Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Η Αγορά τού Αγρού, η Αμετάκλητη Διαθήκη καί οι Ρηχαβίτες

Ο συμβολισμός τής αγοράς τού αγρού από τόν φυλακισμένο προφήτη, η βεβαίωση τών θείων επαγγελιών καί τό ασκητικό παράδειγμα τών Ρηχαβιτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 23 από 28

ΚΕΦΑΛ. ΛΒʹ. Ὁ λόγος ὁ γενόμενος. Ὁρᾷς τοῦ Θεοῦ μακροθυμίαν; τοσοῦτον ἠνέσχετο χρόνον αὐτῶν μετὰ τὴν ἀπόστασιν, καὶ τὸ παρασπονδῆσαι, καὶ οὐδὲ οὕτω γέγονε βελτίων· ἀλλὰ καὶ τῶν δεινῶν ἀπειλουμένων, ἴσος ἦν [ὁ αὐτός]· καὶ οὐκ ἤρκεσε τοῦτο, ἀλλὰ καὶ τὸν προφήτην κατέκλεισεν εἰς δεσμωτήριον.

Καὶ Ἱερεμίας ἐφυλάσσετο. Τίνος ἕνεκεν; εἰπέ μοι. Ἐπειδὴ λέγεις· Οὕτως εἶπε Κύριος· Ἰδοὺ δίδωμι τὴν πόλιν ταύτην. Μὴ γὰρ ἐμὰ τὰ ῥήματά ἐστιν; Εἰ μὲν οὖν ἐμὰ, φοβεῖσθαι αὐτὰ οὐ χρή· εἰ δὲ οὐκ ἐμὰ, δεῖ πιστεύειν ὅτι οὐκ ἐμά ἐστι, καὶ ὅτι ἀληθῆ ἔσται· Ἀλλ᾽ ἔθος τοῦτο τοῖς ἐλεγχομένοις λέγειν· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.

Καὶ ὁ λόγος Κυρίου. Εἶτα ἵνα μὴ ἀπείπῃ, ἀγοράζει κελευσθεὶς παρὰ τοῦ Θεοῦ. Τίς τοῦτο ἂν ἐποίησε; τῆς πόλεως ἁλίσκεσθαι μελλούσης οὗτος ἀγροὺς ἀγοράζει. Καὶ μετ᾽ ὀλίγα· Ἐβούλετο πιστεύεσθαι καὶ περὶ τῶν χρηστῶν.

Ἐπειδὴ γὰρ ἐξέβη τὰ λυπηρὰ, καὶ διὰ τῶν πραγμάτων ἔδωκε πεῖραν τῆς αὐτοῦ δυνάμεως ὁ Θεὸς, παραμυθεῖται αὐτοὺς ἐν τοῖς λυπηροῖς ταῖς ἐλπίσι τῶν χρηστῶν· καὶ οὐκέτι ῥήματα, ἀλλὰ πράγματα. *Μηνύσας τοῦ λαοῦ τὴν ἄνοδον, πρὸς πληροφορίαν τῶν λεχθέντων προστάττει τῷ προφήτῃ ἐγκεκλεισμένῳ ἐπὶ τῆς τοῦ βασιλέως φυλακῆς τὸν τοῦ θείου ἀγρὸν, τουτέστι, τοῦ Ἀνανιὴλ, πρίασθαι, καὶ τοῦτο ποιήσας, καὶ τὰ γράμματα συντελέσας, καὶ τὴν νομὴν τοῦ ἀγροῦ δεξάμενος, προσέταξε τῷ Βαροὺχ ἐν ὀστρακίνῳ σκεύει καταθέσθαι τὸ βιβλίον, μήνυμα τοῦ αὖθις τὴν γῆν ἐν ἀπολαύσει τοῦ λαοῦ ἔσεσθαι. Τοῦ δὲ Βαροὺχ περιεστῶτος τὴν πόλιν, δέκατον γὰρ ἦν ἔτος τῆς βασιλείας Σεδεκίου, ἐν ᾧπερ ἀνελθὼν ὁ Βαβυλώνιος ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, ἱκετεύει τὸν Θεὸν θαυμάζων ἐπὶ τῷ γενομένῳ ἢ πῶς προσέταξε τὸν ἀγρὸν λαβεῖν, εἴπερ τὴν πόλιν προδίδωσι, καὶ ὥσπερ εἴς τινα ἀμφιβολίαν κατέστη ἐπὶ τοῖς λεχθεῖσι· λέγει τοίνυν ἀκολούθως, ὡς τοῦ Θεοῦ πρὸς αὐτὸν ἀποκρινομένου.

Ὁ ὢν, Κύριε. Οὐχ ἁπλῶς ἐπισημαίνεται, καί φησιν· Ὁ ὢν, Δεσπότα, Κύριε. Οὐκ ἔστιν εἰπεῖν, ὅτι παρελεύσεται· δύνασαι ἀεὶ, ἀεὶ γὰρ Κύριος εἶ. Οὐκοῦν κρατεῖς. Καὶ ἀποδιδούς. Οὐ λέγει, ἐπὶ τὴν τρίτην καὶ τετάρτην γενεὰν, ἀλλὰ τοῦτο σιγᾷ. Βούλεται γὰρ αὐτοὺς ἐλεηθῆναι πάλιν. Τῆς δυνάμεως τοῦτο ἔργον ἐστὶ, τὸ καὶ ἐνταῦθα δύνασθαι σώζειν, καὶ κολάζειν τοὺς μετ᾽ ἐκείνους. Οἷον, ὅτι δύνασαι τοὺς μετὰ ταῦτα κολάσαι, τοὺς δὲ σῶσαι ἐκ τῶν προγόνων. Διό φησιν· Οὐδὲν ἀδυνατήσει σοι ῥῆμα, κἂν ἐλεῆσαι δέῃ, κἂν κολάσαι, κἂν ἐπὶ χρόνον πολύν.

Ὁ Θεὸς μέγας. Ὅπερ καθ᾽ ἑαυτὸ κεχωρισμένον ἐστὶ παρὰ ἀνθρώποις, σοφίᾳ καὶ δυνάμει. Οἱ ὀφθαλμοί σου. Καὶ καλῶς εἶπεν, Ἀνεῳγμένοι διὰ παντός εἰσιν· οὐδέ ποτε αὐτοὺς μύεις· ἄγρυπνος ὀφθαλμὸς, ἀκοίμητον ὄμμα. Οὐκ ἔχει τις εἰπεῖν, ὅτι Ὁρᾷς μὲν, οὐκ ἀνταποδίδως δέ. Καὶ αὐτὸ τοῖς ἀνθρώποις πάρεστιν, ἀλλ᾽ οὐχ οὕτως ἐπὶ σοῦ, ἀλλ᾽ εἰς πάσας τὰς ὁδοὺς οἱ ὀφθαλμοί σου, καὶ τὰς λανθανούσας.

Ὃς ἐποίησας. Καὶ τοῦτο δυνάμεως, καὶ δικαιοσύνης, καὶ φιλανθρωπίας, καὶ γνώσεως ἔργον ἐστί. Καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου. Καὶ ἐποίησας συμβῆναι αὐτοῖς ἅπαντα τὰ κακὰ ταῦτα. Ἰδοὺ ὄχλος. Οὐ τολμᾷ τὸ λοιπὸν αἰτῆσαι, ἀλλ᾽ ἀναμιμνήσκει τῶν προτέρων ὑπὲρ τοῦ λαοῦ γενομένων. Οὐκ ἔχω τί εἴπω· ἀλλὰ τὸ ἐπιταχθὲν ἐποίησα, καί τοι τῆς πόλεως ἁλούσης. *Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκὸς, μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεται πᾶς λόγος.

Εἶτα προλέγει τῆς πόλεως τὴν ἅλωσιν, καὶ τὴν ἀνάκλησιν ἐπάγει· τοῦτο λέγων πρὸς τὸν προφήτην, ὅτι Μάτην εἰς ἀνίαν κατέστης πριάμενος τὸν ἀγρόν. Ἀκριβῶς γὰρ τὰ μετὰ ταῦτα ἐσόμενα εἰδὼς, τὴν ἀνάκλησιν ὑπεσχόμην. Σημεῖον δὲ ἔστω σοι τῆς ἀκριβείας τοῦ μέλλοντος τὰ παρόντα αὐτοῖς. Ὡς γὰρ νῦν ἔφην ἁλώσεσθαι τὴν πόλιν, καὶ γέγονε τοῦτο· οὕτως μηνύω καὶ τὴν ἀνάκλησιν, καὶ τελέσω τὴν ὑπόσχεσιν.

Ἐγὼ Κύριος. Ὁρᾷς, ὅτι τοῦτο αὐτὸν ἠξίου, ὥστε μὴ παραδοῦναι τὴν πόλιν; ὁ δὲ μονονουχὶ ἀπολογούμενος, καὶ τὰ ἁμαρτήματα λέγει τῶν τόπων τῶν μελλόντων κατακαίεσθαι, καὶ τὴν αἰτίαν. Ὅτι ἦσαν. Τὰ παρ᾽ ἐμαυτοῦ πάντα ἐποίησα, φησὶν, ἐδίδαξα, ἐπαίδευσα· οἱ δὲ εἰς κακίαν ἐξώκειλαν. Ἔδειξαν ὅτι προσφιλονεικοῦντες ταῦτα ἐποίουν. Βωμοὺς ἔστησαν ἐν τῷ ναῷ μου· καὶ τὰ ἄλλα δὲ πάντα ἐτόλμων, καὶ τοὺς υἱοὺς κατέκαυσαν, καὶ αὐτὴν τὴν φύσιν ἠγνόησαν.

Καὶ νῦν οὕτως εἶπε Κύριος. Ἐγὼ παραδώσω, καὶ ἀνοίσω αὐτούς. Καὶ βίον θαυμαστὸν ἐπιδείκνυται αὐτοῖς, καὶ καρδίαν θεοφιλῆ, ὅπερ ἀεὶ λέγει καὶ διαθήκην αἰώνιον. Ταῦτα τέλος εἴληφεν. Εἰ δὲ οὐκ ἔλαβε, πότε ἔσται, εἰπέ μοι; *Καὶ κτήσεται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεται ἐν βιβλίῳ, καὶ σφραγισθήσεται, καὶ διαμαρτυρεῖται μαρτυρίας ἐν τῇ Βενιαμὶν, καὶ κύκλωθεν Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ ὄρους, καὶ ἐν πόλεσι τῆς Σεφιλᾶ, καὶ ἐν πόλεσι τῆς Νογὲβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν, φησὶ Κύριος.

Ὃν γὰρ τρόπον ἐκτήσω σὺ νῦν ἀσφάλειαν τῇ τῆς νομῆς παραδόσει ποιησάμενος, οὕτως ἔσται καὶ μετὰ τὴν ἐπάνοδον. Τὸ δὲ ἐν πόλεσι τῆς Νογὲβ ἀποκλείσματος τὸν τόπον ἐμήνυσε, τουτέστιν, ἐν ταῖς πόλεσι ταῖς πρὸς νότον, ἵνα εἴπῃ, πανταχοῦ τῆς γῆς τῆς ἐπαγγελίας.

ΚΕΦΑΛ. ΛΓʹ. Καὶ κράξον πρός με. Ὅρα, πῶς βούλεται οἰκειῶσαι διὰ τῆς εὐχῆς τὸν προφήτην; Ἐπεὶ καὶ Μωϋσῆς αὐτὸ ἔπαθε, λέγων ἐν ταῖς ἐπαγγελίαις· Πῶς τοῦτο; μὴ τὸ ὄψον δώσεις αὐτοῖς τῆς θαλάσσης, καὶ βόας, καὶ πρόβατα θύσεις αὐτοῖς; Εἰ γὰρ καὶ μεγάλοι ἦσαν, ἀλλ᾽ ὅμως ἠγνόουν.

Ὅτι οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ περὶ οἰκιῶν τῆς πόλεως, καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἐδέδετο ὁ Ἱερεμίας ὡς δύσφημος, καὶ βασιλεῖ ἅλωσιν ἀπειλῶν, προεῖπε δὲ τὴν ἀνάκλησιν κατὰ πρόσταγμα Θεοῦ, καὶ τῇ τοῦ ἀγροῦ νομῇ ἐβεβαίωσε τὸν λόγον, οὐδεὶς δὲ ἔτι προσεῖχε τοῖς λεγομένοις, οἰόμενοι κολακίᾳ μᾶλλον, ἢ ἀκριβεῖ γνώσει τῶν μελλόντων λέγειν τὸν προφήτην ταῦτα, ὥσπερ εἰς ἀδημονίαν, καὶ ἀμφιβολίαν ἐκπεσὼν διετέλει.

Λέγει τοίνυν αὐτῷ ὁ Θεὸς, ὅτι Σκόπησον τὴν δύναμιν τὴν ἐμὴν, καὶ ὥσπερ παρήγαγον τὴν κτίσιν, καὶ τάξιν ἐπέθηκα αὐτῇ προσνοῶν τῶν ἀνθρώπων, καὶ νῦν σοι καλέσαντι ὑπήκουσα, καὶ προλέγω τὰ μέλλοντα, καὶ τὴν ἐσομένην εὐθηνίαν, οἷς ἥκιστα ἀπιστεῖν σε προσήκει· θαῤῥεῖν δὲ, ὡς οὐδὲν τῶν παρὰ σοῦ λεγομένων ψευσθήσεται· καὶ πείθων αὐτῶν ὡς οὐδὲ τὰ τῆς αἰχμαλωσίας μάτην ποιεῖται, ἀλλ᾽ ἐπὶ σωφρονισμῷ τῶν κολαζομένων, ἐπάγει μετὰ τὸ τὴν ἀνάκλησιν μηνύσαι. *Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν λέγων, Ἆράγε οὐκ ᾐδέσθη ὁ λαὸς οὗτος; Ἐλάλησε λέγων· Αἱ δύο πατριαὶ, ἃς ἐξελέξατο Κύριος ἐν αὐτοῖς, καὶ ἰδοὺ ἀπώσατο αὐτοὺς, καὶ παρώξυνα τὸν λαόν μου τοῦ μὴ εἶναι ἔτι ἔθνος ἐνώπιόν μου.

Μὴ τοῦτο, φησὶ, λογίσῃ, ὅτι τελείαν ἅλωσιν ἐπάγω τῇ πόλει, ἀλλὰ σκόπησον ὡς ἀπὸ τῶν μερικῶν συμφορῶν σωφρονέστεροι ἥκιστα γεγόνασιν Ἰουδαῖοι. Οἱ γοῦν ψευδοπροφῆται, φησὶ, περιόντες διαβάλλουσί με, ὡς ἐναντίον τῇ ἐμαυτοῦ πεποιηκότα ὑποσχέσει, καὶ ὡς ἐκλεξάμενος τὰς δύο πατριὰς, τουτέστι τὰς δύο βασιλείας, τήν τε τοῦ Ἰούδα, καὶ τοῦ Ἐφραὶμ, μικρὰ τῆς ἑαυτοῦ ὑποσχέσεως φροντίσας ἀπωσάμην τὸ πλῆθος· ἀφ᾽ ὧν εἴς τε ἐμὴν καταφρόνησιν, καὶ παντελῆ τῆς εὐσεβείας μεταβολὴν ἤγαγον τὸν λαόν· ὥστε δίκαιόν ἐστιν, αὐτοὺς καὶ ὑπὲρ ταύτης τῆς ἀσεβείας δοῦναι δίκην, ὡς ἂν σωφρονέστεροι γενόμενοι, μετὰ τοῦ προσήκοντος τὴν γῆν οἰκῷεν ἣν τοῖς πατράσιν ἐπηγγειλάμην.

Τάδε λέγει Κύριος· Εἰ μὴ τὴν διαθήκην μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα. Καίγε τὸ σπέρμα Ἰακὼβ, καὶ Δαβὶδ τοῦ δούλου μου, ἀποδοκιμῶ τοῦ μὴ λαβεῖν ἄρχοντας ἐκ τοῦ σπέρματος αὐτοῦ.

Ἡ μὲν οὖν ἔννοια αὕτη, ὅτι Ὥσπερ ὁ ἐπαγγειλάμενος τοῖς ἀνθρώποις, μὴ διαλείπειν τὴν ἐν τῇ κτίσει τάξιν, ἀλλ᾽ εἰσαεὶ ἔσεσθαι χειμῶνα καὶ θέρος, ἔαρ καὶ μετόπωρον μέχρι τοῦ νῦν διετέλεσα φυλάττων τὴν ἐμαυτοῦ ὑπόσχεσιν· οὕτως ἐπαγγειλάμενος τῷ Δαβὶδ ἐκ τοῦ σπέρματος αὐτοῦ εἰσαεὶ βασιλεύειν, οὐ διαψεύσομαι. Τινὲς δὲ τὸ, ἡμέρας καὶ νυκτὸς, ἀκριβάσμαστα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, οὕτως ἡρμήνευσαν, ὅτι Οὐκ ἂν ἐποίησα οὐρανὸν καὶ γῆν, εἰ μὴ ἡμέραν καὶ νύκτα ἐβουλόμην εἶναι· ἀλλ᾽ ὥσπερ ἐξ ἀρχῆς προθέμενος διαδοχὴν εἶναι ἡμέρας καὶ νυκτὸς, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν φυσὶν παρήγαγον, καὶ οὐ διέλυσα τὴν ἐπὶ τῇ κτίσει πρόθεσιν, οὕτως οὐδὲ τὴν ἐπαγγελίαν τὴν πρὸς Δαβὶδ διαλύσω. Εἶτα ἐν τούτοις πείσας τὸν προφήτην ὁ Θεὸς, παρακελεύεται αὐτῷ τὴν ἅλωσιν τῆς πόλεως μηνῦσαι τῷ βασιλεῖ Σεδεκίᾳ, καὶ αἰτίαν προσθεῖναι, ὡς ἀμεταμέλητα πταίουσι, καὶ παραβαίνουσι τὰς ἐπὶ Θεοῦ συνθήκας γενομένας· καὶ ἐλέγχει αὐτοὺς, ἐξ ὧν ἀπήλαυσαν ἐλευθερίας κατὰ νόμον ὀμωμόκοτας, τούτους πάλιν ἀνεκαλέσαντο, καὶ ἐπάγει.

ΚΕΦΑΛ. ΛΔʹ. Οὐκ ἀποθανῇ. Ἵνα κἂν οὕτως ἀναπνεύσῃ· τοῦτο γὰρ γέγονεν ἀπενεχθέντος εἰς Βαβυλῶνα αὐτοῦ· καὶ εἰρήνης ἔτυχε πολλῆς, ἵνα μάθῃ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἵνα εὐπαράδεκτα γένηται τὰ λυπηρὰ, κλαύσονταί σε.

Ὁ λόγος ὁ γενόμενος. Νόμος ἦν παλαιὸς, τὸν Ἑβραῖον ἓξ ἔτη δουλεύειν. Ἐβούλετο γὰρ πρὸς πάντας ἀνθρώπους φιλανθρώπους εἶναι τοὺς Ἰουδαίους. Ἀλλ᾽ ἐπειδὴ μὴ ἤθελον, τέως αὐτοὺς ἀπὸ τῶν συγγενῶν ἀφέλκεται καὶ ἐπάγεται.

Τί οὖν γίνεται; συνελθόντες ὅρκους ἔθεντο, καὶ σπονδὰς ἐποιήσαντο ἐπὶ τῶν ἱερέων, ἐπὶ τῶν ἀρχόντων, ἐπὶ τῶν ἄλλων ἁπάντων ἅπαντες, τοῦ Σεδεκίου μεταξὺ τῶν γιγνομένων ὄντος, ὥστε γενήσεσθαι τοῦτο, καὶ ἕκαστον, ἀφεῖναι τὸν δοῦλον καὶ τὴν δούλην. Εἶτα μετενόησαν ἐπὶ τοῖς γιγνομένοις, καὶ εἴασαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.

Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν. Πρῶτον ὀφειλέτας καταστήσας, οὕτως ἐνομοθέτησα· δουλείας ἀπήλλαξα, καὶ τὰ αὐτὰ ποιεῖν ἐκέλευον· μισθὸν ἀπῄτουν τῶν εὐεργεσιῶν. Μὴ γὰρ δωρεὰν τοῦτο ἔπραξα; Ὅτε καλῶς ἔλαβον τῆς δουλείας τὴν πεῖραν, τότε αὐτοὺς πρὸς τὴν ἄφεσιν ὥρμησα.

Τί οὖν εἴποι τις ἄν; φιλοσοφώτεροι Ἰουδαῖοι ἡμῶν. Καὶ μετ᾽ ὀλίγα· Ἐκεῖ μὲν γὰρ ἑπτὰ συνεχώρησεν ἔτη, ἐνταῦθα δὲ καθόλου τὴν δουλείαν ἀνεῖλεν. Οὐκ ἔστι δοῦλος, οὐκ ἔστιν ἐλεύθερος. —Καὶ μετ᾽ ὀλίγα· Ἵνα μὴ ῥᾳθυμοτέρους τοῦτο τοὺς δούλους ἐργάσηται, Μὴ καταφρονεῖτε αὐτῶν, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, φησίν.

Καὶ ὑπεστρέψατε. Οὐχὶ τὴν εἰς ἐκείνους ἀδικίαν ἐκδικῶ γενομένην μόνον, ἀλλὰ καὶ τὴν τοῦ νόμου παράβασιν. Ὑμεῖς οὐκ ἠκούσατέ μου. Τὸ πᾶν ἡμῖν περὶ τῆς εὐσεβείας κινδυνεύεται. Τί οὖν, φησί; χαλεπὴ ἡ τιμωρία, θάνατος ἀντὶ δουλείας, καὶ τίνος ἕνεκεν οὕτως ἀμείβεται; ὅρκοι παρεβάθησαν, σπονδαὶ κατεπατήθησαν, αὐτὸ τὸ μέγα καθυβρίσθη ὄνομα τοῦ Θεοῦ, ὥστε ὅταν ἴδῃς αὐτοὺς διασπειρομένους, μὴ τὴν εἰς τοὺς δούλους γενομένην ἀδικίαν ἐννοήσῃς μόνον, ἀλλὰ προστίθει καὶ τὸν ὑβρισμένον Θεὸν δι᾽ ἐκείνων, καὶ οὐδὲ τὴν ἀξίαν ὄψει δίκην ὑπομένοντας.

Ἰδοὺ ἐγὼ καλῶ ὑμῖν ἄφεσιν, φησὶ Κύριος. Εἶτα μετὰ βραχέα. Καὶ δώσω τοὺς ἀνθρώπους τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τοὺς λόγους μου τῆς διαθήκης μου, ἧς ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον, ὃν ἐποίησαν εἰς δύο, καὶ διῆλθον διὰ μέσου τῶν διχοτομημάτων αὐτῶν, τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς ἄρχοντας Ἰερουσαλὴμ, καὶ τὰ ἑξῆς.

Τῆς συνθήκης τὸ εἶδος τέθεικεν ὁ προφήτης, ἐναργέστερον τὸν ἔλεγχον ποιούμενος· μόσχον γὰρ θύσαντες τῷ Θεῷ καὶ διχῆ διελόντες, διῆλθον διὰ μέσου, καὶ προσκεκομικότες τὰ διχοτομήματα, συνέθεντο ἀπολύσειν κατὰ τὸν νόμον τοὺς παῖδας ἐλευθέρους τῷ Θεῷ, ὑποσχόμενος τοῦτο ποιήσειν, ὡς δὴ ἐξιλευόμενοι τὸ Θεῖον ἐπὶ τῇ προκειμένῃ ὀργῇ. Εἶτα ἐκ τῆς τῶν ψευδοπροφητῶν αἰτίας, ὡς οὐκ ὀργιζομένου Θεοῦ μεταγράφοντες ἀνεκαλέσαντο τοὺς ἀπολυθέντας.

Ὀργισθεὶς τοίνυν ὁ Θεὸς τὸν ἔλεγχον ποιησάμενος, ἀπειλεῖ αὐτοῖς τὴν ἅλωσιν. Εἴπῃ δ᾽ ἄν τις δικαίως, ὡς κἀκεῖνα τὰ τῆς ἀνακλήσεως ῥήματα καθ᾽ ὃν καιρὸν ἀμείνους ἔδοξαν γενέσθαι, ὑπέσχετο ὁ Θεός· ὅθεν καὶ ὁ προφήτης ὡς ὁρῶν αὐτοὺς μεταβεβλημένους, εἰς ἀπορίαν κατέστη, πολιορκουμένης τῆς πόλεως. Διὰ τοῦτο ὁ Θεὸς πείθων αὐτὸν, καὶ τὴν ἅλωσιν προεῖπε, καὶ ἤλεγξε τὴν γνώμην τῶν σχηματιζομένων τὴν εὐσέβειαν.

Τὴν πόλιν οὐδὲν ἕτερον ἐποίησεν ἐν πολιορκίᾳ εἶναι, ἀλλ᾽ ἢ τὸ μὴ μεῖναι τὰς συνθήκας, καὶ τὰς πρὸς τοὺς Βαρβάρους τῷ Σεδεκίᾳ γεγενημένας. Τί τούτων γένοιτ᾽ ἂν ἀναισθητότερον; Ἐπιορκία τὴν πόλιν εἷλε, καὶ πάλιν τὸ αὐτὸ νόσημα γίνεται, μονονουχὶ φιλονεικοῦντες τῷ Θεῷ ταῦτα ἐποίουν. Ὅσοι κέχρησθε τοῖς ὅρκοις, καὶ παραβαίνετε τούτους, ὁρᾶτε τὰς τιμωρίας.

ΚΕΦ. ΛΕʹ. *Ἣν εἰσήγαγον εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ παστοφόριον υἱῶν Ἀννάν. Τουτέστιν, εἰς τὴν ἐξέδραν τὴν ἀπονενεμημένην τῷ Ἀννάν. Αὐτὸς δέ ἐστιν ἐγγὺς οἴκου τῶν ἀρχόντων ἐπάνω τοῦ παστοφορίου Μαασαίου υἱοῦ Σαλμὼν, τοῦ φυλάσσοντος τὸν σταθμόν. Ὁ Ἑβραῖος, τοῦ φυλάσσοντος τὴν ἐσθῆτα τῆς λειτουργίας.

Καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν. Ἄξιον θαυμάσαι, πῶς ἐν τοιούτῳ δήμῳ ζῶντες, τὴν ἄκραν ἤσκησαν φιλοσοφίαν. Λευῖταί τινες ἦσαν· οὗτοι εἶδον πολλὰ ὑποδείγματα, τοὺς Ναζαραίους, τοὺς περὶ Ἠλίαν καὶ Ἐλισσαῖον, ἐζήλωσαν. Ὁρᾷς, ὅτι εἰ ἐβούλοντο προσέχειν, εἶχον ὑποδείγματα;