Εἶπον περὶ τῆς χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ οὖσα, τοῦ λιμοῦ καταναγκάζοντος, οὐδὲ ῥῆμα πικρὸν πρὸς τὸν προφήτην ἐξέβαλε, καίτοι γε εἰκὸς ἦν· καὶ ἔδειξα καὶ τοῦτο ἐκ τῶν Ἰουδαϊκῶν φρονημάτων· ἀλλ᾽ οὐδὲν τοιοῦτον ἔπαθεν ἐκείνη, ἀλλὰ μετὰ πάσης αὐτὸν ἐδέξατο φιλοφροσύνης, καὶ τὴν πενίαν ἅπασαν εἰς τὴν ἐκείνου τιμὴν ἐκένωσε, καὶ Σιδωνία οὖσα καὶ ἀλλόφυλος, καὶ οὔτε τῶν προφητῶν φιλοσοφούντων περὶ ἐλεημοσύνης ἤκουσεν, οὔτε τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, εἰ μετὰ τοιαύτας παραινέσεις, εἰ μετὰ τοιούτων ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον; Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ χήρα, καὶ παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός· ἡμεῖς δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπολαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικείμενον, καὶ πολὺ πλείονα κεκτημένοι τῆς γυναικὸς, ποίαν δυνησόμεθα ἀπολογίαν προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες;