοιμάζειν καταγώγια ἐν γῇ μὴ σπορίμῃ· οὐχ ἁπλῶς ἐν ἐρήμῳ, οὐχ ὑπὸ ἀνθρώπων καταλελειμμένῃ, ἀλλὰ μηδέποτε δεξαμένῃ καρπόν· ἐκεῖ ἠκολούθεις μοι. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Τουτέστιν, Ἐκεῖ σου προηγούμην, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τῷ ἅγιόν σε ποιῆσαι, καὶ ἅγιον ἐμοί. Μέγα μὲν γὰρ καὶ ἅγιον εἶναι, ὅταν δὲ καὶ Θεοῦ ἅγιος εἶ, ἐννόησόν μοι.
Ἐντεῦθεν ἡ ἀρχὴ τῶν λόγων τοῦ προφήτου τῶν πρὸς τὸν λαόν· ὡς γὰρ κρινόμενος πρὸς αὐτοὺς ἀπομιμνήσκει τῆς ἰδίας εὐεργεσίας πείθων τὸν προφήτην, ὡς οὐκ ἀδίκως ἐκφέρει κατ᾽ αὐτῶν τὴν ψῆφον. Λέγει τοίνυν, ὅτι Ἄνωθεν πολλῆς τῆς παρ᾽ ἐμοῦ κηδεμονίας ἀπήλαυσας. Νεότητα δὲ λέγει τὴν ἐν Αἰγύπτῳ διατριβὴν τοῦ λαοῦ, ὡς τότε ἐκλεγέντων παρὰ Θεοῦ. Τὸ δὲ, ἀγάπης τελειώσεώς σου, ἀντὶ τοῦ, Τελείως σε ἠγάπησα, πᾶσαν πρόνοιάν σοι νείμας· καὶ ἡ ἀπόδειξις ἀπὸ τοῦ ἐπαγομένου· Ἐν τῷ, φησὶν, ἐξακολουθῆσαί σε τῷ Ἁγίῳ Ἰσραήλ. Ἀντὶ τοῦ· Ἡνίκα ἐδεήθης μου πάσχων πάνδεινα ἐν Αἰγύπτῳ, καὶ ἐξήγαγόν σε καὶ ἡγούμην ὑποδεικνὺς τὴν ὁδὸν ἐν τῇ ἐρήμῳ. Καὶ παρεῖχόν σοι ἄφθονον τῶν ἀναγκαίων τὴν χρείαν ἐν ἐρημίᾳ ἀτριβεῖ. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Τουτέστιν, ἀφωρισμένος τῷ Θεῷ. Οὕτω γὰρ λέγει καὶ ὁ Μωσῆς· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ.
Ἀπαρχὴ γεννημάτων αὐτοῦ. Τουτέστι τῶν ἀνθρώπων ἁπάντων, τῆς οἰκουμένης ἁπάσης, καίτοι καὶ οἱ ἄλλοι αὐτοῦ. Ὅπερ οὖν λέγεται πρωτότοκος, οὐ διὰ τὸ πρῶτος γενέσθαι, οὐ διὰ φύσιν· ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἡ πρωτοτοκία ποιεῖ τὴν ἀγάπην· ἐνταῦθα δὲ ἡ ἀγάπη ἐποίησε πρωτότοκον εἶναι.
Τουτέστιν ἡ ἀπαρχὴ τῷ Θεῷ οἰκεία, καὶ οὐ δύναται ἄλλως γενέσθαι. Οὕτω καὶ ὁ Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν γενόμενος. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι κακὰ ἐπ᾽ αὐτοῖς. Οὐ μικρὸν καὶ τοῦτο δῶρον τὸ ποιοῦν τοὺς ἐχθροὺς ἀπόλλυσθαι τοὺς αὐτοῦ. Ὡς γὰρ ἁμαρτάνει ὁ τῶν ἀπαρχῶν γευόμενος, οὕτως καὶ ὁ εἰς σὲ πλημμελῶν.
Διὰ τοῦτο πάλαι καὶ τὸν Φαραὼ ἐτιμωρησάμην, καὶ πάντας τοὺς ἐπανισταμένους· τὰ γὰρ παλαιὰ διηγεῖται. Τὸ δὲ, ἐσθίοντες, ἀντὶ τοῦ, φαγόντες, καὶ τὸ, πλημμελοῦσι, ἀντὶ τοῦ, ἐπλημμέλησαν. Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ.
Ὁ θαῤῥῶν τοῖς ἑαυτοῦ δικαιώμασι, οὐ παραιτεῖται πολλοὺς εἶναι τοὺς ἀκροατάς. Ἀλλὰ καὶ σπουδάζει πανταχοῦ λαμπρὸν ἔχειν τὸ θέατρον, ὅπερ καὶ ὁ Θεὸς ποιεῖ, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄψυχα καλῶν, καὶ αἱρούμενος καὶ ἐπὶ τῶν ἔξω δικαστηρίων δικάζεσθαι. Ὁ βουλόμενος ἀκουέτω, διὰ τὸ περιφανὲς τῶν δικαίων· ὡς ὅγε ὑποπτεύων ἀεὶ παραιτεῖται τοὺς δικαστάς.
Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τί λέγεις; μετὰ τοσαύτην ἀπειλὴν, μετὰ τοσαῦτον φόβον ἀπολογῇ; Ναὶ, φησί. Τοιοῦτος γὰρ ὁ ἐρῶν· οὐκ ἀνέχεται μέχρι πολλοῦ φορτικὰ φθέγγεσθαι πρὸς τὸν ἐρώμενον· ἀλλὰ βαρέα [ἄλλ. ἀβαρέα] καὶ ἐντρεπτικὰ αὐτοῦ, μᾶλλον ἀλγῶν ἐπὶ τοῖς ἐκείνου κακοῖς. Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τί τοῦτο; τοὺς πατέρας προσάγεις πρὸς τούτους ἔχων τὸν λόγον; ἵνα δείξῃ, ὅτι τούτους οὐ δι᾽ ἐκείνους εὐεργέτησεν, ἀλλὰ δι᾽ αὐτοὺς, ὃ μᾶλλον αὐτοὺς ὑπευθύνους ποιεῖ τῇ κολάσει.
Ὅτι ἀπέστησαν μακρὰν ἀπ᾽ ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων. Ὁρᾷς τὴν κατηγορίαν; οὐχ ἁπλῶς ἀπέστησαν, ἀλλὰ μακράν· πολὺ γὰρ ὄντως μακρὰν, ἀπὸ τῆς θείας φύσεως ἐκείνης ἐπὶ λίθους ἐλθεῖν. Οὕτω μακρὰν ὁδὸν ἑκάτερα ταῦτα τὰ πράγματά [ἄλλ. πέρατά] ἐστιν.
Καὶ ἐματαιώθησαν. Τουτέστιν· Οὐδὲν εὗρον, καὶ οὐδὲ οὕτως ἀνέστησαν, οὐδὲ μετενόησαν. Πολὺ μῖσος τὸν εὐεργετοῦντα ἀποστρέφεσθαι, καὶ τοὺς βλάπτοντας αἱρεῖσθαι. Καὶ οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; Οὐ μόνον οὐχ εὑρόντες εἶπον, καίτοι γε ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ὠθούμενοι· τὰ γὰρ ἀγαθὰ παρόντα μὲν καταφρονεῖσθαι εἴωθεν· ὅταν δὲ ἀποστῇ, τότε μάλιστα ἐπιζητεῖται. Ἐνταῦθα δὲ οὐχ οὕτως, καίτοι γε ἔχοντες ἱκανὰ μνημόσυνα τῆς εὐεργεσίας αὐτοῦ.
Ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Αὕτη δευτέρα εὐεργεσία, τὸ ὁδηγηθῆναι. Καὶ τίνος ἕνεκεν ἐκεῖθεν ἀνέφερεν; Ἵνα μὴ πάλιν τὴν Αἴγυπτον ζητήσωσι, τὸν πόλεμον ἰδόντες. Εἰ γὰρ μακρὰν αὐτοὺς περιέτρεψε, καὶ μνησθῆναι ἐκείνης ἔπεισε, πολλῷ μᾶλλον τότε νεαρῶν ὄντων τῶν δεινῶν, καὶ τῆς ἀπαλλαγῆς, καὶ τῆς μνήμης αὐτοῖς μενούσης. Ταυτὸν γὰρ ἐποίει Θεὸς, οἷον ἂν εἴ τις καμάτῳ πολλῷ εἰς ὑγείαν τινὰ προαγαγὼν, καὶ μηχανῆς δέοιτο πρὸς τὸ πεῖσαι ἑλέσθαι τὰ συμφέροντα.
Εἰρηνικῶς τὰς οἰκείας εὐεργεσίας, αὐτὸν ἐκεῖνον μάρτυρα τῶν λεγομένων παράγει. Ἀκολούθως δὲ πάντα λέγει τῷ ἀνωτέρῳ λεχθέντι. Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον. Καὶ ταῦτα εὐεργεσία μεγίστη, τοὺς πτωχοὺς, τοὺς γυμνοὺς εἰς τὰ ἀλλότρια εἰσήγαγον ἀγαθὰ, οὐ ποιήσαντας οὐδὲ ἐνεργήσαντας. Ἀλλ᾽ ἐπὶ τράπεζαν ἤγαγον ἕτοιμον. Οὐχὶ ὡδήγησα μόνον, ἀλλὰ καὶ λιμένα παρέσχον, καὶ τὴν ἀνάπαυσιν. Τί ταύτης τῆς φιλοφροσύνης ἴσον; ἀγαθὰ δὲ Καρμήλου, τὸν πλοῦτον λέγει τὸν πολύν.
Ἀπὸ τοῦ τόπου τὴν γῆν τῆς ἐπαγγελίας λέγει. Ὁ δὲ Κάρμηλος ἦν πίονα γῆν ἔχων, καὶ γενναίους φέρων τοὺς καρπούς. Καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου. Τούτοις ἠμείψασθε τὸν εὐεργέτην, ἀφ᾽ ὧν εὖ ποιῆσαι ἔδει, ἀπὸ τούτων ὑβρίσατε· δι᾽ ὧν εὖ ἐπάθετε, διὰ τούτων ἐκακοποιήσατε, καὶ τὴν χάριν αὐτὴν ἀνετρέψατε.
Ὅρα πῶς οἰκειοῦται τὸν τόπον, ἵνα δείξῃ μείζω τὰ ἁμαρτήματα. Ἐγὼ μὲν ὑμᾶς ἐνταῦθα ἀνέπαυσα εἰσαγαγὼν, ὑμεῖς δὲ τοὐναντίον ἐποιήσατε. Οἱ ἱερεῖς οὐκ εἶπαν. Οὓς μάλιστα ἔδει καὶ ἑτέρων εἶναι καθηγητάς.
Ὅρα ἀπὸ τῆς κεφαλῆς τὰ κακά. Τουτέστιν οἱ Γραμματεῖς, οἱ διδάσκαλοι οὐκ ᾔδεσάν με. Ἐνταῦθα τὸν βίον λέγει τὸν ἀκάθαρτον. Εἰ γὰρ μηδὲν ἐκείνων ἦν, εἰ γὰρ μὴ ἐξήγαγον ἐξ Αἰγύπτου, ἱερεῖς ἦσαν, ἔδει τὸν νόμον φιλοσοφεῖν; τιμηθέντας ἀρχῇ παρ᾽ ἐμοῦ. Καὶ οἱ προφῆται. Τοὺς ψευδοπροφήτας φησὶν ἐνταῦθα. Οἱ ἱερεῖς οὐκ εἶπον περὶ τῶν τὰς λειτουργίας ἐκπληρούντων λέγει. Καὶ οἱ ἀντεχόμενοι· περὶ τοῦ ἀρχιερέως λέγει, ὃς καθηγεῖται τοῦ λαοῦ.
Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς. Καὶ μὴν οὐκ ἔδει κρίσεως, ἀλλ᾽ ἀποφάσεως, ἀλλὰ καταδίκης. Ἢ τοῦτο βούλεται εἰπεῖν, ὅτι Οὐ πάντα εἶπον, ἀλλ᾽ ἔχω καὶ ἕτερά τινα εἰπεῖν· ἔτι ἔχω κριθῆναι· ἢ ὅτι Ὑμεῖς με ἠναγκάσατε δικάσασθαι πρὸς ὑμᾶς.
Καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Οὐκοῦν τούτους οὐ κολάζεις; Ναὶ, φησί. Τὴν ὑπερβολὴν λέγει, ὅτι Καὶ ἔτι κρίνομαι, καὶ οὔπω ὄντων τῶν δικαιωμάτων, οὐ παραιτοῦμαι, καὶ πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς ὑμῶν κριθῆναι, καὶ λόγον δοῦναι ὑμῖν κἀκείνοις. Μὴ γὰρ δὴ νομίσητε ἀπὸ τῶν προτέρων ἐγκλημάτων ἐκείνους με καταδικάζειν, καὶ πρὸς ἐκείνους κρίνομαι, οὐ παραιτούμενος πρὸς πάντας κρίνεσθαι.
Ἐπειδὴ ἔμελλον λέγειν ὡς Οὐδὲν πρὸς ἡμᾶς, εἰ οἱ πατέρες ἥμαρτον, οὐδὲ δίκαιον ὑπὲρ τῶν ἑτέρων πλημμελημάτων δίκην δοῦναι· βουλόμενος δεῖξαι, ὅτι οὐκ ἐλάττους καὶ οὗτοι τῶν προγόνων, φησίν· Οὐ πρὸς ἐκείνους κριθήσομαι μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς, καὶ οὐ πρὸς ὑμᾶς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐκγόνους· ἵνα τὸ μέγεθος τῆς αὐτοῦ φιλανθρωπίας παραστήσῃ, ὅτι ἐπὶ τοσοῦτον ἐνέγκας τοὺς ἁμαρτάνον· τὰς οὐκ ἔπεισε μεταβάλλεσθαι τὴν γνώμην.
Διέλθετε εἰς νήσους Χεττιείμ. Καὶ αὐτοὶ παραγίνεσθε, καὶ δι᾽ ἄλλων μάθετε, οὐ κωλύω. Οὐδὲν εὐηργέτηκα, οὐδὲν πεποίηκα. Πατρικῶς ὑμῖν εἰμι Θεός. Μιμήσασθε τὰ ἔθνη, οἳ τοὺς αὑτῶν οὐκ ἀφιᾶσι, καὶ ποτὲ μὲν ὄνον, καὶ βοῦν, Εἶτα ὁ πρὸς αὐτοὺς ἔλεγχος ἀπὸ παραδείγματος· ὅτι Διέλθετε εἰς νήσους Χεττιείμ. Ἱστορίαν τοιαύτην φησὶν ἐνταῦθα. Χεττιεὶμ, τινὲς ἔφασαν Κυπρίους, τινὲς δὲ Χίους· Κηδὰρ δὲ ὄνομα πόλεως Σαρακηνῶν.
Φασὶ δὲ ἐν μὲν τῇ Χίῳ πολυομβρίας εἶναι· ἐπιλείπειν δὲ ὑετὸν Σαρακηνοῖς. Ὡς οὖν εὐφορούσης τῆς γῆς ἐκ τοῦ ὑετοῦ, νομίζοντες οἱ τὴν Κηδὰρ οἰκοῦντες, ὡς ὅτι περ κατὰ προστασίαν τοῦ αὐτόθι Θεοῦ ὁ ὑετὸς γίνεται, τὸν ἑαυτῶν θεὸν, κατὰ μέν τινας ἐκ χρυσίου κατεσκευασμένον, κατὰ δέ τινας καὶ ἀπὸ μαργαρίτου, ἀνεκόμισαν πρὸς τοὺς Χίους, ξύλινον ἔχοντας θεὸν ἢ ὀστράκινον, ὥς τινές φασιν ἀνταλλάξασθαι βουλόμενοι. Οἱ δὲ οὐ πρὸς τὸ πολύτιμον τῆς ὕλης ἀφορῶντες, ὅλως δὲ τιμῶντες τὸν ἑαυτῶν θεὸν, οὐκ ἠλλάξαντο. Τοῦτο οὖν φησιν, ὅτι Τὰ μὲν λοιπὰ ἔθνη, τοσοῦτον τὸ σέβας ἔχουσι εἰς τὸν οἰκεῖον θεὸν, ὥστε οὐδὲ τιμίας ὕλης ἀλλάξασθαι ἐλάττονα διδόντα· ὁ δὲ λαός μου τοσαύτης τῆς παρ᾽ ἐμοῦ κηδεμονίας ἀπολαύσας καὶ δόξης τετυχηκὼς, ὥστε καὶ παρὰ πᾶσιν ᾄδεσθαι τὰ εἰς αὐτὸν γεγενημένα θαύματα, ἐν οὐδενὸς θέμενος μέρει, τὴν μεγαλουργίαν ἐπὶ τὴν τῶν εἰδώλων ἧκε θεραπείαν, καὶ ταῦτα κέρδος ἔχων οὐδέν.
Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν. Ὅτι αὐτοὺς οὐκ ἀφιᾶσιν οὕτως εὐσυνειδήτως ἔχουσι πρὸς τὴν ἁμαρτίαν. Ὁρᾷς τὰ παραδείγματα καὶ ἐξ ἁμαρτημάτων γινόμενα; Τὸ [τοῦτο] γὰρ δεινὸν, ἀλλ᾽ ὅμως ἐπειδὴ ἔλαχον, καὶ ἔχουσιν. Οὐ τοῦτο προτρέπων λέγει, ἀλλὰ καὶ τούτους ἐντρέψαι βουλόμενος. Οὐκ ἀποδεχόμενος αὐτοὺς οὐδὲ θαυμάζων. Μὴ γένοιτο.
Ἐκεῖνοι καὶ ἐπὶ βλάβῃ παραμένουσι τοῖς οἰκείοις· ὑμεῖς δὲ ἐπὶ βλάβῃ μεταπηδᾶτε τοῦ οἰκείου Δεσπότου. Ἐκεῖνοι κἂν δεινόν τι δεήσῃ, οὐκ ἂν ἕλοιντο ἀφεῖναι τοὺς αὑτῶν· ὑμεῖς δὲ ὠφελούμενοι, οὐκ ἂν ἕλοισθε παραμεῖναι.
Ἐξέστη ὁ οὐρανὸς καὶ ἔφριξεν ἡ γῆ. Ἐπὶ γὰρ τῶν ἀτόπων καὶ τὰ ἄψυχα λέγομεν ἐξίστασθαι ὑπερβολικῶς· τοσαύτη ἡ κακία, ὡς μὴ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ἀναίσθητα ἐκπλῆξαι, πάντα ὑπερβαίνει λόγον, πᾶσαν διανοίας δύναμιν τὸ ἁμάρτημα.
Λέγει Κύριος. Τοῦτο πανταχοῦ λέγει, ἵνα μὴ νομίζῃ τις, τοῦ προφήτου τὴν κατηγορίαν εἶναι. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου. Πάλιν ἑαυτοῦ καλεῖ λαὸν, ὑπὸ τοῦ πόθου ἔτι καὶ τοῦ φίλτρου· ἐλεοῦντός ἐστιν, οὐχὶ κατηγοροῦντος ταῦτα, ταλανίζοντος, οὐκ ἐπεμβαίνοντος.
Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς. Οὐ λέγω διὰ φιλίαν, διὰ γοῦν τὴν ζωὴν τὴν αὐτῶν· πάντα γὰρ αὐτοῖς παρέσχον τὰ ἀγαθὰ, τὸ διειδὲς τῆς διδασκαλίας, καὶ τὸ καθαρὸν καὶ ἀθόλωτον, τὸ ἀένναον. Ὄντως γὰρ τοῦτό ἐστιν ὁ Θεὸς πηγὴ ζωῆς, πάντα ἀνέβλυζεν ἐνταῦθα τὰ ἀγαθὰ, ταύτην τὴν πηγὴν οὐκ αὐτοὶ ἐποίησαν, ἀλλ᾽ αὐτόματος, ἥντινα ἀφέντες, τίνα εἵλοντο;
Καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Οὐδὲ παρ᾽ ἑτέρων λαβόντες δοῦναι, ἐρήμους, γυμνοὺς, καὶ κενοὺς ἀγαθῶν, ἐν δίψει εἵλοντο εἶναι διηνεκῶς, μάτην ἐπόνησαν· εἰκότως οὐδὲν ἔχουσιν οἴκοθεν ἀγαθὸν, ἀλλ᾽ οὐδὲ παρ᾽ ἑτέρου λαβόντες, οὐδ᾽ ἂν ἐθέλωσι δύνανται, οὐδ᾽ ἂν ἐπιχέῃ τις κατέχουσιν ἀγαθόν τι.
Μὴ δοῦλός ἐστιν Ἰσραὴλ, ἢ οἰκογενής ἐστιν; Εἶπεν ὅτι οὐ δύνανται οἱ λάκκοι· λέγει λοιπὸν τὴν ἀπόδειξιν· πόθεν γὰρ ἄλλοθεν δοῦλοι γεγόνασιν, οὐχὶ ἀπὸ τούτων; Οὐκ ἔνι εἰπεῖν, ὅτι ῥήματά ἐστι ταῦτα, μονονουχὶ ἀπολογεῖται ὅτι αὐτοὶ ἑαυτοῖς αἴτιοι. Οὐ γὰρ δὴ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ἀλλ᾽ ἑαυτῷ τὴν δουλείαν ἐπεσπάσατο.
Μὴ ὡς δούλου κατεφρόνουν; Οὐχ ὡς υἱοῦ προενόησα; Ἢ οἰκογενής ἐστιν Ἰακώβ; Ἢ οὐχὶ καὶ τὸν προπάτορα διὰ τιμῆς ἤγαγον, ὥστε καὶ μετὰ θάνατον αὐτὸν τιμᾷν τῇ μνήμῃ; Τουτέστιν· Ἐγὼ μὲν ἄνωθεν ἐν υἱοῦ τάξει αὐτὸν ἐκτησάμην, αὐτὸς δὲ εὐκαταφρόνητον ἑαυτὸν πεποίηκεν· διὰ τοῦτο καὶ τοῖς ἐχθροῖς ὑποχείριος γέγονεν.
Καὶ υἱοὶ Μέμφεως, καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιζόν σου. Μονονουχὶ ἀποδυρομένου ἐστί· Πόθεν σοι ταῦτα γέγονεν; Ἀνακαλουμένου αὐτοὺς, Καὶ κατέπαιξάν σου. Ὃ μάλιστα τῶν συμφορῶν τοὺς ἀνθρώπους δάκνειν εἴωθεν, τὸ ἔγνωσάν σε, καθάπερ τινὶ κόρῃ εὐγενίδι ῥιφείσῃ, καὶ ἐμπαροινήσαντες κατέπαιξάν σου.
Περὶ Αἰγυπτίων λέγει. Τινὲς δὲ τὸ, ἔγνωσαν, ποιμανοῦσιν, ἔφασαν, μεταφορᾷ χρησάμενοι, καὶ τὸ, κατέπαιξαν ἐπήγαγεν, ἵνα τῶν κακούντων τὴν κακίαν σημάνῃ. Οὐχὶ ταῦτα ἐποίησέ σοι, τὸ καταλιπεῖν ἐμέ; Ὁρᾷς ὅτι οὐκ ἐμοῦ ἕνεκεν ταῦτα λέγω, ἀλλὰ τῶν σῶν. Πόθεν γοῦν [γὰρ] ταῦτα γεγένηται; πόθεν ἔρημοι αἱ πόλεις; πόθεν οἱ λέοντες ἐπεισέβησαν; πόθεν ἐκεῖνοι κατέπαιξαν; Εἰ μὴ ἐμὲ ἐγκατέλιπες, τὸν διαγαγόντα σε ἐν τῇ ἐρήμῳ, καὶ παρασκευάσαντα ἀσινῆ παρελθεῖν.
Καὶ νῦν τί σοι ἐν τῇ ὁδῷ Αἰγύπτου, τοῦ ποιεῖν ὕδωρ Γηρῶν; Τοῦτο πάντες ἐγκαλοῦσι, καὶ κατηγοροῦσι καθ᾽ ὑμῶν, ὅτι παρέντες τὸν Θεὸν ἐγκαλεῖν εἰς συμμαχίαν, τοὺς ἐχθροὺς καὶ ἐπιβουλεύοντας αὐτοῖς ἐπεσπῶντο, καὶ αὐτοὺς ἔσχον φίλους. Ζηλότυπός ἐστιν ὁ Θεὸς, καὶ ἀγανακτεῖ πλέον μάλιστα, ὅταν μὴ αὐτοῦ χρείαν ἔχωμεν, εἰς ἀνάγκην καθίστησιν, ὥστε χρείαν ἔχειν αὐτοῦ διὰ παντός· οὕτως ἡμῶν ἐρᾷ σφόδρα καὶ ἐπιθυμεῖ παρέχειν. Κἂν ἕτερος δῷ τὴν χάριν, ἀγανακτεῖ, καὶ δοθεῖσαν ἀνατρέπει, καὶ οὐκ ἀφίησιν εἰς ἔργον ἐλθεῖν.
Οὐκ ἀνέχῃ τῶν ῥημάτων, ἀνέξῃ τῶν πραγμάτων. Μέμφεται αὐτοὺς, ὅτι ἐν κρείττοσιν ὄντες, τὰ ἐλάττονα ἐπιζητοῦσι· τὸ γὰρ Γηὼν, Σιὼρ ἔχει ὁ Ἑβραῖος, ὅπερ ἑρμηνεύεται διώρυξ. Ἐπειδὴ γὰρ καὶ ἐν τῷ νόμῳ ὁ μακάριος Μωϋσῆς παραθέσει τῆς πρὸς Αἰγυπτίους ἐπῄνεσε τὴν τῆς Παλαιστίνης γῆν, ὡς οὐκ ἀναμένουσαν συναγωγὴν ὕδατος ὥστε πολυχειρίᾳ τὴν γῆν ὡς κῆπον ἀρδεύειν, ἀλλ᾽ ἄνωθεν μὲν ἐκ τοῦ οὐρανοῦ φέρεται τὸ ὕδωρ, οὐ διὰ χειρὸς ἀνθρωπίνης, τοῦ Θεοῦ δεικνύντος τὴν περὶ τὴν γῆν πρόνοιαν, ἐκείνων μέμνηται, ὀνειδίζων αὐτούς.
Ταῦτα δέ φησιν, ὡς πολλάκις μὲν Αἰγυπτίων ἐπικαλεσαμένων, καὶ Ἀσσυρίων τὴν βοήθειαν, καὶ νῦν δὲ ὡς τοῦ Ἰωακεὶμ μεγάλα ἐπὶ τῷ Αἰγυπτίῳ φρονοῦντος, καὶ ὡς οὐδὲν πείσεται ὑπὸ τοῦ Βαβυλωνίου τῇ ἐκείνου συμμαχίᾳ, ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν. Ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον. Γηὼν γὰρ τὸν Νεῖλον καλεῖ.
Παιδεύσει σε ἡ ἀποστασία σου. Ἱκανὸν γὰρ εἰς παιδείαν τὸ ἔξω τοῦ Θεοῦ γενέσθαι. Λέγει Κύριος. Οὐκ ἐμὰ τὰ ῥήματα, οὐκ ἀνθρωπίνη ἡ ἀπόφασις· ἔτι Θεὸν αὐτῆς ἑαυτὸν καλεῖ. Καὶ οὐκ εὐδόκησα ἐπὶ σοί. Οὐδέποτε, τουτέστιν ἀνεπαυσάμην.
Ὅτι ἀπ᾽ αἰῶνος συνέτριψας τὸν ζυγόν σου. Οὐδὲ ἔλυσαν, ἀλλὰ συνέτριψαν. Εἶπας· Οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνόν· ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου. Ὅρα ἀφανίζοντα [ἄλλ. ἀφηνιάζοντα] καὶ σκιρτῶντα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.