εʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλά τι καὶ ἕτερον ᾠκονόμηται διὰ τῆς τοῦ προφήτου πρὸς τὴν χήραν παρουσίας. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντές τινες τὸν Χριστὸν μετὰ τὰς πολλὰς καὶ ἀφάτους εὐεργεσίας τὰς ἐπὶ τῆς Ἰουδαίας, μετὰ τοὺς μυρίους νεκροὺς, οὓς ἀνέστησε, μετὰ τοὺς τυφλοὺς, οὓς ἀναβλέψαι ἐποίησε, μετὰ τοὺς λεπροὺς, οὓς ἐκάθηρε, μετὰ τοὺς δαίμονας, οὓς ἀπήλασε, μετὰ τὴν θαυμαστὴν καὶ σωτήριον διδασκαλίαν, παρὰ μὲν τῶν εὐεργετηθέντων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐν τοῖς ἔθνεσι τιμώμενον, οὐδὲν τοιοῦτον εἰδότων οὔτε ἀκηκοότων, θαυμάζωσι, διαπορῶσι, καὶ ἄπιστον τὸ πρᾶγμα εἶναι νομίζωσιν· ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου διὰ τῶν δούλων τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην διδάσκει, καὶ τῶν ἐθνῶν φιλοφροσύνην ἡμᾶς παιδεύει. Οὕτω γοῦν τὸν Ἰωσὴφ, οὓς παρεγένετο θρέψων ἐκεῖνος, καὶ ἀνελεῖν ἐπεχείρησαν, ἄνθρωπος δὲ βάρβαρος εἰς μεγίστην ἤγαγε τιμήν. Οὕτω τὸν Μωσέα ἀπήλασαν οἱ εὐεργετηθέντες Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἄνθρωπος βάρβαρος Ἰωθὼρ, καὶ πολλῆς αὐτὸν φιλοφροσύνης ἠξίωσεν. Οὕτω τὸν Δαυῒδ ἀπήλασε μὲν ὁ Σαοὺλ μετὰ τὴν τοῦ Γολιὰθ κεφαλὴν, μετὰ τοὺς μυρίους κινδύνους, οὓς καὶ αὐτῷ καὶ τῇ πόλει πολλάκις ἐπαγομένους ἔλυσεν· ὑπεδέξατο δὲ Ἀγχοὺς ὁ βαρβάρων βασιλεὺς, καὶ εἰς πολλὴν ἤγαγε τιμήν.