Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Ο Θρήνος τού Ιερεμία καί οι Απαγορεύσεις εν Όψει τής Καταστροφής

Η έντονη θλίψη τού προφήτη γιά τή διακονία του, οι θείες απαγορεύσεις γάμου καί συμμετοχής σέ πένθος, καί η προαναγγελία τής διπλής ανταπόδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 28

Ἕως εἶχεν ἐλπίδας ὁ προφήτης, τοῦ τὸν Θεὸν πεῖσαι, οὐδὲν ἐπωδύρετο τοιοῦτον· ἐπεὶ δὲ εἶδεν ἀπεγνωσμένα τὰ πράγματα στενοχωρηθεὶς ταῦτά φησιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἀπεῤῥιμμένος, μηδεμίαν ἔχων ἰσχύν· ὡς τίνα οὖν με ἔτεκες, μέλλοντα πρὸς πᾶσαν ἵστασθαι τὴν οἰκουμένην; Τῶν γὰρ ψευδοπροφητῶν τἀναντία λεγόντων, τούτου κελευομένου τἀναντία λέγειν, ἀμφισβητήσεις, καὶ μάχαι καθημεριναί. *Οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς.

Ἀποδυσπετεῖ ὁ προφήτης τὰ πάνδεινα πάσχων παρὰ Ἰουδαίων. Τί, φησὶν, ἐτικτόμην ἑκάστοτε πρὸς τοὺς παρανόμους μαχόμενος, καὶ δικαζόμενος πρὸς αὐτοὺς, καὶ ἐλέγχων αὐτῶν τὰ κακὰ, ἀνὴρ ἐν εἰρήνῃ διάγειν βουλόμενος, καὶ οὔτε ὀφλήσας πώποτέ τινι, οὔτε χρεώστην ἐσχηκώς;

Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Τουτέστιν, ἔκαμον ὑπ᾽ αὐτῶν ὀνειδιζόμενος, καὶ μυρίαις λοιδορίαις βαλλόμενος. Καὶ μὴν, ὃ πάσας συνίστησι τὰς μάχας, τοῦτο παρ᾽ ἐμοὶ οὐκ ἔστιν· καθαρός εἰμι δανεισμάτων.

Τοῖς αἰτιωμένοις, φησὶ, τοῖς ὑβρίζουσι, τοῖς σκώπτουσι, τοῖς ἐπαρωμένοις. Οὐ γάρ ἐστι τῆς τυχούσης ψυχῆς ταῦτα φέρειν, ὥσπερ οὐδὲ ὁ Ἰὼβ, οὐ πρότερον ἐκινήθη, πρὶν ἢ ταῦτα γενέσθαι. Γένοιτο, Δέσποτα, κατευθυνόντων αὐτῶν.

Τί ἐστι; φησί. Τὸ γὰρ μάλιστα αὐτὸν ἐκλυποῦν [ἄλλ. ὀδυνῶν], τοῦτο ἦν, ὅτι οὐδὲν συνῄδει τῶν γινομένων ἑαυτῷ. Τουτέστιν, εἰ δικαίως ἐπαρῶνται, κύρωσον αὐτῶν τὰ ῥήματα. Εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν.

Οὐ λέγω, Εἰ κατεῖπον, φησὶν, ἀλλ᾽ εἰ μὴ ὑπὲρ αὐτῶν μελλόντων κολάζεσθαι παρέστην. Καὶ μὴ μόνον εἰς τοῦτο ἀκουσθεῖεν, εἰς τὸ ἐμὲ τιμωρηθῆναι, ἀλλὰ καὶ εἰς τὸ αὐτοὺς τυχεῖν τῶν ἀγαθῶν. Γένοιτο ἀληθῆ τὰ τῆς ἀρᾶς αὐτῶν, γένοιτο αὐτοῖς ἀληθῆ τὰ ἀγαθά *Τουτέστιν, εἰ μὴ συμμαρτυρεῖς, ὅτι ἡνίκα ἀναγγέλλειν αὐτοῖς τῶν πολεμίων τὴν ἔφοδον ἔλεγες, εἱστήκειν προσευχόμενος ὑπὲρ αὐτῶν, ἀγαθὰ ὑπὲρ αὐτῶν αἰτῶν.

Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλκοῦ ἡ ἰσχύς σου; Τουτέστιν, ἄνευ σιδήρου τὰ τείχη ἔχει, καὶ εἰ ἱμάτιον χαλκοῦν, οὐδὲ ἐπιγνώσεται [ἴσ. καὶ εἰ σιδήρου τὰ τ. ἔχ. καὶ εἰ ἱμ. χαλκοῦν οὐδὲ ἐπιγνωσθήσεται], ὅτι αὐτὸ τοῦτό ἐστι σιδηροῦν. Τοιαῦτα ὑποστήσονται. *Τουτέστι, περιφράξω σε τῇ ἐμαυτοῦ βοηθείᾳ, καθάπερ σιδηρέῳ ἢ χαλκέῳ ἐνδύματι. Σιδήρεον μὲν ἔνδυμα λέγει, τὸν ἁλυσιδωτὸν χιτῶνα· χάλκεον δὲ, τὸ καταφρακτόν. Ὥσπερ οὖν οἱ ταῦτα ἐνδεδυμένοι πάσης εἰσὶν ἐκτὸς βλάβης τοῦ βέλους, οὐ καθικνουμένου· οὕτως οὐδὲ σὺ τὶ πείσῃ παρ᾽ αὐτῶν. Τινὲς δὲ περὶ τοῦ λαοῦ, ὅτι οὐδὲ οὕτω φραξάμενοι σώζονται. *Ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω.

Ὡς πρὸς τὸν λαὸν, ἀντὶ τοῦ, διὰ τὰ κακὰ αὐτῶν αἰχμαλώτους ἐργάσομαι. Εἴρηται δὲ ὡς παρὰ τοῦ προφήτου ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τὸν λαόν. Κύριε, μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν.

Ἀρκεῖ γὰρ τὰ παρελθόντα. Ἂν δὲ καὶ ταῦτα προσθῇς, τίς προσέξει; λοιπὸν ἐπάγαγε τὸ τέλος Οὐ γάρ ἐστι διόρθωσις. Ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με. Γνῶθι ὡς. Ἔτι τῆς αὐτῆς ἔχεται εὐχῆς καὶ προφητείας ὁ προφήτης. Δοκεῖ δὲ πάλιν ἀφιλόσοφος οὗτος ὁ λόγος εἶναι· ἀλλ᾽ ἴδωμεν εἰ τῆς ἀσθενείας τῆς προφητικῆς, ἢ ἑτέρου τινός. Πρῶτον μὲν οὐκ ἀξιοῖ αὐτοὺς ἀναιρεθῆναι τέως, ἀλλ᾽ αὐτόν τι μηδὲν παθεῖν δεινόν.

Ἴδωμεν πότερον δι᾽ ἑαυτὸν, ἢ διὰ τὸν τοῦ Θεοῦ λόγον. Τέως φησὶν, Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με. Ὑπὲρ τῶν ἀθετούντων τοὺς λόγους σου, συντέλεσον αὐτούς. Ὁρᾷς πῶς οὐκ εἶπεν· Ἔσομαι ἐγώ. Ἀλλ᾽ ὑπὲρ τοῦ λόγου δέδοικεν, ὑπὲρ τῆς προφητείας τρέμει, μὴ μῦθος αὐτοῖς εἶναι νομίζηται, καὶ διαπιστῆται. Ὁ λόγος ἀεὶ εἰς εὐφροσύνην ἔσται μοι. Οὐδείς με ἀπατεῶνα, οὐδὲ εἴρωνα νομίσει λοιπόν. Ὅτι γὰρ αὐτὰ [ἄλλ. αὐτὸ] ἑαυτοῦ σκοπεῖ, δῆλον ἐκ τῶν προτέρων ἱκεσιῶν, καὶ τῆς τοῦ Θεοῦ παραμυθίας, ἣν οὐκ ἂν ἐποιήσατο πρὸς αὐτὸν, εἰ μὴ σφοδρῶς αὐτὸν ᾔδει ἀντεχόμενον. Εἰ δὲ καὶ κατ᾽ αὐτὸν ποιεῖται τὴν δέησιν, καὶ τοῦτο θαυμαστόν [ἴσ. οὐ θαυμ.]· τότε μεθιστάμενος, ὅτε καὶ ὁ Θεός. *Τέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾽ ἐμοί.

Τουτέστι, ψεύδεσθαί με τὴν τιμωρίαν. Ὥστε φανῆναί με ἀληθεύοντα, καὶ δίκαιον προφήτην ὄντα, ἐπειδὴ τὸ σὸν ὄνομα ἐπικαλούμενόν με, οὐδὲ δυνατὸν διαψεύσασθαι. Ὁρᾷς πάλιν ὑπὲρ τοῦ ὀνόματος δεδοικότα; Προφήτης καλοῦμαι. Ἵνα μὴ ἡ δόξα σού τι πάθῃ, ἔπαθον ἐγὼ μυρία. Οὐδὲν ὤνησα, ἀλλὰ τοὐναντίον· ἑτέρως μεταχείρισαι.

Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾽. Ὁρᾷς ὅτι καὶ τοῦτο λέγει, ὅτι Ὅσα ἔδει γενέσθαι παρ᾽ ἐμοῦ, γέγονεν. Οὐκ ἐκοινώνησα αὐτοῖς ὑβριζόμενος, οὐκ ἀπέστην [ἴσ. ἐπέστην]. Τί δεῖ γενέσθαι λοιπόν; διὰ τὸν φόβον τὸν σὸν πάντα ὑπέμεινα, καὶ γέγονεν οὐδέν.

Καταμόνας ἐκαθήμην. Οὐδένα κοινωνὸν εἶχον τῶν λεγομένων. Πάντες ἠπίστουν· ἀλλ᾽ ὅμως οὐδέν με τούτων παρέτρεψεν· οὐδὲν ἐνελείφθη τῶν παρ᾽ ἐμοῦ. Ἵνα τί οἱ λυποῦντες κατισχύσουσί μου; Τίνος ἕνεκεν, φησὶ, συγχωρεῖς αὐτοῖς; τί τὸ πλέον; μὴ γὰρ ἡ ὠφέλεια γίνεται αὐτῶν; τί τὸ λοιπόν;

Ἡ πληγή μου. Τῆς ψυχῆς δηλονότι. *Ἡ πληγή μου στερεὰ, πόθεν ἰαθήσομαι; Τουτέστιν, οὗτοι ἐχθραίνουσι, καὶ τὰ τῶν πολεμίων διαπράττονται. Τὴν ἔκβασιν τῶν ἐμῶν λόγων οὐχ ὁρῶ. Οὐδαμόθεν ἔχω παραμυθίαν. *Γινομένη ἐγενήθη μοι, ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν.

Τουτέστιν, ἡ προφητεία. Ἵνα εἴπῃ, ἐνομίσθη ψεύδεσθαι. Καὶ καθάπερ τὸ ὕδωρ στάσιν οὐκ ἔχει, οὕτως οὐδὲ τοῖς ἐμοῖς λόγοις ἀλήθειαν προσεῖναι νομίζουσι. Καθάπερ ὕδωρ παραῤῥεῖ, καὶ οὐχ ἕστηκεν, οὐδὲ μένει, οὕτω καὶ τὰ ἐμὰ ῥήματα νῦν ἐνταῦθα φαίνεται, νῦν ἐκεῖ. Καὶ μεταπηδᾷ, καὶ οὐκ ἔχει πίστιν. Ἢ εἰ μὴ τοῦτο, Τὰ δεινὰ οὕτως ἐπάλληλα, φησὶν, ἦν, ὥσπερ ὕδωρ ἐπαίρει, καὶ οὐ διέλιπεν.

Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· πρὸ προσώπου μου στήσῃ. Τουτέστι, Προσῆκόν σε πρὸς ἐμὲ ἀφορᾷν, μὴ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· καὶ πρὸ προσώπου μου στήσῃ.

Ἐπειδὴ ἀπέστραπτο λοιπὸν τὴν προφητείαν· ἐπειδὴ πέρας λοιπὸν ἔχειν ἐνόμιζε τὸ πρᾶγμα· Μεταβαλοῦ, φησὶ, τῆς προαιρέσεως ταύτης, καὶ ὅρα ἐὰν σὺ ἐπιστρέψῃς, πρότερον τὰ παρὰ τοῦ προφήτου ζητεῖν. Ἔτι ἐλπίς ἐστι κερδηθῆναί τινας. Μὴ πρόσεχέ μου τοῖς ῥήμασι τοῖς ἀπόγνωσιν ἔχουσιν.

Ἀπειλῆς ἕνεκεν ταῦτα λέγω καὶ φόβου· εἰσὶ τίμιοί τινες. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, τούτοις, φησὶ, πρὸ προσώπου μου στήσῃ. Οὐ μικρὸν ἀξίωμα, ἀλλ᾽ ἀγγελικὸν ἢ τιμήν· ἢ ἀσφάλειαν ἐπαγγέλλεται τὸ πρόσωπόν μου.

Καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ. Ποῖαι λοιπὸν ταύτης ἴσαι ἀρεταί; παράβαλε ταύτῃ ὅσα βούλει· μὴ γὰρ δὴ τὸν ἐξάγοντα ἴδῃς, ἀλλὰ κἂν μὴ ἐξαγάγῃ, τὸ αὑτοῦ ἐποίησεν. *Τουτέστιν, Εἰ δὲ ἀναμένων τοῖς συνεχέσι λόγοις μεταβάλλῃς τινὰ, ἔσῃ μιμούμενος ἐμὲ, ὃς μακροθυμίᾳ τῶν ἀνθρώπων τὸ γένος ἄγειν ἐπὶ τὸ κρεῖττον σπουδάζω.

Καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀποστρέψεις πρὸς αὐτούς. Περιττὰ γὰρ ἦν τὰ τῆς τιμῆς ἐπαγγελλόμενα, εἰ μὴ καὶ τὴν ἐνταῦθα ἀσφάλειαν ὑπέσχετο· τουτέστιν, Αὐτοὶ ἥξουσιν πρὸς σὲ, σὺ δὲ οὐκ εἴξεις αὐτοῖς· σοῦ δεηθήσονται, καὶ παρακαλέσουσί σε. *Τουτέστι, Στερεὸς ἐπὶ τῆς εὐσεβείας μεῖνον, ὥστε ἐκείνους ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν, ἀλλὰ μὴ αὐτόν σε ὑπὸ ὀλιγωρίας μεταβληθῆναι πρὸς τὴν ἐκείνων γνώμην. *Καὶ δώσω σε τῷ λαῷ τούτῳ τεῖχος χαλκοῦν ὀχυρὸν, καὶ τὰ ἑξῆς.

Τουτέστιν, Εἰ δὲ κακὰ διατιθέασιν, αὐτοὺς ἐπαμύνω, κρείττονά σε τῶν συμφορῶν ποιῶν.

ΚΕΦΑΛ. Ιϛʹ. Καὶ σὺ μὴ λάβῃς. Ἄξιον ὄντως θαυμάσαι, τίνος ἕνεκεν μὴ λαβεῖν κελεύει; Ὥστε μὴ ἐπὶ συμφορᾷ τεκεῖν. Ὅρα πῶς ἔτι νέος ἦν ὁ προφήτης, καὶ τοῦτο δὲ ὥστε πιστώσασθαι ἐκείνους περὶ τῶν μελλόντων δεινῶν. Οὐδεὶς γὰρ ἦν, ὃς ὁρῶν τὸν προφήτην μὴ γαμοῦντα, καὶ τὴν αἰτίαν μανθάνων, οὐκ ἂν ἐπίστευσεν.

Ἐν γὰρ ταῖς ἐπιούσαις θλίψεσι, φησὶ, τοῦ λαοῦ εὔζωνον δεῖ εἶναι, καὶ μὴ κατατρύχεσθαι εἰς γυναῖκα, καὶ τέκνα. Ὅτι τάδε λέγει Κύριος. Οὐ γὰρ δὴ περὶ υἱῶν καὶ θυγατέρων, ἀλλὰ περὶ πατέρων καὶ μητέρων, καὶ τῶν γεννησαμένων εἴρηται.

Διὸ καὶ μὴ γαμῆσαι παραινεῖ. Ἐν θανάτῳ. Πολλάκις τὰ αὐτὰ λέγει· καὶ οὐδὲ ἅπαξ ἀκούεται, οὐδὲ καθικνεῖται αὐτῶν καὶ τὸ ἄταφον, ὃ μάλιστα αὐτοὺς ἐλύπει, λιμὸς, θάνατος νοσερὸς, σφαγὴ, τὸ μὴ ταφῆναι, τὸ μετὰ αἰσχύνης ἀφειδοῦς, μηδὲ ἐλεουμένους· καὶ πρὸς τούτοις θηρίων γενέσθαι βορά· τίνα ταῦτα οὐκ ἂν ἔκαμψαν;

Τάδε λέγει Κύριος· Μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι, καὶ μὴ πενθήσῃς αὐτοὺς, ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὰ ἑξῆς. Ἐντομίδας ἐποίουν τὸ παλαιόν· ἐξ ἀρχῆς γὰρ ὁ διάβολος ἐσπούδασεν εἰς ἐσχάτην ἀμορφίαν καταστῆσαι τὸ ἔργον τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τὴν διάνοιαν ἐπῆρε, καὶ αὐτοῦ τοῦ σώματος τὸ κάλλος [videiur aliquid deesse· καταῤῥυπαίνει seu μολύνει, aut simile], ὁρᾷς πόσας ἐπινοεῖ μεθοδείας. Πρῶτον τῆς ἀσελγείας, φυκώματα καὶ ἐπιτρίμματα, καὶ ὅσα τοιαῦτά ἐστιν. Ἔπειτα τοῦ πένθους, ὥστε κατατέμνειν ἑαυτούς· ἑκάτερον δὲ πάθος ἔχει συμπαθητικὸν, ἐκεῖ μὲν οὖν πορνείαν, ἐνταῦθα δὲ ἀθυμίαν, τρίτον τῆς ἑορτῆς Ῥέας, ἔνθα καὶ μαλακοὺς, καὶ ἀποτόμους ἐργάζεται· οὐκέτι λοιπὸν εἰς ἀμορφίαν αὐτὸ καταστῆσαι σπεύδων, ἀλλὰ καὶ αὐτῆς τῆς διαδοχῆς τὴν ὑπόθεσιν ἀνελεῖν. Οὐδὲν γὰρ οὕτως ἐσπούδασεν, ὡς τὸ γένος ἀφανίσαι τὸ ἡμέτερον, καὶ τοῦ Θεοῦ κατηγορεῖν ὡς περιττά τινα πεποιηκότος· εἶτα μοιχείας, ἵνα ἀποπνίγωνται τὰ παιδία. *Τουτέστι, Μὴ εἰς συνέδριον αὐτῶν ἔλθῃς. Θίασον γὰρ καλεῖ τὴν καταφιλικὴν εὔοδον, ἢν ποιοῦνται, καὶ ἐν συμποσίοις, καὶ ἐπὶ πένθει, πρὸς παράκλησιν τοῦ πενθοῦντος.

Καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν. Δέον ὑμᾶς φοβηθέντας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὑμεῖς τοὐναντίον ἐποιήσατε· ἐπονηρεύσασθε γὰρ ὑπὲρ τοὺς πατέρας ὑμῶν· καὶ πῶς οὐκ ἄλογον, ἐκείνους μὲν ἁμαρτάνοντας μηδὲν παθεῖν, ἡμᾶς δὲ τιμωρηθῆναι; Οὐδαμῶς. Δώσουσι μὲν γὰρ κἀκεῖνοι δίκην, ἀλλ᾽ οὐ νῦν, ὑμεῖς δὲ καὶ νῦν· ὑμεῖς γὰρ κἀκείνων χείρους, τὴν μακροθυμίαν εἰς οὐδὲν χρησάμενοι δέον. Ὥσπερ γὰρ ἐπὶ ἑνὸς ἀνθρώπου, ὅταν τις ἁμάρτῃ, εἶτα μὴ τιμωρήσηται ὁ Θεὸς, οὐ διὰ τοῦτο ῥᾳθυμότερον αὐτὸν εἶναι χρὴ, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων. Ἥμαρτεν ἐκεῖνος, οὐκ ἐκολάσθη· μὴ ῥᾳθυμήσῃς σὺ ὡς οὐ δώσων δίκην· εἰ γὰρ μὴ ἤμελλεν ἐπὶ πάντων τὸ αὐτὸ ποιεῖν ὁ Θεὸς, θᾶττον ἂν ἅπαντες ἀπολώλαμεν· ἐμακροθύμησεν ἐπ᾽ ἐκείνῳ, αὐτόν τε εἰς μετάνοιαν ἄγων, καὶ σὲ βελτίω ποιῶν.

Καὶ ἀποῤῥίψω ὑμᾶς. Περὶ τῆς ἀπήνης [forte ἀπηνείας] λέγει τῶν ἀλλοτρίων θεῶν. Ἐκεῖνοι καὶ δουλεύοντας οὐ μὴ ἐλεήσωσιν· ἐμὲ ὑβρίζετε, καὶ ἠλέουν, ἵνα μάθητε ἀπὸ τῆς συγκρίσεως, τίς ἐγὼ, τίνες ἐκεῖνοι. Εἰ γάρ τις ἐξετάζει τὰς τιμωρίας, οὐχ ἧττον ἡ μακροθυμία ὠφελεῖ τοὺς φρονίμους.

Ζῇ Κύριος. Τίνος ἕνεκεν τὰ χρηστὰ προτίθησι; οὐχ ἵνα αὐτοὺς ἐκλύσῃ, ἀλλ᾽ ἵνα καὶ περὶ τῶν σκυθρωποτέρων πιστεύσωσι. Μᾶλλον δὲ μετὰ τὸ κατελθεῖν, ἵνα σχῶσί τινα καὶ τοῦ ἀνελθεῖν πίστιν. Ἀλλὰ ζῇ Κύριος, ὃς ἀνήγαγε.

Τίνος ἕνεκεν τοῦτο πρόσκειται; ἀξιοπιστίας ἕνεκεν. Εἰ γὰρ ἐκείνων τετρακόσια ἔτη πεποιηκότων ἠδυνήθη δοῦναι, πολλῷ μᾶλλον ὑμῖν· ἱκανὸν γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν ἐμβαλεῖν. *Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτοὺς, καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύσουσιν αὐτούς.

Λέγει μὲν περὶ Βαβυλωνίων, τουτέστι, Ναβουχοδονόσορ, καὶ τῶν αὐτοῦ στρατηγῶν. Ἁλιεῦσι δὲ καὶ θηρευταῖς παρέβαλεν, ἵνα εἴπῃ, Καὶ τοὺς κρυπτομένους ἀνιχνεύσας εἰς τιμωρίαν ἄξει. Λέγει γοῦν· Καὶ θηρεύσω αὐτοὺς ἐπάνω παντὸς ὄρους, καὶ ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν.

Ὁ γὰρ τὰ κρυφῆ γινομένα εἰδὼς, καὶ τοὺς λανθάνοντας παραδοῦναι δυνάμενος· καὶ μάλιστα ὅταν πολλοὶ ὦσιν οἱ θηρεύοντες. Τινὲς καὶ εἰς τοὺς ἀποστόλους τοῦτό φασιν, καὶ οὐ κωλύω· τέως δὲ ἱστορίας ἐχώμεθα· ὅταν γὰρ ὁ Θεὸς παραδῷ, οὐδεὶς οὐκέτι προστήσεται.

Καὶ ἀνταποδώσω. Τάχα πολλοὺς θορυβεῖ τὸ λεχθέν· εἴγε ἡμεῖς μὲν οὐ προσδοκῶμεν, οὐδὲ ἁπλῶς ἀπολήψεσθαι, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ θαῤῥοῦντες. Οὗτος δέ φησι, διπλᾶς. Καὶ ὁ Ἡσαΐας δὲ, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ἵνα γὰρ νομίσῃς ὅτι ἀπειλῆς τὸ λεχθὲν, ἐκεῖνος μαρτυρεῖ, ὅτι ἐγένετο. Τί οὖν; Ἄνθρωποι μὲν πρὸς τὴν ἀξίαν κολάζουσι τῶν ἁμαρτημάτων, ὁ δὲ Θεὸς καὶ ὑπὲρ τὴν ἀξίαν; Οὐκ ἔστιν· ἀλλὰ τί ἐστι; Διπλᾶ ἥμαρτον, διπλᾶ καὶ ἀπολήψονται. Ἢ διπλᾶ λέγει, τῷ μὴ τῶν ἀγαθῶν ὑστερεῖσθαι μόνον, ἀλλὰ καὶ μυρία ὑποστῆναι δεινά. Ἐπεὶ καὶ ἡμῖν ἡ κόλασις γίνεται διπλῆ, τῆς βασιλείας ἡ ἔκπτωσις, καὶ τῆς γεέννης ἡ πεῖρα· τούτων γὰρ ἕκαστον αὐτὸ καθ᾽ ἑαυτὸ μέγα καὶ ἀφόρητον δεινόν.

Πρὸς σὲ ἔθνη. Οἱ μὲν Ἰουδαῖοι, εὐσεβεῖς πατέρας ἔχοντες, εἰς ἀσέβειαν ἔκλιναν, οὗτοι δὲ τοὐναντίον. Τοῦτό φησιν ὁ προφήτης, κατηγορῶν τούτων, καὶ δεικνὺς ὅσον ἔσται κέρδος ἐκ τῆς τιμωρίας αὐτῶν ἑτέροις, ἅμα καὶ κνίζων τοὺς Ἰουδαίους· Οἱ πλησίον ἀτιμάζουσί σε, οἱ δὲ μακρὰν ἥξουσι πρὸς σέ.

Εἰ ποιήσει. Πῶς γὰρ τὸ ποιηθὲν Θεός;