Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰωάννην τὸν θεολόγον

Ἰωάννης ὁ Χρυσόστομος

Η δόξα των αποστόλων και η αποστολική διαδοχή

Ομολογία της ανθρώπινης αδυναμίας για τον επάξιο εγκωμιασμό των αποστόλων και αναφορά στους αγώνες των ιεραρχών και ποιμένων για την υπεράσπιση της πίστης στην Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἀλλὰ μέχρι τίνος οὐ στήσω τὸν περὶ αὐτῶν λόγον; Καὶ γὰρ εἰ ἐπιμενῶ τοῦ λέγειν, οὐ μὴ φθάσω τὸ ὕψος διηγήσασθαι τῆς τούτων δόξης. Τὴν γὰρ δόξαν, ἣν ἔλαβε παρὰ τοῦ Πατρὸς ὁ διδάσκαλος, δέδωκεν αὐτοῖς. Καὶ τί λοιπὸν ἐπιμένω διήκων ἀνέφικτα; Καὶ γὰρ καὶ ἅπερ εἰπεῖν ἐτολμήσαμεν, οὐχ ὅσον ἄξιον τοῦ προκειμένου χοροῦ τῶν ἁγίων μαθητῶν, ἀλλ᾽ ὅσον δυνατὸν τῇ ἡμετέρᾳ δυνάμει· τὸ γὰρ τούτους ἐπαξίως ἐγκωμιάσαι πᾶς ἄνθρωπος ἀπορεῖ. Ὅθεν κἀγὼ φόβῳ λαλῶ, ἃ λαλῶ περὶ τούτων, μή πως διὰ τὴν οἰκείαν ἀνικανίαν, καὶ τὸ σμικρὸν τοῦ λόγου καὶ πενιχρὸν, σμικρύνω τούτων τοὺς ἐπαίνους, καὶ ἀγανακτεῖν αὐτοὺς κατ᾽ ἐμαυτοῦ παρασκευάσω. Πλὴν ὥσπερ εἰς πάντας συμπαθεῖς ὄντες, καὶ τανῦν συγγνώσονται τῇ ἡμετέρᾳ ἀσθενείᾳ.

Εἰ γὰρ λοιδορούμενοι εὐλογοῦσι, διωκόμενοι ἀνέχονται, δυσφημούμενοι παρακαλοῦσι, πολλῷ μᾶλλον ἐγκωμιαζόμενοι κατὰ τὴν ἡμῶν δύναμιν οὐ μὴ ἀγανακτήσουσιν ἐπιστάμενοι τὸ ἀσθενὲς τῆς φύσεως, εἰ καὶ τὸ ὑπὲρ φύσιν νῦν εἰληφότες παρὰ τοῦ ἀγαπήσαντος Θεοῦ.

Καὶ λοιπὸν οἱ ποτὲ πτωχοὶ γεγόνασι πλούσιοι, οἱ ἄδοξοι ἔνδοξοι, οἱ ἀγράμματοι σοφοὶ, οἱ τῶν ἰχθύων ἁλιεῖς, ἁλιεῖς ἀνθρώπων· καὶ οὕτω τὸν δρόμον τελέσαντες ἐξεδήμησαν πρὸς τὴν οὐκ ἔχουσαν τέλος ζωὴν, πρὸς τὸν ἑαυτῶν διδάσκαλον καὶ Κύριον Ἰησοῦν Χριστόν· αὐτῷ ἡ δόξα. Ἀμήν.

βʹ. Τοῖς αὐτῶν διαδόχοις παραδεδωκότες τὰς σαγήνας καὶ τὰ θήρατρα, τὴν δὲ ἐξουσίαν, ἣν εἰλήφασι παρὰ τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ἰδοὺ γὰρ, φησὶ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.

Τούτων τοίνυν ὡς προείρηται τὴν ἐξουσίαν καὶ τὴν ἀρχοντίαν καὶ τὸν ζῆλον διαδέχονται οἱ τίμιοι διδάσκαλοι, οἱ ἱεράρχαι, καὶ ποιμένες τῆς τοῦ Χριστοῦ ποίμνης, κατ᾽ ἴχνος τῶν ἀποστόλων βαδίζοντες, οἱ γενναῖοι τῆς Τριάδος ὑπέρμαχοι, οἱ τὸ χρῆμα τοῦ νόμου παραδραμόντες, καὶ τὸ ζωοποιὸν Πνεῦμα παραλαβόντες, οἱ δίκην ἀρότρου ἀνορύττοντες, καὶ βαθύνοντες, καὶ ἐρευνῶντες, καὶ τὸν νοῦν ἐν ταῖς θείαις Γραφαῖς πᾶσι τηλαυγῶς φανερώσαντες, οἱ τὴν πίστιν τρανώσαντες καὶ τὴν κακοπιστίαν ἀπελάσαντες, οἱ τοὺς ὀρθοδόξους τοῖς θείοις δόγμασι στηρίξαντες, καὶ τοὺς κακοδόξους τοῖς θείοις βέλεσι ῥήξαντες, οἱ τῆς κατανύξεως οἶνον κεκρυμμένον εὑρόντες, καὶ τὴν ποίμνην διψῶσαν ποτίσαντες, οἱ τὸν ποιμενικὸν αὐλὸν ἀναλαβόντες, καὶ τὰ θεῖα σαλπίσαντες· οἱ λειτουργοὶ καὶ φύλακες καὶ ἐργάται τοῦ ἀμπελῶνος, οἱ τῶν θείων δογμάτων ῥήτορες, καὶ ῥομφαῖαι κατὰ τῶν αἱρετικῶν, οἱ ὑπὸ τοῦ ἁγίου Πνεύματος τεθέντες ἐπίσκοποι, ὡς ἔφη ὁ ἅγιος Παῦλος· Ποιμάνατε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· οἱ τὰς ἐπερχομένας θλίψεις μὴ παραιτησάμενοι, καὶ τὸν ἐπηγγελμένον τῆς ζωῆς στέφανον κομισάμενοι· οἱ τὰς νεωτερικὰς ἐπιθυμίας ἀποφυγόντες, καὶ τὴν μακαρίαν ἐλπίδα κληρονομήσαντες· οἱ στρατηγοὶ τοῦ μεγάλου βασιλέως, οἱ ἐν τῷ λόγῳ τοῦ Θεοῦ πλούσιοι, καὶ πτωχοὶ τῷ πνεύματι· οἱ μιμηταὶ τῶν ἀποστόλων καὶ τύποι τῶν πιστῶν· οἱ τῶν πόλεων ἀγελάρχαι καὶ τῆς οἰκουμένης κήρυκες· οἱ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῆς ποίμνης θέντες, καὶ τὸ αἷμα αὐτῶν ὑπὲρ τῆς πίστεως ἐκχέαντες· οἱ τὸν παλαιὸν ἐκεῖνον Ἀβραὰμ μιμησάμενοι, καὶ ἐν τοῖς κόλποις αὐτοῦ ἀναπαυσάμενοι· τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἐκδικηταὶ τοῦ Κυρίου, τὴν φάσιν δεξάμενοι περὶ τῶν δυσωνύμων καὶ κακοδόξων, οἳ τὰς θείας Γραφὰς στρεβλώσαντες καὶ τὴν ἀλήθειαν συγχέαντες, καὶ τῆς εὐθείας ὁδοῦ ἐκνεύσαντες ψυχὰς αἰχμαλωτεύουσιν, εἰς τὸ ἀΐδιον ἕλκοντες τῆς αἱρέσεως σκότος, συναθροισθέντες ἅμα πάντες ὁμοφρόνως οἱ πιστοὶ, Δαυϊδικὸν ζῆλον, δίκην λίθων τὰ θεῖα λόγια ἐκ τοῦ χειμάῤῥου, ἤγουν τοῦ Εὐαγγελίου, καὶ τὴν ἄῤῥηκτον πίστιν τῆς ἁγίας Τριάδος ἀναλαβόντες, παρετάξαντο πόλεμον κατὰ τῶν ἀναριθμήτων καὶ ἀθέων αἱρετικῶν, σύμψυχοι τὸ ἓν συμφωνοῦντες καὶ λέγοντες μετὰ τοῦ Ἀποστόλου, Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ἓν Πνεῦμα ἅγιον, ὁ φωτισμὸς πάντων, μία θεότης, εἷς Θεός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.