Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Η Καταδίκη τών Ψευδοπροφητών καί τό Όραμα τών Σύκων

Σύγκριση τών αληθινών προφητών μέ τούς ψευδοπροφήτες καί η αλληγορία τών καλών καί κακών σύκων σχετικά μέ τούς αιχμαλώτους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 19 από 28

Καὶ ἐν τοῖς προφήταις Σαμαρείας. Ἐκεῖνοι, εἰ καὶ μηδὲν ἕτερον, τὸν Βάαλ προεβάλλοντο· οὗτοι δὲ ἐμέ. *Καὶ ἐν τοῖς ψευδοπροφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτά. Ὁ Ἑβραῖος, πεφυρμένα, ἵνα εἴπῃ, οὐδὲν ἀληθὲς λέγοντας, ἀλλὰ κατὰ φιλοτιμίαν τοὺς λόγους ποιουμένους· ταῦτα δὲ κατὰ σύγκρισιν τῶν ψευδοπροφητῶν τῶν ἐν Σαμαρείᾳ λέγει, ὅτι ἐκεῖνοι κἂν τάξει τινὶ ἐδόκουν λέγειν ἅπερ ἔλεγον, ὡς βωμὸν ἔχοντες, καὶ δαμάλεσι προσκυνοῦντες, καὶ τὴν λοιπὴν εὐταξίαν δοκοῦντες φυλάττειν, εἰ καὶ παρανόμως· οὗτοι δὲ τὴν ἐκείνων κακίαν ὑπερέβησαν τῇ παρανομίᾳ.

Οὐ γὰρ συνεχώρουν τὸν παρὰ τοῦ Θεοῦ φόβον ἐγκαθίσαι τῇ διανοίᾳ τῶν ἀκουόντων· τὴν ὑπόθεσιν πᾶσαν τοῦ γενέσθαι βελτίους ἀνῄρουν, καὶ κατεῖχον ἐν τῇ πονηρίᾳ τοὺς ἀνθρώπους ἅπαντας. Καὶ ἀντιλαμβανομένους.

Οὐ μόνον, φησὶν, οὐκ ἐνουθέτουν ἀνθρώπους (ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν) ἀποστρέφειν ἀπὸ τῶν πονηριῶν, ἀλλὰ καὶ συνηγόρουν αὐτοῖς, ὡς ἐκ τούτου μᾶλλον ἐπιτρίβεσθαι αὐτοὺς εἰς κακίαν. Ἐγενήθησάν μοι.

Τίνα οὐχ ἱκανὰ παιδεῦσαι ἐκεῖνα; οὕτως ἀτερπὴς καὶ φοβερὰ ἡ ὄψις τῆς γῆς, καθάπερ σῶμα διὰ παντὸς ἐμπεπρησμένον. Διὰ τοῦτο. Οὐχὶ τῇ φύσει, ἀλλὰ τῇ διαθέσει προϊέμενον. Ὅταν μὲν γὰρ αὐτῇ τῇ φύσει πικρὸν ᾖ, πολλὰς ἔνι παραμυθίας εὑρεῖν, καὶ τόπους ἀμείβομεν, καὶ παρὰ τῶν ἐχόντων ἀπολαβόντες, καὶ ἕτερόν τι προσάγομεν.

Ὅταν δὲ αὐτὸ τὸ αἰσθητήριον διεφθαρμένον ᾖ, οὐδεμία λοιπὸν ἴασίς ἐστι. Βέλτιον οὖν τὰς αἰσθήσεις ὑγιαίνειν, ἢ τὰ στοιχεῖα πικρὰ ὅταν [ὄντα] μεθ᾽ ἑαυτοῦ περιφέρῃ [περιφέρειν]. Ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλήμ.

Πάλιν τὴν αἰτίαν τίθησιν· οὐκ ἤρκεσεν αὐτοῖς μέχρι τῆς πόλεως στῆσαι τὰ δεινὰ, ἀλλὰ καὶ τῶν ἑτέροις συμβάντων αὐτοὶ γεγόνασιν αἴτιοι. Οὕτω λέγει Κύριος. Ταῦτα ἀποφάσεις εἰσί· πόθεν, εἰπέ μοι, δῆλον; ὅτι ψευδῆ λέγουσιν, ὅτι κακὰ ἐπιτείνουσιν, ὅτι ῥᾳθυμίαν αὔξουσιν. *Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε, καὶ ἤκουσε τῶν λόγων αὐτοῦ;

Τουτέστι, τίς τούτων τῶν ἐναντιουμένων τοῖς προφήταις ἀνέμεινε θείαν ἐνέργειαν, καὶ ἀξιωθεὶς Πνεύματος ἐλάλησε ταῦτα; ἵνα εἴπῃ, Ἐξ αὐτῶν τῶν πραγμάτων δείκνυνται μαχόμενοι τῷ θείῳ βουλήματι, ὅτι τοῖς ἀληθέσι προφήταις μάχονται συμπράττοντες τῇ τῶν εἰδώλων θεραπείᾳ.

Τουτέστι, τίς δύναται τὸν Θεὸν ἰδεῖν; Σύμμαχός φησι· Τίς γὰρ παρῆν ἐν ὁμιλίᾳ, καὶ τίς δὲ ἤκουσε; Πῶς οὖν ὑμεῖς λέγετε ἀκηκοέναι; *Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει, καὶ ἤκουσαν τῶν λόγων μου, ἐδίδασκον ἂν τὸν λαόν μου, καὶ ἀπέστρεφον ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς.

Τουτέστιν, Εἰ ἐνέμενον τοῖς ἐμοῖς νομίμοις, καὶ τὴν παρ᾽ ἐμοῦ χάριν ἀνέμενον, πάντως ἂν εὐσέβειαν τὸν λαὸν ἐδίδασκον. Οὐ μικρὸν τεκμήριον· οὐχ ὁ τυχὼν κανὼν ὅρος προφητείας καὶ ψευδοπροφητείας. *Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτὸν, φησὶ Κύριος;

Τουτέστι, Καθ᾽ ἡδονὴν τῷ πλήθει λαλοῦντες, ἀπατᾷν αὐτοὺς ἐνομίζετε· καὶ τοὺς οὐκ εἰδότας εἰς ὑποψίαν ἄγετε, ὡς παρ᾽ ἐμοῦ ἀποστελλόμενοι. Διατί μὴ λογίζεσθε τὴν ἐμὴν ἀξίαν, ὡς ἑκάστῳ πάρειμι, ὥστε καὶ τὰ βουλεύματα εἰδέναι; καὶ οὐχὶ κατὰ τοὺς ἀνθρώπους πόῤῥωθεν ὢν τῶν ὑμετέρων λογισμῶν, ἀγνοῶ ἃ πράττετε. Τίς γάρ ἐστιν ἐξ ὑμῶν, ὃς κατὰ βουλήν τι σκέπτεται, καὶ λανθάνει ἐμέ; τοῦτο γὰρ μηνύει, Εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; τουτέστιν, ἦ ἐν ἀποκρύφῳ τις τῆς ἑαυτοῦ διανοίας κρύψαι βούλεται, καὶ λανθάνει μου τὴν γνῶσιν;

Ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. Πόθεν οἶδα; Παρὼν ἐγώ εἰμι· πανταχοῦ πάρειμι. Εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Ἀλλ᾽ οὐ λέγει τοῦτο, ἀλλὰ, Θεὸς ἐγγίζων ἐγώ εἰμι· πανταχοῦ πάρειμι· ὅπερ ἀναμφισβήτητον τεκμήριον ἦν τοῦ πάντα εἰδέναι.

Καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Ὥσπερ γὰρ τὸ φῶς πανταχοῦ πάρεστιν, οὕτω καὶ ὁ Θεός. Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; Οἶδα, φησὶ, πῶς συντιθέασι προφητείας· ὑποψίας τεκμήριον τὸ τοῖς πονηροῖς προφητεύειν τὰ πονηρά· εἶτα καὶ ἐὰν διηγήσηται, φανερὰ ἔσται. *Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον, φησὶ Κύριος;

Καλῶς τῇ συγκρίσει τῶν προφητῶν πρὸς τοὺς ψευδοπροφήτας ἐπήγαγε τοῦτο ἀντὶ τοῦ, Σύγκρισις οὐδεμία ἀχύρου πρὸς σῖτον. Ὁ μὲν γὰρ τρόφιμός ἐστι, καὶ πρὸς ἀνθρώπους σύστασιν συντελεῖ. Οὐδὲν δὲ χρήσιμον ἀνθρώποις ἄχυρον, ἀλλ᾽ ἢ ῥίπτεται ἢ ἀλόγων τροφὴ γίνεται. Οὕτω, φησὶ, καὶ τῶν προφητῶν οἱ λόγοι τρέφουσι ψυχάς. Οὐ μὴν ὁ λόγος τῶν ψευδοπροφητῶν δύναταί τι συντελεῖν πρὸς κέρδος ἀνθρώπων, πλὴν εἰ μή τι τοῖς ἐξ ἀλογίας πειθομένοις, παραμυθίαν τινὰ παρέχει, οὐ κέρδος, καὶ ἐπάγει, Οὐχ οὕτως· τουτέστιν οὐδεμία σύγκρισις. *Οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος, καὶ ὡς πέλεκυς κόπτων πέτραν.

Τουτέστιν, Οἱ διὰ τῶν προφητῶν λόγοι ἀληθεῖς καὶ ἐνέργειαν ἔχοντες. Ἰδοὺ ἐγὼ διὰ τοῦτο πρὸς τοὺς προφήτας. Πῶς ἐμοὶ δοκοῦσι τῶν προφητῶν ἀκούοντες μιμεῖσθαι αὐτοὺς ἔνιοι, ἢ ἑτέρων διηγουμένων ἀκούοντες, καθάπερ ὄφις. Διὰ τοῦτο καὶ ὁ Ἰεζεκιήλ φησι, ὅτι Ἐὰν ἔλθῃ, φησὶ, προφήτης, ἐγὼ Κύριος ἐπλάνησα αὐτόν· οὐ γὰρ συγχωρεῖ μαθεῖν λοιπόν· διὰ τοῦτο καὶ τὸ λῆμμα λέγει ἀνελεῖν.

Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας. Προφητείας γλώττης τὰς ψευδεῖς καλεῖ· οὐ γλώσσης δέ εἰσιν αἱ ἀληθεῖς προφητεῖαι. Καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν. Πολλοὶ γὰρ εἴδη ἐπετήδευον προφητείας διὰ ὕπνων, διὰ χρησμῶν. Ἀλλὰ παραμυθήσονται πρὸς τὸ παρόν.

Καὶ λῆμμα Κυρίου. Καὶ ποία βλάβη; ἐπειδὴ ἐκεῖνον προσεποιοῦντο λήψεσθαι, τὴν ὁμωνυμίαν ἀναιρεῖ. Λαμβάνειν γὰρ καὶ οἱ δαίμονες ἠδύναντο καὶ ἐνομίζοντο ὑπὸ Θεοῦ λήψεσθαι. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο.

ΚΕΦΑΛ. ΚΔʹ. *Καὶ ἔδειξέ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος τὸν Ἰεχονίαμ υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα. Εἶτα μετ᾽ ὀλίγα· Ὁ κάλαθος ὁ εἷς, σύκων χρηστῶν σφόδρα, ὡς σῦκα πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, τῶν μὴ βιβρωσκομένων ἀπὸ πονηρίας αὐτῶν, καὶ τὰ ἑξῆς.

Ταύτην τὴν ἔννοιαν ἔχει ἡ ὀπτασία αὕτη τοῦ προφήτου. Ὅτι μὲν οὖν ἐπὶ τοῦ Σεδεκίου γέγονε, δῆλον. Καὶ δείκνυσι τὰ ῥήματα. Αἰχμαλώτων δὲ γενομένων τῶν περὶ τὸν Ἰωακεὶμ, ἔφασκον οἱ ἐπὶ τοῦ Σεδεκίου, ὡς Οὐδὲν πεισόμεθα δεινὸν ἡμεῖς παρὰ Βαβυλωνίων, πράττοντες δίκαια, ἐπείπερ κακοὶ γενόμενοι ἐκεῖνοι καὶ ἀσεβεῖς, οἵ τε προπάτορες οἱ ἡμέτεροι αἰχμάλωτοι γεγόνασι. Διὰ τοίνυν ταύτης τῆς ὀπτασίας δείκνυσιν ἐκείνους ἄμεινον τούτων ὁ Θεός. Καὶ ὥσπερ, φησὶ, τὰ σῦκα τὰ χρηστὰ περὶ πολλοῦ ἄν τις ποιήσαιτο, οὐδ᾽ ἀπολύειν οὐδὲ ῥίπτειν ἐθέλων ἐξ αὐτῶν τι, οὕτως καὶ αὐτὸς περιεποιήσατο τοὺς ἀπελθόντας· φησὶ δὲ, κάλαθον σύκων χρηστῶν, ἐκείνην τὴν ἀποικίαν· ἐπειδήπερ μετὰ τοῦ πλήθους, καὶ ὁ δίκαιος παρελήφθησαν, οἶκος Δανιὴλ, καὶ οἱ τρεῖς παῖδες, καὶ Ἐζεκιὴλ, καὶ εἴ τις κατ᾽ ἐκείνους ἐτύγχανε. Καὶ ὥσπερ, φησὶ, τὰ πονηρὰ ῥίπτεται, οὐδαμῶς χρήσιμα τυγχάνοντα, οὕτως πάντας διαφθερῶ ἀχρήστους ὄντας, καὶ εἰς ἀσέβειαν ἐκκλίναντας, παντελῶς οὐδεμίαν μνήμην τοῦ ἑαυτῶν Δεσπότου ποιουμένους.

Πονηρῶν δὲ σύκων κάλαθον τούτους ὠνόμασε διὰ τὸ μὴ εὑρεθῆναι αὐτοῖς δίκαιον. Τί βούλεται ἡ εἰκὼν τῶν καλάθων τῶν σύκων, εὐτελὴς οὖσα σφόδρα; Ἀλλὰ τῆς εὐτελείας ἡ ταπεινότης αἰτία τῶν τότε· καὶ γὰρ καὶ ἀλλαχοῦ τὸ φίλτρον τὸ περὶ αὐτοὺς δηλῶσαι βουλόμενος, οὐδὲν τῶν μεγάλων καὶ ὄντως ποθεινῶν τίθησιν, ἀλλὰ σῦκα καὶ σταφυλάς. Ὡς σταφυλὴν εὗρον τὸν Ἰσραὴλ ἐν ἐρήμῳ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον. Ἐνταῦθα οὖν τὸ κατ᾽ αὐτῶν φίλτρον, ὃ μέλλει περὶ ἐκείνους ἐπιδείκνυσθαι, καὶ τὸ μῖσος τὸ περὶ τούτους διὰ τῆς εἰκόνος παρίστησι. Καὶ κατὰ πρόσωπον τοῦ ναοῦ Κυρίου· ἵνα δείξῃ τὴν ἀπόφασιν ἐκεῖθεν ἐξενηνεγμένην.

Καὶ εἶπε Κύριος πρός με. Τίνος ἕνεκεν αὐτὸν ἐρωτᾷ; ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ ἀπὸ τῆς ἀποκρίσεως λάβῃ τὴν ἀπόφασιν ὁ λαός. Καὶ ἐγένετο. Τί τούτου τοῦ τρόπου διορθωτικώτερον; ἔδειξε τὴν διαφοράν. Τί γὰρ, εἰ τὴν πατρίδα ἔχετε ἔτι, ἀλλὰ διεφθαρμένοι ἐστέ; τί δὲ [εἰ] ἐν αἰχμαλωσίᾳ ἐκεῖνοι, ἀλλὰ προσφιλεῖς μοί εἰσι; τοῦτο δὲ ποιεῖ, ἵνα μεταβάλωνται, καὶ μὴ νομίσωσιν ἐξ οἰκείας ἀρετῆς ἀπομεμενηκέναι.

Καὶ ἀνοικοδομήσω. Ὁρᾷς ὅτι τὸ, οὐ μὴ, οὐκ εἰς διηνεκές ἐστι; καὶ γὰρ καθεῖλεν αὐτούς. Καὶ δώσω αὐτοῖς καρδίαν. Εἰ τοίνυν σὺ δίδως τὴν καρδίαν, τίνος ἕνεκεν οὐκ ἔδωκας πρότερον; οὔτε γὰρ ἦσαν τότε δεκτοὶ πρὸ τῶν τιμωριῶν καὶ τῆς διορθώσεως. Ὅρα τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο· καὶ τὴν αἰτίαν λέγει, ὅτι ἐπιστραφήσονται· ἀλλὰ ἡ εἰκὼν οὐκ ἀφίησιν. Οὐ γὰρ ἔστι τὰ ἅπαξ διαφθαρέντα ἐπανελθεῖν, καὶ γενέσθαι καλά. Ἀλλὰ τὰ μὲν καλὰ, φησὶ, μένει· τὰ δὲ μὴ καλὰ, οὐκέτι. Ἀλλ᾽ οὐκ ἐπὶ τῆς φύσεως, ἀλλ᾽ ἐπὶ τῆς προαιρέσεως εἴληπται. Περὶ γὰρ τὴν ποιότητα ἡ διαφορὰ, οὐ περὶ τὴν οὐσίαν. Εἰ δὲ λέγεις· Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ τούτοις δίδωσιν ἐπαγγελίας χρηστάς;

Ὅτι διὰ τοῦτο τούτοις ἐπιτείνει τὸν φόβον; ἵνα μηδὲ πεῖραν λάβωσιν. Καὶ τοὺς κατοικοῦντας. Μὴ θαῤῥεῖτε, φησὶν, ὡς συμμαχίαν ἔχοντες· οὐ γὰρ δὴ οὐ μὴ προστήσωνται ὑμῶν, ἀλλὰ καὶ αὐτοὶ ληφθήσονται· καὶ οὐ τῇ αἰχμαλωσίᾳ μόνον, ἀλλὰ περαιτέρω προβήσεται τὰ κακά.

Καὶ ἔσονται εἰς ὄνειδος. Ἀθάνατος ὑμῶν τῆς κολάσεως ἡ μνήμη, καὶ δήλη πᾶσιν ἀνθρώποις.