Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠλίαν καὶ τὴν χήραν

Ἰωάννης ὁ Χρυσόστομος

Η διακονία του Χριστού στο πρόσωπο των πενήτων και επίλογος

Προτροπή για άσκηση της ελεημοσύνης με την επίγνωση ότι διακονείται ο ίδιος ο Χριστός, ανακεφαλαίωση των διδαγμάτων της ομιλίας και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ταύτην ἕκαστος τὴν ἐλεεινὴν, μᾶλλον δὲ ἕκαστος ταύτην τὴν μακαρίαν φωνὴν καὶ τῶν οὐρανῶν ἀξίαν ἐν τοῖς τοίχοις τῆς οἰκίας ἐγγραφέτω τῆς ἑαυτοῦ, ἐν τῷ θαλάμῳ, ἐν ᾧ ἂν καθεύδωμεν, ἐν τῷ οἴκῳ, ἐν ᾧ ἀριστοποιούμεθα. Ταύτην ἐπὶ τῆς οἰκίας, ταύτην ἐπὶ τῆς ἀγορᾶς, ταύτην ἐν τοῖς συλλόγοις τῶν φίλων, ταύτην εἰς δικαστήριον ἀπιὼν, ταύτην εἰσιὼν, ταύτην ἐξιὼν ἕκαστος μελετάτω τὴν φωνήν· καὶ σφόδρα ἂν ἰσχυρισαίμην, ὅτι οὐδ᾽ ἂν εἰ λίθινός τις εἴη, καὶ σιδηροῦς, καὶ ἀδάμας, ἀνέξεται προσελθόντα πένητα κεναῖς ἀποπέμψαι χερσὶν, ἂν τὴν φωνὴν ἐγγράψῃ ταύτην, ἂν τὴν χήραν πρὸ τῶν ὀφθαλμῶν ἔχῃ.

Ἀλλ᾽ ἴσως ἐκεῖνο ἐρεῖ τις· Ἄγε κἀμοὶ προφήτην, καὶ μετὰ τῆς αὐτῆς εὐνοίας ὑποδέξομαι. Ὑπόσχου τοῦτο, καὶ ἄγω σοι τὸν προφήτην. Καὶ τί λέγω τὸν προφήτην; Αὐτὸν ἄγω σοι τὸν τοῦ προφήτου Δεσπότην, τὸν κοινὸν ἡμῶν Θεὸν καὶ Κύριον τὸν Χριστόν.

Αὐτὸς γάρ φησιν, ὅτι Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Εἰ δὲ ἀπιστοῦσί τινες τῇ φωνῇ, καὶ τῆς φιλοφροσύνης ἀμελοῦσι, μαθήσονται τότε διὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας τοῦτο. Ὥσπερ γὰρ αὐτοῦ τοῦ Χριστοῦ παραμελήσαντες, οὕτω πρὸς ἀφόρητον ἀπελεύσονται κόλασιν. Οὕτως οὖν οἱ τοὺς πτωχοὺς τρέφοντες καθάπερ αὐτὸν τὸν Χριστὸν θεραπεύσαντες, εἰς τὴν τῶν οὐρανῶν εἰσάγονται βασιλείαν.

ιʹ. Τάχα πλείω τοῦ δέοντος τὰ εἰρημένα. Εἴθε μὲν οὖν πάσας τὰς ἡμέρας ἐνδιατρίβειν ἦν τοῖς περὶ τῆς ἐλεημοσύνης λόγοις. Εἰ δὲ ἀρκούντως ὑμῖν ἔχειν ταῦτα δοκεῖ, φέρε αὐτὰ ἀνακεφαλαιωσώμεθα πάντα. Εἶπον τίνος ἕνεκεν ὁ προφήτης πρὸς τὴν χήραν ἀπεστέλλετο, ἵνα μὴ μακαρίζῃς πενίαν, ἵνα μὴ θαυμάζῃς πλοῦτον, ἵνα μὴ τὸν εὔπορον ζηλωτὸν εἶναι νομίζῃς, ἵνα μὴ τὸν ἐν πτωχείᾳ ζῶντα ἄθλιον καὶ ἐλεεινὸν, ἵνα μάθῃς τὴν Ἰουδαϊκὴν πονηρίαν. Ἔθος γὰρ τῷ Θεῷ μέλλοντι κολάζειν, καὶ ἡμῖν ἀπολογεῖσθαι διὰ τῶν πραγμάτων αὐτῶν· ἵνα μὴ μετὰ ταῦτα ἰδὼν τὸν κοινὸν ἁπάντων Σωτῆρα παρὰ μὲν ἐκείνων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐθνῶν ὑποδεχόμενον, θαυμάζῃς καὶ διαπορῇς, ἄνωθεν αὐτῶν τὴν ἀγνωμοσύνην καταμαθὼν, καὶ ὡς ἔθος αὐτοῖς τοὺς εὐεργέτας ἐλαύνειν· ἵνα μὴ νομίσῃς ὠμότητος εἶναι τοῦ προφήτου τὴν εὐχὴν, καὶ τὴν τῆς τιμωρίας παράτασιν, ἀλλὰ ζήλου θείου καὶ κηδεμονίας· ἵνα μάθῃς ὅτι ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ σωφρονισμοῦ ἡμῶν ἡ φύσις δεῖται· ἵνα μὴ παρακαλούμενος εἰς τὸν αὐτὸν τοῦ προφήτου ζῆλον, ἀδύνατον εἶναι νομίσῃς τὴν μίμησιν.

Εἶπον περὶ τῆς χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ οὖσα, τοῦ λιμοῦ καταναγκάζοντος, οὐδὲ ῥῆμα πικρὸν πρὸς τὸν προφήτην ἐξέβαλε, καίτοι γε εἰκὸς ἦν· καὶ ἔδειξα καὶ τοῦτο ἐκ τῶν Ἰουδαϊκῶν φρονημάτων· ἀλλ᾽ οὐδὲν τοιοῦτον ἔπαθεν ἐκείνη, ἀλλὰ μετὰ πάσης αὐτὸν ἐδέξατο φιλοφροσύνης, καὶ τὴν πενίαν ἅπασαν εἰς τὴν ἐκείνου τιμὴν ἐκένωσε, καὶ Σιδωνία οὖσα καὶ ἀλλόφυλος, καὶ οὔτε τῶν προφητῶν φιλοσοφούντων περὶ ἐλεημοσύνης ἤκουσεν, οὔτε τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, εἰ μετὰ τοιαύτας παραινέσεις, εἰ μετὰ τοιούτων ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον; Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ χήρα, καὶ παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός· ἡμεῖς δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπολαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικείμενον, καὶ πολὺ πλείονα κεκτημένοι τῆς γυναικὸς, ποίαν δυνησόμεθα ἀπολογίαν προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες;

Ὅπως ἂν οὖν τὰ χαλεπὰ ἐκεῖνα κολαστήρια ἐκφύγωμεν, πᾶσαν εὐσπλαγχνίαν εἰς τοὺς πένητας ἐπιδειξώμεθα, ἵνα καὶ ἡμεῖς τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.