Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Προφητείες κατά τών Εθνών: Αίγυπτος, Αλλόφυλοι καί Μωάβ

Η προαναγγελία τής συντριβής τού Φαραώ καί τών Αιγυπτίων, καί οι θεολογικές προειδοποιήσεις εναντίον τής Τύρου, τού Μωάβ, τών Αμμωνιτών καί τής Ιδουμαίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 27 από 28

Ὅτι ταῦτα τότε εἴρηται· οὐ γάρ ἐστιν ἀρχὴ τῆς Αἰγύπτου ὁράσεως, ἀλλ᾽, ὡς προέφην, τὰ τότε ῥηθέντα ὑπομιμνήσκει. Οὗτος γὰρ ὁ Νεχαὼ ἀνελὼν τὸν Ἰωσίαν κατέστησεν Ἰωάχαζ. Ἐπελθὼν δὲ ὁ Ναβουχοδονόσορ, ἀνεῖλε μὲν τὸν Ἰωάχαζ, κατέστησε δὲ τὸν Ἰωακείμ· ὡς οὖν τῆς αὐτοῦ βασιλείας παρασπωμένης ὁ Αἰγύπτιος εἰς τὸν Εὐφράτην γενόμενος συμβάλλει τῷ Ναβουχοδονόσορ. Ἰουδαίων τοίνυν μεγάλα περὶ τῆς δυνάμεως Αἰγυπτίων φρονούντων, καὶ πρὸς τὴν ἐκείνων συμμαχίαν κεχηνότων, ἀπειλεῖ καὶ τὴν ἧτταν, καὶ τὴν ἀπώλειαν τοῦ Νεχαὼ, καὶ κηρύξας πόλεμον, καὶ ματαίαν συμμαχίαν ἀποφηνάμενος ὡς πρὸς Ἰουδαίους ἀποτεινομένους.

Ἄλλος ἦν ὁ Φαραὼ ὁ Οὐαφρὴν οὗτος ὁ Νεχαώ [τοῦ Νεχαώ]. Ὅρα πῶς διὰ παραδειγμάτων καὶ ἔμπροσθεν αὐτοὺς ἐσωφρόνιζεν ὁ Θεός. Ἡττηθεὶς σφόδρα οὗτος, ὅτε καὶ Ἰωακεὶμ ἀνῃρέθη· καὶ οὐδὲν ἐπιεικέστεροι γεγόνασι. Καὶ ὅρα ποῦ ἀπήντησεν, ἐπὶ Εὐφράτῃ.

Ἀναλάβετε. Τίνος οὖν ἕνεκεν ἄρχεται τῆς προφητείας, λέγων καθοπλίζεσθαι; καὶ μετὰ πολλῆς τῆς ἀκριβείας ἔπεισι τὴν ὅπλισιν αὐτῶν πᾶσαν, μονονουχὶ τοὺς στρατηγοὺς μιμούμενος τοὺς ἄγοντας εἰς πόλεμον, καὶ παρακελευομένους; ἤτοι εἰρωνευόμενος τοῦτό φησι.

Διότι οἱ ἰσχυροί. Ὅρα, καὶ τὸν τρόπον λέγει τοῦ πολέμου, ὥσπερ παρὼν, τίνι τρόπῳ ἁλώσονται. Μὴ φευγέτω. Οὔτε ποδῶν ταχύτης, οὔτε σώματος ἰσχὺς, οὔτε ἄλλο οὐδὲν ὠφελεῖ, πάντων περιβεβλημένων [ἴσ. ἀποβεβλημένων], εἰ μὴ πάρεστιν ἡ τοῦ Θεοῦ βοήθεια.

Τίς οὗτος ὡς ποταμός. Οὐ διὰ τὸ μέγεθος καὶ μόνον αὐτῶν τῷ Νείλῳ παραβάλλει, ἀλλὰ καὶ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν ποταμὸν, καὶ τὴν ἀθρόαν ὁρμήν· καὶ δεικνὺς, ὅτι παρὰ τοῦ Θεοῦ ἡ στρατηγία· καὶ γὰρ ἐκεῖνος ὑπὸ Θεοῦ αὔξει.

Ὅτι θυσία. Ἵνα δείξῃ, πῶς εὐφραίνει τὸν Θεὸν τὸ πρᾶγμα, οὐδὲν ἀνθρώπινον γίγνεται. Ἐπεὶ παρασκευάζεσθε ὑμεῖς, οὐδὲν κωλύω, ἵνα μάθητε, τὸ πρὸ τὸν Θεὸν πολεμεῖν περιττόν. Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην παρθένῳ θυγατρὶ Αἰγύπτου. Εἰς κενὸν ἐπλήθυνας ἰάματά σου. Ὠφέλεια οὐκ ἔστι σοι.

Τουτέστι, Σύμπραξον αὐτῇ καὶ σὺ μετὰ τῶν λοιπῶν. Γαλαὰδ γὰρ τοὺς Ἰσραηλίτας λέγει, ἀπὸ τοῦ τόπου ὀνομάσας τοὺς ἐνοικοῦντας. Ἦν δὲ καὶ ἱερέων πόλις, διό φησι· Λάβε ῥητίνην, τουτέστιν, ἔμπλαστρον. Ἵνα εἴπῃ, Ὡς πάλαι εὐσεβοῦσα ἐβοήθεις τῷ λαῷ διὰ τῆς ἱερατείας, οὕτω νῦν παρανομοῦσα δυνήθητι ἰάσασθαι τοὺς τραυματισθέντας ἐν τῷ πολέμῳ· ὠνείδιζον δὲ αὐτοῖς, ὡς πολλάκις διὰ προφητῶν τῶν αὐτόθι κατοικούντων τῆς σωτηρίας ἀξιωθέντων ἐν ταῖς πρὸς τοὺς ἐναντίους μάχαις. Ἵνα εἴπῃ, ὅτι Νῦν ἀσεβοῦσα, χρῆσαι ἐκ τῆς τῶν εἰδώλων συνεργίας τοῖς προκειμένοις, καὶ βοήθησον τῷ Αἰγυπτίῳ, ὃν προστάτην ἡγῇ.

Καὶ τοῦτο εἰρωνευόμενος· ὅτι ὅσα ἂν ποιήσῃς, καὶ συμμάχους ὅσους ἂν καλέσῃς, ταῦτα περιττά. Ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησε. Τουτέστι, καὶ ὁ σύμμαχος, καὶ ὁ ἔξαρχος, ἐπὶ τὸ αὐτὸ ἔπεσον ἀμφότεροι· ἵνα εἴπῃ, Οὐδεὶς περιελείφθη τῶν μετὰ τοῦ Νεχαώ. Ἕως τούτου τὰ πάλαι διηγητὰ, καὶ λοιπὸν ἄρχεται τῆς κατ᾽ Αἰγυπτίων ὁράσεως.

Τὸ διάδηλον τῆς συμφορᾶς, ὅτι ἠσθένησαν ἐν τῇ παρατάξει. Ἐπίστηθι, καὶ ἑτοίμασον σεαυτῇ, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου. Τουτέστι, τὴν δύναμίν σου, ἢ τὴν ἀσφάλειαν· ἐχρήσατο δὲ μεταφορᾷ. Σμίλαξ γὰρ ἄκανθά ἐστιν ἐπὶ πολὺ ἐκτεινομένη, ᾗ κέχρηνται μάλιστα ἐν τοῖς ἀγροῖς, οἱ φραγμοὺς ποιοῦντες, διὰ τὸ περιπλοκαῖς κεχρῆσθαι πολλαῖς, καὶ ἀσφαλῆ τὸν φραγμὸν ἐργάζεσθαι.

Ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου· βοτάνη ἐστὶ πάντα κατατρώγουσα. Διατί ἔφυγεν ὁ μόσχος σου ὁ ἐκλεκτός; Ὡς πρὸς Ἰουδαίους λέγει. Μόσχον δὲ λέγει τὸν Αἰγύπτιον, ὡς ἰσχυρόν. Ἐπειδὴ τοιαύτην περὶ αὐτοῦ τὴν ὑπόληψιν εἶχον. Εἶτα ἡ αἰτία· Οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν.

Οὐ γὰρ τῇ τοῦ Θεοῦ ἀποφάσει ἠδύνατο ἀντιστῆναι. Ὁ βασιλεύς σου, ἀληθέστερον δὲ ὁ θεὸς Αἰγυπτίων, ὁ Ἄπις· οὕτω γὰρ ἐκάλουν τὸν μόσχον, ἀχυροφάγον ὄντα καὶ Θεὸν νομιζόμενον. Ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλουν, καὶ εἶπον· Ἀναστῶμεν, καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς.

Τὸ, ἕκαστος, τουτέστι, τῶν συμμάχων. Ἵνα εἴπῃ· Ἔγνωσαν τότε μάτην ἐπικουροῦντες τῷ Αἰγυπτίῳ. Τὸ δὲ, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς, οὐκ ἄλλως [ἴσ. οὐ καλῶς] ἡρμήνευται. Ὁ γὰρ Ἑβραῖος οὕτως ἔχει· Ἀπὸ μαχαίρας ὀξείας καὶ σφοδρᾶς. Ἔστιν δὲ κἀνταῦθα ἀπὸ τῆς ἐπωνυμίας ἡ ἐναλλαγὴ τῆς ἑρμηνείας. Τὸ γὰρ Ἰωάνναν σημαίνει Ἕλληνες, ἐπειδὴ ἀπὸ τούτου Ἴωνες. Τὸ δὲ ἰῶνα σημαίνει τὸ ὀξὺ καὶ τμητικόν. Ἀπὸ οὖν τῆς ὁμοιότητος, ἀντὶ τοῦ, Μαχαίρας ὀξείας, Μαχαίρας Ἑλληνικῆς ἡρμήνευσαν.

Ὅρα; πῶς πάντα ἀκριβῶς διαγράφει, καὶ ἐνδιατρίβει ἀπὸ τοῦ σφόδρα θαῤῥεῖν. Καλέσατε τὸ ὄνομα Φαραὼ βασιλέως Αἰγύπτου, Σανωὲ, Ἐβηρὲ, Ἐλμοὴθ, καιρὸς παρεγένετο. Αἱ λέξεις αὗται εἰσὶ μὲν Ἑβραϊκαί. Ἑρμηνεία δέ πως εἶναι δοκεῖ τῶν λέξεων τό· Καιρὸς ἀπεγένετο.

Τὸ γὰρ Σαὸν, ἦχον σημαίνει, οἱονεὶ, τὸ ἐξάκουστον, καὶ περίφημον. Τὸ δὲ Ἐβῆρ, παρῆλθες. Τὸ δὲ Ἐλμοὴθ, παραγέγονεν. Ἵνα οὖν εἴπῃ, ὅτι ὁ Φαραὼ ἐξάκουστος, καὶ πανταχοῦ τῇ δόξῃ βοώμενος, οὗτος τῆς προσούσης ἐξέπεσε τιμῆς, καὶ ἧκε τῆς κατ᾽ αὐτοῦ ἀποφάσεως ὁ καιρός. Τὸ δὲ, Καλέσατε τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ τῆς θείας Γραφῆς ἰδίωμα, τὸ ὄνομα ἀντὶ πράγματος ἔλαβεν.

Καιρὸς παρεγένετο, σὺν ταραχῇ ἦχος, παραχθέντα, ἤτοι περὶ συνθήκας ἀγνώμονα αὐτόν φησι γεγενῆσθαι. Ὥσπερ ἐστὶν ὁ Θαβὼρ ἐν τοῖς ὄρεσι, καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει, οὕτως ἔσται μέγας, φησὶ, καὶ ἀχείρωτος.

Ζῶ ἐγὼ, λέγει Κύριος, Βασιλεὺς τῶν δυνάμεων ὄνομα αὐτῷ, ὅτι ὥσπερ ἐστὶν ὁ Θαβὼρ ἐν τοῖς ὁρίοις, καὶ ὡς Κάρμηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει. Παραδείγματι τῆς συμφορᾶς τὸ πλῆθος ἐσήμανε. Βούλεται γὰρ εἰπεῖν, ὅτι ὡς ὁ Θαβώρ ἐστι μεταξὺ τῶν ὀρέων, καὶ ὁ Κάρμηλος περιέχεται ὑπὸ θαλάσσης, οὕτω καὶ ὑμεῖς περισχησθήσετε [ἴσ. περισχεθήσεσθε] τοῖς κακοῖς.

Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ κατοικίας θυγατρὸς Αἰγύπτου. Τουτέστι, Παῦσαι πολεμοῦσα, καὶ μετοικίας λαβοῦσα σκεύη· ἀκολούθει τοῖς κρατοῦσιν· ἵνα εἴπῃ, ὅτι Μέτοικος γενήσῃ. Οὐκ ἔχει τις οὐ σώματος ἀσθένειαν, οὐκ ὀλιγότητα αἰτιάσασθαι. Ὡς μόσχοι σιτευτοὶ ἦτε, καθωπλίσθητε· οὐκ ἐν τῇ πόλει ἡμῶν ὁ πόλεμος. Πρότεροι ἐπήλθετε, ὡς ἀκρὶς ἦτε. *Δάμαλις καλὴ, κεκαλλωπισμένη, καλλίστη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἦλθεν ἐπ᾽ αὐτήν.

Κατὰ μὲν τὸ Ἑλληνικὸν δῆλον ὃ λέγει, ὅτι Ἡ ἰσχυρὰ καὶ κεκαλλωπισμένη αἰχμάλωτος ἀπαχθήσεται ὑπὸ Βαβυλωνίων. Ἔχει δέ τίνα ἐναργεστέραν τὴν ἔννοιαν ὁ Ἑβραῖος. Ἀντὶ γὰρ τοῦ, Ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἥξει ἐπ᾽ αὐτὴν, οὕτως ἔχει· Οἶστρος ἥξει ἐπὶ σέ. Εἶδος δὲ τοῦτό ἐστι ζώου πλήττοντος βοῦς, καὶ εἰς μανίαν ἄγοντος. Ἐπειδὴ τοίνυν δαμάλει παρείκασε τὴν Αἴγυπτον σφόδρα γενναίᾳ καὶ ἐπιτερπεῖ, οἴστρῳ παρείκασε τὸν Βαβυλώνιον, ἵνα δείξῃ τὸ ἀσθενὲς τῆς Αἰγύπτου, ἵνα εἴπῃ· Σὺ ἡ δοκοῦσα πολλὴν τὴν ἰσχὺν περιβεβλῆσθαι, ὑπὸ τῶν νομιζομένων ἀσθενῶν καθαιρεθήσῃ τὴν ἰσχύν.

Διότι καὶ αὐτοί. Καὶ γὰρ τοῦτό φησι· Πόθεν οὖν ἡ ἧττα; ἢ δηλονότι παρὰ Θεοῦ· ὅτι τοσοῦτοι ὄντες ὡς ἀκρὶς εἰς πλῆθος, ἡττήθητε. Φωνὴ αὐτῶν ὡς ὄφεως. Τουτέστιν, ὀδυρόμενοι καὶ θρηνοῦντες. Ὅτι ἐν ἄμμῳ.

Τουτέστιν οὐ βεβαίως. Ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς. Ὁρᾷς παράδοξον τὴν ἧτταν, καὶ παρὰ προσδοκίαν τὴν νίκην· Μὴ φοβοῦ, ὅτι ἐπανάξω σε; λανθανόντως αὐτοῖς προλέγει, καὶ καλῶς, Μὴ φοβοῦ, ἐπειδὴ πλησίον ἦν. *Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν αὐτῆς, καὶ ἐπὶ Φαραὼ, καὶ ἐπὶ Αἴγυπτον, καὶ ἐπὶ τοὺς θεοὺς αὐτῆς, καὶ τὰ ἑξῆς.

Ἀμμωνῖται ὑπόσπονδοι ἦσαν Αἰγυπτίοις· ἐθάῤῥουν δὲ αὐτῶν σφόδρα τῇ συμμαχίᾳ, καὶ διὰ τιμῆς πάντα τὰ λοιπὰ ἔθνη ἐτύγχανον τῷ Αἰγυπτίῳ· διὰ τοῦτο τοίνυν τῆς Ἀμμὼν ἐμνημόνευσεν.

ΚΕΦΑΛ. ΜΖʹ Καὶ ἀφανιῶ τὴν Τύρον. Οὐδὲ γενομένων τῶν πραγμάτων διασώζεις; Ταῦτα ἀπήγγειλεν, ἵνα πιστώσηται καὶ τὴν ἐρήμωσιν καὶ τὴν τῶν εἰδώλων ἀπώλειαν. *Ὅτι ἐξολοθρεύσει Κύριος τοὺς Ἀλλοφύλους, τοὺς καταλοίπους τῶν νήσων καὶ Καππαδοκίας.

Ἤτοι [ἴσ. οὕτως] τῆς παραλίου νήσους καλεῖ, καὶ ὅτι ἀπὸ τῶν νήσων αὐτόθι κατῴκησαν πολεμούμενοι, ἑλόντες τοὺς ἤδη πρότερον κατοικοῦντας αὐτόθι· ἐμμείναντες δὲ τῷ τόπῳ. Καὶ Καππαδοκίας δὲ λέγει, ὡς νενικηκότων τούτων, καὶ ἑλομένων αὐτόθι κατοικεῖν.

Οὕτω γὰρ καὶ δι᾽ ἑτέρου προφήτου λέγει· Τοὺς Ἀλλοφύλους ἀπὸ Καππαδοκίας ἤγαγον. Ἥκει φαλάκρωμα ἐπὶ Γάζαν· ἀπεῤῥίφη Ἀσκάλων, καὶ τὰ λοιπὰ τῶν ἐν Ἀκήμ. Ἵνα εἴπῃ, πάντες οἱ ἰσχυροί. Πῶς ἡσυχάσει; Πόρθησιν μὲν τῆς Ἰδουμαίας προλέγει ὁ προφήτης· τὴν δὲ αὐτήν φησι καὶ Θαιμὰν, ἥτις ἐστὶ χώρα τοῦ Ἡσαῦ.

ΚΕΦΑΛ. ΜΗʹ. *Ἀνεπαύσατο Μωὰβ ἐκ παιδίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ. Ὅτι διὰ παντὸς ἀπήλαυσεν εὐθηνίας, καὶ ἡσυχίας, καὶ διὰ τοῦτο ταῦτα ἔπαθε, τῇ εὐπαθείᾳ πρὸς οὐδὲν δέον χρησάμενος. *Τὸ ἀπροσδόκητον κακὸν ἠβουλήθη παραστῆσαι.

Βούλεται γὰρ εἰπεῖν, ὅτι ἐξ ἀρχῆς μέχρι τοῦ νῦν πέπονθεν οὐδὲν, οὐχ ὅτι καὶ ἤδη παρὰ τοῦ Σεναχειρεὶμ οὐχ ἑάλω· ἢ γὰρ οὐχ ἡττήθη ἐν πολέμοις. Τὰ γὰρ τῆς προφητείας τοῦ Ἡσαΐου κατὰ τῆς Μωαβίτιδος, ἐξῆλθεν ἐπὶ τοῦ Σεναχειρείμ· ἀλλὰ βούλεται κατὰ σύγκρισιν τῶν παρόντων μηδὲν αὐτὴν πεπονθέναι· οὐδὲ γὰρ ἐνεδέχετο παντάπασιν ἀλύπως αὐτὴν διαγαγεῖν. Ἢ βούλεται σημᾶναι τὸ χρόνιον τῆς ἀνέσεως· οὐδὲ γὰρ ὀλίγος ἀριθμὸς ἐτῶν ἐστιν ἀπὸ τοῦ Ἐζεκίου, ἐφ᾽ οὗπερ καὶ πέρας τὰ κατὰ τὸν Σεναχειρεὶμ ἔλαβε, μέχρι τῆς ἁλώσεως τῆς ἐσχάτης Ἱεροσολύμων, καὶ τῆς κατὰ τῶν λοιπῶν ἐθνῶν ἀνόδου τοῦ Ναβουχοδονόσορ. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μηνύει τὰ ἐπαγόμενα.

Καὶ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾠχήσατο· διὰ τοῦτο ἔσται γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. Παραδείγματι ἐχρήσατο, ἵνα αὐτοῦ τῆς ἀνέσεως τὸν χρόνον σημάνῃ· ὡς γὰρ οἶνος, φησὶ, βληθεὶς εἰς ἀγγεῖον ἐπὶ πλεῖστον χρόνον φυλαττόμενος, καὶ μὴ μεταβαλλόμενος, τὴν μὲν τρύγα καθίστησιν εἰς τὸν τοῦ ἀγγείου πυθμένα, εὐώδης δὲ γίνεται καὶ ἡδὺς πρὸς πότον· οὕτω, φησὶ, γέγονε καὶ ὁ Μωάβ· ἀνείθη ἐπὶ πολλῷ τῷ χρόνῳ καὶ ἔχει τὴν οἰκείαν σύστασιν, καὶ περίφημος ἐπὶ τῇ εὐκοσμίᾳ γεγένηται, ἀλλ᾽ οὔτιγε εἰς τέλος διαμενεῖ, δίκην δὲ δώσει τοῦ Θεοῦ ἀποφηναμένου.

Καὶ ἐξαποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτόν. Ὁ Ἑβραῖος, Ἰῶντας, ἔχει· τῇ γὰρ μεταφορᾷ ἐπέμεινε· δήλη δὲ ἡ ἔννοια, καὶ ἀπὸ τῆς τοῦ Ἑλληνικοῦ ἑρμηνείας *Κατάβηθι ἀπὸ δόξης. Τουτέστιν, ἀπὸ τοῦ ὕψους εἰς ἔδαφος.

Καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη. Οὕτως οὐδαμόθεν ἔσται παραμυθία. Ὅταν γὰρ ὁ Θεὸς ἐπάγῃ κακὰ, οὐ σώματος ἰσχὺς, οὐ σοφία ψυχῆς, οὐκ ἄλλο οὐδὲν ὠφελεῖ. Ἀνάγγειλον ἐν Ἀμὼν, ὅτι ὤλετο Μωὰβ, καὶ κρίσις ἔρχεται ἐπὶ τὴν γῆν τοῦ Μησὼρ, ἐπὶ Χηλὼν, καὶ ἐπὶ Ἀσὰ, καὶ τὰ ἑξῆς.

Μισὼρ, τουτέστι, τῆς πεδιάδος. Χηλὼν δὲ καὶ τὰς λοιπὰς πόλεις λέγει, ὡς ἐν τῇ πεδιάδι κειμένας. Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη, φησὶ Κύριος. Τουτέστι, τὰ ἐν ταῖς χερσὶν αὐτοῦ ὅπλα. *Οὐχὶ κατὰ τὸ ἱκανὸν αὐτοῦ, οὕτως καὶ οἱ βραχίονες αὐτοῦ.

Τουτέστιν, οὐκ ἀξίως τῆς φήμης ἔπραξαν. Ἰσχυρὰ μὲν γὰρ νενόμισται· ὤφθη δὲ ἀσθενὴς ἐν πολέμοις ἐπὶ Μωάβ. Πάντοθεν βοήσατε ἐπὶ ἄνδρας τοίχου κειράδας αὐχμοῦ. Τὸ δὲ, Ἐπὶ ἄνδρας τοίχου, τουτέστι, τοὺς ἰσχυρούς· τὸ δὲ, κειράδας αὐχμοῦ, τουτέστι, κιθάρα μέλους.

Ἵνα εἴπῃ, Καθέλετε αὐτὴν ἀξίαν θρήνων πεποιηκότες. Ἐπάγει γοῦν· Καὶ μέλος ἐρεῖ. Ἡρμήνευσε γὰρ τὸ, κειράδας αὐχμοῦ, τουτέστιν, ὥσπερ ἐν κιθάρᾳ, οὕτως πενθοῦσα ἐμμελῶς, ἀνακλαύσεται. Εἶτα προϊὼν πάλιν φησί· *Διὰ τοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοὶ βομβήσει καρδία μου ἐπ᾽ ἀνθρώπους τοίχου κειράδας αὐχμοῦ, ὥσπερ αὐλοὶ βομβήσει.

Τουτέστι, περὶ τοὺς ἰσχυροὺς ἄνδρας, ὥσπερ μέλος κιθάρας ἢ αὐλῶν ἦχος γενήσεται τὸ πένθος. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Καὶ ἠχήσει πάλιν ἐπὶ τοῦ τοίχου τοῦ ἔχοντος ἀντιβάσεις ἰσχυρούς. Τοῖχον δὲ καλεῖ τὸν βασιλέα· ἀντιβάσεις δὲ τὸν λαόν.

Ἐν ἑκατέρῳ δὲ σώζεται ἡ αὐτὴ ἔννοια. Ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβὼν, φλὸξ ἐκ πόλεως Σιὼν, καὶ κατέφαγε ἀρχηγοὺς Μωάβ. Τούτοις τοῖς ῥητοῖς ἐχρήσατο Μωϋσῆς ἀθρόαν τότε τὴν ἀπώλειαν τῆς Μωὰβ μηνύσας ἀπὸ τῶν τῆς Ἐσεβὼν οἰκούντων. Ἵνα τοίνυν εἴπῃ, ὅτι τὴν ὁμοίαν τιμωρίαν πείσεται καὶ νῦν, ἣν πάλαι ὑπέστη.

Καὶ ἐξηρεύνησεν υἱοὺς Σαών. Ὁ Ἑβραῖος, καὶ ἐξήλειψε τοὺς κυρίους τῶν βωμῶν· ἀντὶ γὰρ τῶν βωμῶν, τὸ Σαὼν ἔφη· δέον γὰρ θεῖναι Βαμὼθ, βωμὸν σημαίνει. Οὕτω δὲ κεῖται καὶ παρὰ τῷ Ἑβραίῳ.

ΚΕΦΑΛ. ΜΘʹ. Μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παραλειψόμενος οὐκ ἔστιν ἐν αὐτοῖς; Τουτέστι, Μὴ οὐκ οἰκοῦνται τῷ Θεῷ; ἢ ἔρημοί εἰσι πάσης βοηθείας, ὅτι κατὰ τῶν Ἰσραηλιτῶν οὕτως ἐπήρθησαν; ἵνα δείξῃ Ἰουδαίοις, ὅτι διὰ τὰ κατ᾽ αὐτὸν γενόμενα κακὰ τιμωρεῖται τὰ ἔθνη.

Τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις, ἐν Ἰακίμ; Ἰακὶμ πόλις ἦν μεγίστη ἐν τῇ πεδιάδι κειμένη, ἢν ὁρμητήριον κατὰ τῶν πολεμίων ἐκέκτηντο. Λέγει οὖν, ὅτι Μὴ θαρσεῖτε ἐπ᾽ αὐτῇ, καταστρέφεται γάρ. Διέῤῥευσε τὰ πεδία σου.

Τουτέστιν, Οὐκ αὐτὴ μόνον ἀπώλετο, ἀλλὰ καὶ αἱ λοιπαὶ ἐν ταῖς πεδιάσι κείμεναι μετ᾽ αὐτῶν τῶν πεδίων, τῶν πολεμίων πάντα τὰ προσπεσόντα δῃουμένων. *Ἐπὶ κατάρασιν τῆς Βοσὼρ ἐν μέσῳ μέρους αὐτῆς. Τὴν Βόστραν λέγει· ἡ γὰρ νῦν Ἀραβία, τότε Ἰδουμαία ἦν. Τὸ δὲ, Ἐν μέσῳ μέρους αὐτῆς, συνημμένας, ἔχει διὰ τὸ εἶναι αὐτὴν μητρόπολιν.

Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Ἐθὰμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς. Τὸ Ἐθὰμ ὀφείλει ἔχειν κατὰ τὸ Ἑβραϊκόν· σημαίνει δὲ τὸ ἰσχυρόν· βούλεται δὲ εἰπεῖν, ὅτι ὁ βάρβαρος καθάπερ λέων ἀναβὰς, πορθήσει τὴν χώραν· τοῦ δὲ Ἰορδάνου ἐμνημόνευσεν, ὡς αὐτόθι μάλιστα τούτων τῶν θηρίων δεικνυμένων, καὶ ὄντων φοβερῶν. *Τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς ἢν ἐπάταξε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος.

Λέγει κατὰ τῶν Σαρακηνῶν· οὕτως γὰρ ἔχει ἔθος ἡ θεία Γραφὴ καλεῖν τὸ ἔθνος τῷ τοῦ Κηδὰρ ὀνόματι. Τὸ δὲ τῇ βασιλίσσῃ τῆς αὐλῆς, ὄνομά ἐστι πόλεως, ὃ κατὰ μὲν τὴν Ἑβραίαν φωνὴν ἐκαλεῖτο Μελχὲθ Ἀσὼρ, ὅπερ ἑρμηνεύων, ἐποίησε βασίλισσαν. Τὸ δὲ Ἀσὼρ αὐλὴν σημαίνει· ἴσως οὖν καὶ ὡς μητρόπολιν οὕτως ἐκάλουν τὴν πόλιν, ὡς τὰ πολλὰ γίνεσθαι φιλεῖ, ταύτην ἔλαχεν οὖσα τὴν ἐπωνυμίαν. Εἶτα μετὰ τοῦτο προφητεύει κατὰ τῆς Ἀϊλά. Φασὶ δὲ εἶναι Ἐλαμίτας, τοὺς νῦν καλουμένους Πέρσας.