Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Τό Εργαστήριο τού Κεραμέα καί τό Πήλινο Σταμνί

Η συμβολική διδασκαλία στό εργαστήριο τού κεραμέα, η προαναγγελία τής συντριβής τής Ιερουσαλήμ καί τό πολυάνδριο τού Τοφέθ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 28

ΚΕΦΑΛ. ΙΗʹ. Ἀνάστηθι. Τίνος ἕνεκεν αὐτὸν εἰς τὸ κεραμεῖον κατάγει; ἐπειδὴ ἔλεγον, Ποῦ ἐστιν ὁ λόγος τοῦ Θεοῦ; Ἐλθέτω, καὶ ἐνόμιζον αὐτὸν μὴ δύνασθαι, κατάγει αὐτὸν ἐκεῖ. Τίνος οὖν ἕνεκεν καὶ τῆς θεωρίας ἐδέησεν;

Οὐ γὰρ ἐνῆν εἰπεῖν καθὼς ὁ κεραμεὺς, Οὐ δυνήσομαι; Ἀλλὰ πιστικώτερον καὶ ἐναργέστερον ἐποίει τὸν λόγον ἡ ὄψις. Καὶ κατέβη. Τί βούλεται ἡ ἀνάπαυσις [forte ἀνάπλασις]; Ὅτι καὶ πεσόντας ὑμᾶς ἀνανεῶσαι δυνήσομαι. Οὕτως εὔκολον ἐμοὶ πάντα ποιεῖν.

Ἰδοὺ ὡς ὁ πηλός. Διεπέσατε καὶ ὑμεῖς, δυνήσομαι διορθώσασθαι ὑμᾶς. Πέρας λαλήσω. Μὴ γὰρ ἐπειδὴ εἶπον ἅπαξ, ἐκβῆναι δεῖ; Ἔστιν ὑμῖν σωτηρίας ἐλπὶς, ἐὰν προσέχητε ἑαυτοῖς καὶ μεταβάλησθε. Μήτε γοῦν ἐπὶ τοῖς ἀγαθοῖς πρὸς τοὺς πατέρας θαῤῥήσητε, μήτε ἐπὶ τοῖς κακοῖς τοῖς περὶ ὑμῶν λεγομένοις ἀπογνῶτε.

Τίνος ἕνεκεν ἔτι πλάσω; ἔτι λογίζομαι; διδοὺς ὑμῖν αὐτοῖς προθεσμίαν μετανοίας. Καὶ εἶπαν, κ. τ. λ. Τί τούτου γένοιτο ἂν χεῖρον; Ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ. Ὥσπερ ἐκεῖνα ἀνάγκη εἶναι, οὕτω καὶ ὑμᾶς ἀνάγκη· καὶ πολλῷ μᾶλλον τῶν φυσικῶν, τοῦτο ἀναγκαιότερον ἦν, καὶ οὐχ οἷόν τε διαπεσεῖν.

Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; Ἢ ἐκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; Ἀκρώρειά τις ἦν πέτρα καλουμένη Μαστοί. Λέγει τοίνυν, ὅτι ὥσπερ οὐκ ἔνεστιν ἐκεῖθεν ἐκλείπειν ὕδωρ, ἢ χιόνα τοῦ Λιβάνου, καὶ ὕδωρ φερόμενον βιαίως οὐκ ἄν, ποτέ τις παρατρέψειε, μὴ κατ᾽ εὐθεῖαν φέρεσθαι, οὕτως ὁ λαὸς καὶ ἀδιαλείπτως ἥμαρτε, καὶ σφοδρῶς εἴχετο τῆς παρανομίας.

Ὅτι ἐπελάθοντό μου. Οὐχ ὡς ἐκεῖνα [ἴσ. οὐ τόσον ἐκ.] θαυμαστὰ εἰ παρέβη ὡς ταῦτα. Ὅταν γὰρ μηδὲν κέρδος ᾖ ἀπὸ τῆς ἀποστάσεως, πῶς οὐ θαυμαστόν; *Καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιστῆναι τρίβους οὐκ ἐχούσας ὁδόν.

Σχοινίοις, τουτέστι, τῆς γῆς τὴν κληρονομίαν· ἀσθενήσαντες τοίνυν ἐντεῦθεν, φησὶν, ἐξελεύσονται, ὥστε αὐτὸν πορευθῆναι, καὶ ξένην ὁδόν· ἵνα εἴπῃ τὴν τῆς αἰχμαλωσίας. Διὰ τοῦτο καὶ σωματικῶς αὐτοῖς συνέβη· τοιαύτην ὥδευσαν ὁδὸν ἄβατον καὶ τραχεῖαν, ὡς πάντας κινεῖν κεφαλὰς αὐτῶν. Ὅταν γὰρ μεγάλα ᾖ τὰ δεινὰ, οὐδὲ λόγῳ παριστῶμεν αὐτὰ, ἀλλὰ συριγμῷ καὶ κινήσει κεφαλῆς. *Ὡς ἄνεμος καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν.

Τουτέστιν, ὡς ἐν καύσωνι ἄνεμος θερμὸς σφοδρῶς φλέγειν οἶδε τὰ εὔθρυπτα· οὕτω καταναλώσω τοὺς Ἰουδαίους. *Καὶ εἶπον· Δεῦτε, καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολείπεται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου. Δεῦτε, καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ οὐκ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ.

Ὃ λέγει τοῦτό ἐστιν· Εἶπον, φησὶ, παρ᾽ ἑαυτοῖς, ὅτι Οὐκ ἐνδέχεται προφήτου λόγον διαμαρτεῖν, ὥσπερ οὐδὲ ἱερέως χρησμόν· νόμον γὰρ λέγει τὸν διὰ τοῦ ἐφοὺδ λόγον λεγόμενον· ἵνα τοίνυν, φησὶ, μὴ εἰς ἔλεγχον ἡμῶν καθιστάμενος ἐλέγχῃ τὰς παρανομίας, καὶ λέγῃ τὰς συμφορὰς, σκευωρησάμενοι αὐτὸν ἀνέλωμεν. Τὸ δὲ, Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, τουτέστιν, εὕρωμεν αὐτῷ ἁμαρτίαν, ἢ εἰς Θεὸν, ἢ εἰς βασιλέα, ἵνα οὕτως εὐπροσώπως τὴν κατ᾽ αὐτοῦ ἐνέγκωμεν ψῆφον.

Ὅρα, πῶς ἐπίστευον τοῖς λεγομένοις. Ὢ τῆς ἀνοίας! Ὁ τοσαύτην δοὺς ἰσχὺν τῷ προφήτῃ, καὶ ἱερεῖ ὄντι, οὐ πολλῷ μᾶλλον αὐτοῦ φείσεται; συγκόπτεις τὸν ἰατρὸν, τὸν διδάσκαλον, τὸν ὁδηγόν· σβεννύεις τὸ φῶς, ἵνα μὴ βλέπῃς, πῶς λοιδορεῖ; Καὶ ἀκουσόμεθα τῶν λόγων ἐκ στόματος αὐτοῦ.

Τοῦτό φησιν· Ἐκκόψωμεν αὐτοῦ τὴν φωνὴν, καὶ ἐξέλωμεν τὴν γλῶτταν· τὸν ἔλεγχον στήσωμεν, παύσωμεν τὸν κατήγορον. Τί γὰρ Ἱερεμίας γλώσσῃ βοᾷ; Οὐχὶ τὰ πράγματα βούλεσθε μὴ ἀκούειν; Παύσασθε τὰ τοιαῦτα ποιοῦντες, ἐφ᾽ οἷς ὑμῶν κατηγορεῖ ὁ προφήτης, νῦν δὲ ταῦτα ποιοῦσιν· ὥσπερ ἂν εἴ τις κάμνων πρὸς ἑαυτὸν μὲν μὴ ὀργίζοιτο, ὅτι πυρέττοι διὰ ῥᾳθυμίας, τοὺς δὲ ἐλέγχοντας καὶ λέγοντας, ὅπως στήσεται τὸ κακὸν, διώκοι καὶ ἀποστρέφοιτο.

Εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά. Πολλὴ ἡ κακία, καὶ ἡ θηριωδία ὑπερβάλλουσα, καὶ ἔσχατος πονηρίας ὅρος. Εἰ γὰρ τὸ μὴ ἀνταποδιδόναι κακὰ ἀντὶ κακῶν προστετάγμεθα, ἀλλὰ καὶ ἀγαθὰ ἀντὶ κακῶν. Εἰ ὁ μηδὲν παθὼν ἀγαθὸν, ἀδικῶν ἄδικος· ὁ μετ᾽ εὐεργεσίας τοιοῦτος ὢν, ποῦ τετάξεται;

Οὐκ ἔχει φύσιν ἡ κακία, φησὶν, ἡ τούτων, πάντα λόγον ὑπερβαίνει τὰ τῆς πονηρίας αὐτῶν. Ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι. Τουτέστι, τὴν τιμωρίαν ἀποκρυψάμενοι ὡς φίλοι προσῄεσαν. Τινὲς δὲ ἔφασαν, ὡς γυναῖκα αὐτῷ ἐπέῤῥιψαν· ἕωλον δέ· οὐ γὰρ ἂν αὐτὸ ἐσιώπησεν ὁ προφήτης.

Μνήσθητι, Κύριε. Καίτοι ταύτης μεῖζον τί γένοιτ᾽ ἂν τῆς εὐεργεσίας, ἢ τὸν Θεὸν ἐκπεπολεμωμένον ἐθελῆσαι καταλλάξαι αὐτούς; ἀλλ᾽ οὐκ ἠθέλησαν. Διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν. Εἶτα κατεύχεται αὐτῶν ἀράς τινας χαλεπάς· τοὺς γὰρ τοιούτους κἂν ἀναιρεθῆναι ἐχρῆν, πολλάκις ἐπιβουλευθεὶς οὐκ ἀπέστη, καὶ οὐδὲν πλέον ἐγένετο.

Γενέσθωσαν αἱ γυναῖκες. Παντελῆ ἀναίρεσιν ἐνίων κατεύχεται, ἵνα μὴ ἐπιμένοντες, τοὺς λοιποὺς βλάπτωσι· καὶ κραυγὴν ἀξιοῖ γενέσθαι, ὥστε διάδηλον εἶναι τὴν συμφοράν.

ΚΕΦΑΛ. ΙΘʹ. *Τότε εἶπε Κύριος πρός με· Βάδισαι, καὶ κτῆσαι βίκον ὀστράκινον πεπλασμένον. Τουτέστι ξέστην. Καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τεθνηκότων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν θυρῶν τῆς πύλης τῆς Χαρσίδις.

Πολυάνδριον τεθνηκότων λέγει τὸν τόπον ἔνθα ὁ Ἀσσύριος ἀνῃρέθη, καὶ τῶν Ἰουδαίων ὑπὸ τοῦ Χαλδαίου πολλοὶ διεφθάρησαν. Ὡς οὖν τόπου ὑπομνῆσαι αὐτοὺς, καὶ τῆς προτέρας εὐεργεσίας, καὶ τῆς μετὰ ταῦτα τοῦ Θεοῦ ἀποστροφῆς, ἐπὶ τοῦ τόπου ἐκείνου προσέταξεν εἰπεῖν, ἅπερ ἔμελλε λέγειν ὁ προφήτης.

Καλῶς αὐτὸν εἰς τὸν τόπον παραπέμπει τῶν ἁμαρτημάτων, ἔνθα ἐθυμίων, φησὶ, τῷ Βάαλ, καὶ τοὺς υἱοὺς αὐτῶν κατέκαιον πυρί. *Καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθώων, καὶ ᾠκοδόμησαν τὰ ὑψηλὰ τῷ Βάαλ.

Ὑψηλὰ, κατὰ τὸ σύνηθες τῆς θείας Γραφῆς, τοὺς βωμοὺς λέγει. Βάαλ δὲ νῦν τὸ εἴδωλον αὐτό. *Τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ, ὁλοκαυτώματα τῷ Βάαλ. Ἕτερον εἶδος ἀσεβείας λέγει, ὃ τελευταῖον ἐπενθήθη.

Ἐγκαλέσας γὰρ αὐτοῖς, ὡς εἴδωλον ποιήσασι, καὶ περὶ τὴν τοῦ Πλούτωνος θεραπείαν ἐσχολακόσι, μετὰ τὴν τοῦ Σεναχηρὶμ ἀναίρεσιν· Τούτῳ τοίνυν, φησὶ, τῷ εἰδωλίῳ ὁλοκαυτώματα ἐποιεῖτε τῷ τοῦ Πλούτωνος, ὡσανεὶ κρείττους τοῦ θανάτου ἐσόμενοι.

Καὶ ὅτι περὶ τούτου λέγει, μηνύει τὰ ἀκόλουθα. Φησὶ γάρ· *Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ διάπτωσις, καὶ πολυάνδριον υἱοῦ Ἐννώμ. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Διάπτωσις τοῦ Τοφὲθ, ὅπερ ἐστὶ, Βωμὸς τῆς κόρης. Υἱοῦ δὲ Ἐννὼμ ἡρμήνευσαν, ἀπὸ τοῦ τὸν τόπον τοῦ Ἐννὼμ εἶναι· σαφεστέρα δὲ κεῖται ἡ ἔννοια παρὰ τῷ Ἑβραϊκῷ διελέγχουσα αὐτῶν τὴν ἀσέβειαν. Ἀλλὰ τὸ πολυάνδριον τῆς σφαγῆς, τουτέστιν, κοιλὰς σφαγῆς· οὕτω γὰρ ὁ Ἑβραῖος ἔχει. Σημειωτέον δὲ καὶ ἐνταῦθα, ὡς τὸ πολυάνδριον, ἀπὸ τοῦ πλήθους τῶν ἀναιρεθέντων ἡρμήνευσαν αὐτὸ οἱ ἑρμηνεύσαντες. Ὅτι δὲ περὶ τοῦ Τοφὲθ νῦν διαλέγεται, ὅπερ ἡρμήνευσεν υἱοῦ Ἐννὼμ, μηνύει προϊών. Φήσας γὰρ, ὅτι συνέτριψε τὸν βίκον κατὰ πρόσταγμα τοῦ Θεοῦ, ἐπάγει· Τάδε λέγει Κύριος.

Ὥστε ἀνίατον εἶναι τὴν πληγὴν αὐτῆς, ἔδωκα ὑμῖν σωτηρίας ἐλπίδα· εἶπον· Ἀποστρέψω τὸ ἔθνος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν βασιλείαν οὐ προσέσχετε. Ἀναιρῶ καὶ ταύτην τὴν παραμυθίαν, ἐκκόπτω καὶ ταύτας τὰς ἐλπίδας. *Καὶ ἔσονται οἱ οἶκοι Ἱερουσαλὴμ, καὶ οἱ οἶκοι βασιλέων Ἰούδα, καθὼς ὁ τόπος ὁ διαπίπτων.

Τουτέστιν, ὅπου ἔπεσαν οἱ Βάρβαροί ποτε τῇ πόλει ἐπελθόντες. Πάντες οἱ οἶκοι βασιλέων Ἰούδα ὡς τόπος τοῦ Τοφὲθ ἕνεκεν τῶν ἀκαθαρσιῶν, ὧν ἐποίησαν ἐν πάσαις ταῖς οἰκίαις. Ἐθυμίων ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ.

Τουτέστιν, οὕτω καὶ νῦν διαπεσεῖται πᾶς Ἰούδας, καὶ τῶν βασιλέων οἱ οἶκοι διὰ τὸν τόπον τοῦ Ταφὲθ, τουτέστι, τὸν βωμὸν τοῦ Πλούτωνος, καθὼς διέπεσον οἱ ἐπελθόντες τῇ πόλει. Καὶ προϊών φησι· *Καὶ ἐν τῷ Ταφὲθ θάψουσι παρὰ τὸ μὴ ὑπάρχειν τόπον τοῦ θάψαι.

Ἐπειδὴ οὖν περὶ πολλοῦ ποιοῦνται τὸν τόπον, καὶ ὡς θεὸν θεραπεύοντες, ἀκάθαρτον οὐδὲν εἰσῆγον, ἀπειλεῖ αὐτοῖς νεκρῶν πληρῶσαι τὸν τόπον.