Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Η Πτώση τής Βαβυλώνας καί τό Τέλος τής Αφήγησης

Οι προφητείες γιά τήν καταστροφή τής Βαβυλώνας καί τών ειδώλων της, καί ιστορικό επίμετρο γιά τήν άλωση τής Ιερουσαλήμ καί τή λεηλασία τού Ναού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 28 από 28

ΚΕΦΑΛ. Νʹ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι. Ὥσπερ παραδόξου πράγματος, καὶ οὕτως ἐκβάντος, τὰ προοίμια οὕτω ποιεῖται. Τὸ γὰρ εἰπεῖν, Μὴ κρύψητε, ὡς παρ᾽ ἀξίαν αὐτῆς παθούσης, ἢ ὅτι καὶ οὐδεὶς αὐτῆς ἀγνοήσει τὰς συμφορὰς, καθάπερ ἐπὶ τοῦ Φαραὼ πεποίηκεν ὁ Θεὸς, ἵνα ἐνδείξηται τὴν ὀργὴν αὐτοῦ, καὶ γνωρίσῃ τὸ δυνατὸν αὐτοῦ, οὕτω καὶ τῆς πόλεως ταύτης τῆς Βαβυλῶνος. Ὁρᾷς αὐτὸν ὁλοκλήροις ταῖς πονηρίαις εἰς τὴν ὠφέλειαν τῶν λοιπῶν ἀποχρώμενον διὰ τὴν οἰκείαν εὐμηχανίαν.

Κατῃσχύνθη Βῆλος. Δείκνυσιν ὅτι οὐκ ἀνθρωπίνης ἀκολουθίας τὸ πρᾶγμα ἦν. Ἦν γὰρ πασῶν ἰσχυροτέρα, καὶ ἐν εὐπραγίᾳ διάγουσα. Οὐ τὸ τρυφερὸν ἐδυσώπησε τὸν Θεὸν, οὐκ ἄλλο οὐδέν. Καὶ καλῶς κατῃσχύνθη παρὰ προσδοκίαν ὑπὸ ἀναξίων.

Παρεδόθη Μαιρωδάχ. Οἱ ἐλάττους αὐτῶν, καὶ εἰς τέλος αὐτοὺς ἀναλώσουσιν. Ἐν ταῖς ἡμέραις. Ὅρα αὐτοὺς οὐχὶ φεύγοντας, ἀλλὰ συντεταγμένους· τίνος ἕνεκεν κλαίοντες; ἐν τῷ καιρῷ τῶν εὐεργεσιῶν μάλιστα τῶν ἁμαρτημάτων αἰσθάνονται, ὅτι εἰς οὕτως ἥμερον καὶ φιλάνθρωπον Θεὸν ἐξύβρισαν, τὸν οὐκ ἀνεχόμενον εἰς τέλος αὐτοὺς ἀπολέσθαι, τὸν ἐν τῇ τῶν ἐχθρῶν ἐκδικίᾳ αὐτοὺς ἀναγαγόντα.

Διαθήκη γὰρ αἰώνιος. Ὅρα πάλιν αὐτῶν ὡς καταστέλλει τὰ φρονήματα· ἵνα γὰρ τὴν ἐπάνοδον μὴ τοῖς οἰκείοις κατορθώμασι λογίσωνται, φησὶν ἐκ παλαιᾶς συνθήκης τοῦτο γεγονέναι. Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου.

Ἵνα γὰρ μὴ λέγῃ τις, Τίνος ἕνεκεν ἀπώλεσας καὶ σώζεις; διὰ τὴν οἰκείαν ῥᾳθυμίαν ἀπώλοντο αὐτοὶ καὶ οἱ προστάται. Οὐκ οὖν ἐκείνους ἔδει δοῦναι δίκην, ἀλλὰ καὶ τούτους, ὥστε καὶ πείθεσθαι. Ἐπελάθοντο κοίτης αὐτῶν.

Τοῦτο αὐτῶν ἔγκλημα, τὸ τῆς πατρίδος ἐπιλαθέσθαι. Πάντες οἱ εὑρίσκοντες αὐτούς. Ὅρα πῶς αὐτὸς φιλάνθρωπος ἄνωθεν εἰωθὼς αὐτοὺς εὐεργετεῖν, οἱ δὲ ἄδικοι. Τουτέστι, μὴ ἐμφιλοχωρεῖτε τῇ Βαβυλῶνι, ἐπειδὴ ἐναπέμειναν ἐκεῖ. Ἢ εἰ μὴ τοῦτο, ὡς δράκοντες, τουτέστι φοβεροὶ καὶ ἐπαχθεῖς.

Ἐπ᾽ ἀγαθὰ, ἐσχάτη. Ἀπὸ τοῦ τόπου φησὶν ἐσχάτην, ὅτι κατὰ πάντων ἐκράτησεν ἀναιροῦσα αὐτούς. Ἢ ὅτι τῷ Θεῷ ἥμαρτε· μάλιστα μὲν καὶ ἐκ τῆς προῤῥήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀνόδου τῆς Ἰουδαϊκῆς τοῦτο δῆλον. Ὁ γὰρ τοὺς λαβόντας τὴν πόλιν ἀναπείσας τούτους ἀφεῖναι μετὰ τοσαύτης τιμῆς, οὗτος καὶ τὴν νίκην εἰργάσατο, πανταχοῦ φησιν, ὅτι ὁ Θεὸς αὐτὴν παραδίδωσι.

Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. Εἰ μὴ γὰρ πεπλανημένον ἦν, οὐχ ἑάλω· τὴν γὰρ ἀπὸ τῆς φύσεως ἀσθένειαν ἐτείχιζεν ἡ τοῦ ποιμένος ἰσχύς. Πρόβατον ἦν, ἀλλ᾽ ὑπὸ ποιμένι Θεῷ εἰ πρόβατον ἔμεινε καὶ καταπειθὲς, καὶ ὑπήκοον, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν· οὐδὲ γὰρ ἐξ ἀσθενείας, ἀλλ᾽ ἐκ τοῦ τῆς ποιμαντικῆς ἀποῤῥαγῆναι προνοίας, ὑπέμεινεν ἅπερ ὑπέμεινεν.

Λέοντες ἔξωσαν αὐτόν. Ὅρα, πῶς πανταχοῦ τὴν ἐπίτασιν τῆς τιμωρίας ἐγκαλεῖ. Διὰ τοῦτο τάδε λέγει. Οὐκ εἶχες ἱκανὸν παράδειγμα; Οὐκ ἤκουες τί ἔλεγεν ἐκεῖνος; Καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Τοῦτο γέγονε, καὶ τέλος ἔλαβεν· Εἶδες ὅτι ἐγὼ ἐκεῖνον παρέδωκα, πολλῷ μᾶλλον καὶ περὶ σαυτοῦ πείσθητι.

Ζητήσουσι. Οὐκ εἶπεν, Ἐπειδὴ διωρθώσατο· ἀλλὰ, Ἐπειδὴ τῆς ὀργῆς ἀπέστην ἐγώ. Οὐκ εἶπεν, ὅτι Ἔσται μὲν, οὐ τιμωρήσεται δὲ, ἀλλ᾽, Οὐδὲ φανεῖται αὐτή· ἄρα τὰ ἁμαρτήματα αὐτὴν παρέδωκεν, οὐκ ἀσθένεια Πῶς συνεκλάσθη;

Εἶδες πῶς παρέστησεν αὐτῆς τὴν ἰσχύν; πῶς τὴν πληγὴν τὴν ἀφόρητον; Εἶτα πανταχοῦ φησιν, Ὅτι τῷ Κυρίῳ ἀντέστη, ἥμαρτε· καὶ τὸν τρόπον τῆς ἁμαρτίας, Καθὼς ἐποίησε, ποιηθήσεται αὐτῇ. Ἀνταπόδοτε αὐτῇ. Καὶ τὴν μακροθυμίαν, ὅτι ἥκει ὁ καιρὸς αὐτῆς.

Ὥστε καὶ τὸν καιρὸν ἀνέμεινε, καὶ οὐδὲν πλέον ἐγένετο. Τάδε λέγει Κύριος. Οὐκ ἠθέλησαν ἀπολῦσαι αὐτούς. Ἢ τοῦτό φησιν, ὅτι οὐκ ἂν ἀπέλυσαν οὕσπερ κατεῖχον αὐτοπροαιρέτως, ἀλλ᾽ ἀνθίσταντο τῷ Θεῷ, καθάπερ ὁ Αἰγύπτιος Φαραώ.

Καθὼς κατέστρεψε. Τί οὖν, οὐ κατοικεῖται; Ὥσπερ οὖν τοῦτο τῆς ὑπερβολῆς, οὕτω καὶ ὅταν λέγῃ· Καθὼς ὤμοσα, ἐν τῷ ὕδατι τῷ ἐπὶ Νῶε ἐξ ὑπερβολῆς· εἶτα συνεχῶς ἐνδιατρίβει τοῖς αὐτοῖς λόγοις. Τίνος ἕνεκεν;

Ἐπειδὴ ἄπιστον ἦν καὶ παράδοξον τὸ λεγόμενον, ὅτι Βαβυλὼν ἁλώσεται, ταχυτέρῳ κέχρηται τρόπῳ, ἐκτείνας τὴν ἅλωσιν αὐτῆς. Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ Βοῤῥᾶ, καὶ ἔθνος μέγα, καὶ βασιλεῖς ἐξεγερθήσονται ἀπ᾽ ἐσχάτου τῆς γῆς, τόξον καὶ ἐγχειρίδιον ἔχοντες.

Τουτέστιν, ἀσπίδα· τοῦτο γὰρ ἑρμηνεύει τὸ ἐγχειρίδιον, τῷ περὶ τὸ ἐν τῇ χειρὶ φέρεσθαι. Ἰδοὺ ὡς λέων ἀναβήσεται ἀπὸ φρυάγματος τοῦ Ἰορδάνου εἰς τόπον Ἐθάμ. Λέοντι παρείκασε τὸν Μῆδον. Τὸ δὲ, ἀπὸ φρυάγματος τοῦ Ἰορδάνου εἰς τόπον Ἐθὰμ, ὡσανεὶ αὐτόθι τῶν λεόντων εἰωθότων φαίνεσθαι. Ἐθὰμ δὲ πόλις ἐστὶν ὅμορος τοῦ Ἰορδάνου.

ΚΕΦΑΛ. ΝΑʹ. Ποτήριον χρυσοῦν Βαβυλών. Εἰ ποτήριον χρυσοῦν ἐν χειρὶ Κυρίου, τίνος ἕνεκεν κολάζεται; Ὅτι μειζόνως ἐκόλασε, καὶ ἐτιμωρήσατο, ἄρα καὶ ἴσχυσε δι᾽ ἐμοῦ. Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον.

Τουτέστιν, ὡς κόνιν, ἵνα εἴπῃ· Ἰσχυρόν σε ὄντα εἰς οὐδὲν ἐργάσομαι. Ἔλαβε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν καιομένων λίθων εἰς ἄσβεστον. Παραγγείλατε ἐπ᾽ αὐτῇ βασιλείαις Ἀραρὰθ, παρ᾽ ἐμοῦ. Καρδαουΐνους εἶναί φασι, καὶ τοῖς Ἀχαναζαίοις, τοὺς ἀπὸ Πόντου λέγει.

Διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται. Τουτέστι, φεύγων ἀπαντήσει πολεμίῳ, κἀκεῖνος διώξεται, ὥστε αὐτὸν ἁλῶναι. *Καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν, καὶ εἰς κατοικίαν δρακόντων, καὶ εἰς θήνας. Κατὰ μὲν τὸν Ἑλληνικὸν μηνύει ὅτι εἰς ἐρημίαν ἔσται ἀκανθώδη· θῆνας γὰρ λέγει τὰς θάμνους.

Ὁ δὲ Ἑβραῖος εἰς κοιλότητας ἑρμηνεύει. Θωὸν γάρ ἐστιν ἡ κοιλότης, ὅπερ θῆνας ἡρμήνευσεν εἰς τὸν Ἑλληνικόν. Ἐπὶ τὸ αὐτὸ, ὡς λέοντες ἐρεύξονται οἱ νεανίσκοι αὐτῶν. Τινὲς μὲν ἐπὶ τῶν πληττομένων αὐτὸ ἔλαβον τῶν Βαβυλωνίων, ὡσανεὶ ἀναβοώντων ἀπὸ τῆς πληγῆς ἐξάκουστον, καθάπερ λέων βρύχων. Ἄμεινον δὲ ἐπὶ τῶν Μήδων αὐτὸ λαβεῖν, ὡς φοβερῶν αὐτῶν ὄντων, τῷ τοῦ λέοντος παραδείγματι εἴωθε χρῆσθαι ἡ θεία Γραφή. *Πῶς ἑάλω Σισόχ;

Ὄνομα βασιλέως εἶναί φασι τὸ Σισὸχ, μηνύειν δὲ τοὺς Αἰθίοπας· ἑρμηνεύεσθαι δὲ ἀπὸ τοῦ Χοῦς, ἀφ᾽ οὗ Αἰθίοπες γεγόνασιν· ὡς οὖν τούτων συμμαχούντων τῷ Βαβυλωνίῳ ἐν τῷ πρὸς τοὺς Μήδους πολέμῳ, καὶ ἡττωμένων φασὶ τὸν προφήτην αὐτῶν μνημονεῦσαι.

Καὶ ἐκδικήσω ἐπὶ τὸν Βὴλ ἐν Βαβυλῶνι, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ οὐ μὴ συναχθήσεται ἔτι πρὸς αὐτὸν τὰ ἔθνη. Κατὰ μὲν τὰ πρὸς τὴν ἀκολουθίαν, ἐπὶ τῶν Βαβυλωνίων τοῦτ᾽ ἔστιν ἐκλαβεῖν, ὅτι μετὰ τῶν εἰδώλων, καὶ πᾶσαν τὴν δυναστείαν αὐτῶν καθελῶ.

Κατὰ δὲ τὸ ῥητὸν ὡς ἐπὶ τῶν εἰδώλων. Τινὲς δὲ οὕτως ἐνόησαν τὸ, Ἐξοίσω ἃ κατέπιε, τουτέστιν, Ἐξαρῶ τὸ μαντεῖον τοῦ Βὴλ, ὥστε αὐτὸν τοῖς πᾶσιν εἶναι εὐκαταφρόνητον. Παραβολὴ ἐπὶ παραβολήν. Τουτέστι, διήγημα ἐπὶ διήγημα, ἵνα εἴπῃ, Ἀλλεπάλληλα ἔσται τὰ κακὰ τῇ Βαβυλῶνι *Ὁ λόγος ὃν ἐνετείλατο Κύριος Ἱερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαρέᾳ υἱῷ Νηρίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας, καὶ Σαρέας ἄρχων δώρων.

Τουτέστιν, ὁ πρῶτος τῶν ἀποκομιζόντων τὰ δῶρα ἦν ὁ Σαρέας· λέγει δὲ τὰ δῶρα τὰ παρὰ Σεδεκίου ἀποστελλόμενα τῷ Ναβουχοδονόσορ, ἔνθα προστάττει αὐτῷ λαβεῖν τὸ βιβλίον, καὶ δῆσαι λίθον ἐπ᾽ αὐτὸ, καὶ ῥίψαι εἰς τὸ μέσον τοῦ Εὐφράτου, μήνυμα τῆς ἀπωλείας τῆς Βαβυλῶνος. Ἵνα γὰρ μὴ νομισθῇ κατὰ χάριν ὑπὲρ τοῦ βαρβάρου λέγειν ἅπαντα, ἔτι ἀνθοῦντος τοῦ Ναβουχοδονόσορ τὴν κατὰ τῆς Βαβυλῶνος προφητείαν ἐποιήσατο, διὰ πάντων πιστούμενος τὸν Ἰσραὴλ, ὡς οὐ κολακείᾳ τῶν πολεμίων προφητεύων λέγει τὰ κατὰ τῆς πόλεως, ἀλλ᾽ ἐπὶ σωφρονισμῷ τῶν ὄντων. Τοῦτο τέλος τοῦ βιβλίου τοῦ προφήτου ἐπεσημήνατο, ὁ συνθεὶς τὰ τοῦ προφήτου ῥήματα, τὰ δὲ μετὰ ταῦτά φασι ἐκ τῶν Βασιλειῶν μετενηνέχθαι, οὐδεμίαν ἀκολουθίαν ἔχοντα πρὸς τὴν τοῦ Ἱερεμίου προφητείαν.

ΚΕΦΑΛ. ΝΒʹ. Καὶ ἐπορεύθησαν τὴν ὁδὸν τὴν εἰς Ἄραβα. Τουτέστιν, ἐπὶ τὴν πεδιάδα ἔφυγον. Τοῦτο γὰρ μηνύει τὸ Ἄραβα. Καὶ ἐλάλησεν αὐτῷ. Ὅρα βάρβαρον ἄνθρωπον, τὸ συνειδὸς ἔχοντα καθαρὸν, ἐπειδὴ μετὰ παῤῥησίας παρεγένετο τῆς τῶν ὅρκων. Οἱ δὲ τῆς δίκης κρατοῦντες οὐ παραιτοῦνται, καὶ τοῖς ὑποδεεστέροις διδόναι λόγον· οὕτως πανταχοῦ πολλὴ τοῖς ἀνθρώποις ἡ σπουδὴ τοῦ καλοῦ. Ἠβουλήθη δεῖξαι, ὡς οὐκ ἀδικεῖ. Καὶ ἀπάγει λοιπὸν αὐτὸν, παράδειγμα τοῖς μετὰ ταῦτα ἐσομένοις.

Καὶ τὴν στεφάνην, καὶ τοὺς λέβητας. Στεφάνην λέγει τὸ καγκελωτὸν σχῆμα, τὸ περὶ τοὺς κίονας. Καὶ τὰ θυμιατήρια, καὶ τὸ σπονδεῖα. Σπονδεῖα λέγει φιάλας χρυσᾶς, δι᾽ ὧν τὸν οἶνον ἔσπενδον, καὶ τὸ θυμίαμα ἐπέβαλλον τῷ πυρὶ, καὶ τὰς Ἀφὼθ, κρατῆρας λέγει, οἵ εἰσιν οἱ ποτηροπλύται, καὶ τὰς Μασμαρὼθ, τοὺς ῥαντιστῆρας λέγει τοῦ αἵματος, καὶ τοὺς κυάθους, τὰ μικρὰ ξέστια λέγει, ἐν οἷς ἐλάμβανον τῶν μεγάλων ἀγγείων τὸν οἶνον.

Καὶ τῶν στύλων τῶν δύο, καὶ τῆς θαλάσσης, ὧν ἐποίησεν ὁ βασιλεὺς Σολομὼν εἰς οἶκον Κυρίου. Εὔδηλον ὡς προτιθέναι ταῦτα· φαίνεται γὰρ ἤδη ὑπὸ τῶν ἀπογόνων τοῦ Σολομῶνος ἐπαρθέντα, ὥστε καὶ ἐπὶ λιθίνης βάσεως ἑστάναι τὸν λουτῆρα, ὃν δὴ θάλασσαν προσηγόρευσεν ἡ Γραφή.