Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰορδάνην ποταμόν

Ἰωάννης ὁ Χρυσόστομος

Παλαιοδιαθηκικές προτυπώσεις: Ιησούς του Ναυή, Ηλίας και Ελισσαίος

Ερμηνεία της διάβασης του Ιορδάνη από τον Ιησού του Ναυή, την Κιβωτό της Διαθήκης και τους προφήτες ως προεικονίσεων της ενανθρώπησης και του αποστολικού έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ἀποκαθίσταται τοίνυν ἡ θνητὴ φύσις εἰς τὸ ἀρχαῖον σχῆμα. Οὔτε εἷς δὲ φαίνεται τεμὼν τὸν Ἰορδάνην ἄνευ τινὸς συμβόλου. Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔχων κιβωτὸν ἔτεμεν. Ἠλίας ἔχων μηλωτήν. Ἑλισσαῖος ἔχων πάλιν τὴν μηλωτὴν τοῦ διδασκάλου ἔτεμεν. Ἐπειδὴ γὰρ ἡ θνητὴ φύσις οὐκ ἤρκει καθ᾽ ἑαυτὴν στῆσαι τὸ ῥεῖθρον, εἰσέρχεται Ἰησοῦς πρῶτος φέρων μὲν τοῦ Δεσπότου τὴν προσηγορίαν, ἐπαγόμενος δὲ μεθ᾽ ἑαυτοῦ τὴν κιβωτὸν, τὸ σύμβολον τοῦ δεσποτικοῦ σώματος. Καὶ φαίνεται ὁ Ἰορδάνης οὔτε τὸν Ἰησοῦν τιμήσας, τὸν ψιλὸν ἄνθρωπον ἐκεῖνον, λέγω τὸν τοῦ Ναυῆ, οὔτε τοὺς Ἰουδαίους αἰδεσθεὶς, οὔτε τοὺς ἱερεῖς ἐντραπείς. Καὶ ἵνα δειχθῇ ὅτι οὐ τῷ λαῷ ὑποχωρεῖ, ἀλλὰ τὴν κιβωτὸν αἰδεῖται, λέγει Ἰησοῦς· Ἰδοὺ ἡ κιβωτὸς τοῦ κυριεύοντος πάσης τῆς γῆς διέρχεται τὸν Ἰορδάνην. Καὶ ἔσται, ὅταν εἰσέλθωσιν οἱ πόδες τῶν ἱερέων τῶν βασταζόντων τὴν κιβωτὸν, ὁ Ἰορδάνης ἐκλείψει, οὐ τοὺς ἱερεῖς αἰδούμενος, ἀλλὰ τὴν κιβωτόν. Καὶ πόθεν τοῦτο, ἄκουε. Ἐρωτᾷ αὐτὸν ὁ Δαυῒδ λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Πρὸς ταῦτα ἀποκρίνεται ἡ δημιουργία λέγουσα· Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Πρόσωπον δὲ Κυρίου ἦν τὸ σχῆμα τῆς κιβωτοῦ. Ὃ γὰρ ἦν ἡ κιβωτὸς τῷ νόμῳ καὶ ταῖς πλαξὶ καὶ τῇ στάμνῳ καὶ τῇ ῥάβδῳ, τοῦτο ἦν τῆς ἀκαταλήπτου θεότητος ἡ σὰρξ ἡ δεσποτικὴ, ὡς ἐν κιβωτῷ φέρουσα τὴν θεότητα.

Περὶ ταύτης τῆς ἁγίας κιβωτοῦ ἔλεγεν ὁ μακάριος Δαυΐδ· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Καὶ ὅρα τί ποιεῖ· ὅτι ἐξηράνθη ὁ Ἰορδάνης, οὐκ ἀπολέσας τὰ ῥεῖθρα, ἀλλ᾽ εἰς τὰς ἀρχαίας ῥίζας ἀναποδήσας, Ἐπῆρε, φησὶν, Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνου δώδεκα λίθους μεγάλους, καὶ ἔστησεν αὐτοὺς πέραν τοῦ ποταμοῦ· ἔθηκε δὲ ἀντ᾽ αὐτῶν ἄλλους δώδεκα λίθους ἐν τῷ ποταμῷ. Τί βούλεται τοῦτο εἶναι τὸ περιαιρεθῆναι δώδεκα λίθους, καὶ τεθῆναι ἀντ᾽ αὐτῶν ἄλλους δώδεκα; Ἐπειδὴ, ὡς ἔφθην εἰπὼν, τὴν θνητὴν φύσιν ἀνεχαίτιζε· μᾶλλον δὲ βούλεται δεῖξαι ὅτι ἀνασπᾷ τὴν ἀνθρωπότητα ἐκ τῶν βυθῶν, καὶ ἀνάγει εἰς τὸν οὐρανόν. Τοὺς γὰρ λίθους τοὺς μηδέποτε θεασαμένους ἡλιακὴν ἀκτῖνα, μήτε φωτὸς δεξαμένους ὄψιν, ἥπλωσεν εἰς φῶς, καὶ ἦσαν εἰς γῆν ἐκ βυθοῦ ἀνασπασθέντες.

Διὰ τί δὲ δώδεκα λίθους ἔλαβεν ἐκεῖθεν; Ἐπειδὴ διὰ τῶν δώδεκα ἀποστόλων ἔμελλεν ἀνασπᾷν τὴν ἀνθρωπότητα ἀπὸ τῆς θνητῆς φύσεως. Ἔστω δὲ, τοὺς ὄντας κάτω λίθους περιεῖλεν, ἵνα δείξῃ τῷ ἡλίῳ καὶ τῷ φωτὶ καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ἐναργῆ ὄψιν, πῶς διέβησαν τὸν Ἰορδάνην· καὶ γὰρ καὶ τὴν αἰτίαν ἐσήμανεν· Ἐὰν ἐρωτήσῃ σε, φησὶν, ὁ υἱός σου, λέγων· Τί εἰσιν οἱ λίθοι οὗτοι; εἰπὲ αὐτῷ, ὅτι, Ἐπὶ ξηρᾶς διέβημεν τὸν Ἰορδάνην, κωλύσαντος τοῦ Θεοῦ τὸ ὕδωρ πρὸ προσώπου ἡμῶν. Ἀλλ᾽ ἔστω, οἱ ἀνενεχθέντες λίθοι ἐτέθησαν, ἵνα φανῶσι τοῖς μετὰ ταῦτα· οἱ ἀντιτεθέντες διὰ τί ἀντετέθησαν; Ἔλαβεν ἐκ τῶν βυθῶν τοὺς βεβυθισμένους, καὶ ἔδωκε τῷ βυθῷ πάλιν ἐνέχυρα σωτηρίας. Οἱ τεθέντες λίθοι ἐνέχυρα, οἱ ληφθέντες ἀσφάλεια. Καὶ πολλὴ ἡ περὶ τούτων θεωρία, καὶ διὰ τί ἐτέθησαν λίθοι, καὶ διὰ τί περιῃρέθησαν λίθοι.

Χριστὸς καὶ λαμβάνει, καὶ δίδωσιν. Ἦλθεν εἰς τὸν κόσμον, καὶ ἀνέλαβε τὸ σῶμα τὸ ἡμέτερον, δεδωκὼς ἡμῖν τὴν ἑαυτοῦ δύναμιν. Διὰ τῶν ἀποστόλων ἀντιτίθησι τῷ ποταμῷ δώδεκα λίθους, ἐνέχυρον σωτηρίας, καὶ ἀῤῥαβῶνα τῶν μελλόντων. Ὁ γὰρ δεδωκώς τινί τι εἴς τι πρᾶγμα, ἐνεχυριάζει αὐτῷ εἰς τὸ μέλλον. Ἐπειδὴ οὖν ἔμελλε τοῦτο τὸ ὄνομα πάλιν αὐτῷ τηρεῖσθαι, ὅτε ἔμελλε βαπτίζεσθαι ὑπὸ Ἰωάννου, προλαβὼν ἀπέθετο τὰ ἐνέχυρα τῆς ἐπιφανείας, καὶ ἔστησε τοὺς λίθους, οὓς μὲν ἔλαβεν ἐκεῖθεν, τοὺς πατριάρχας, οὓς ἤγειρε τότε· οὓς δὲ ἀντέθηκε, τοὺς ἀποστόλους, οὓς ἔδωκεν ἀντ᾽ ἐκείνων. Ἀντὶ γὰρ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Οὕτω διέβη τὸν Ἰορδάνην, καὶ γίνεται ὁ Ἰορδάνης Ἰησοῦ τῷ τοῦ Ναυῆ ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς. Ἕως ὅτε παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἐκληρονόμησε τὴν ἐπηγγελμένην γῆν· ἕως ὅτε Χριστὸς παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἤρξατο κηρύσσειν τὴν βασιλείαν. Ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς ὁ Ἰορδάνης, ἀρχὴ τῆς κατασχέσεως τῆς βασιλείας τῶν οὐρανῶν ὁ Ἰορδάνης. Διὰ τοῦτο ὁ προφήτης λέγει· Μνησθήσομαί σου, Κύριε, ἐκ γῆς Ἰορδάνου. Μνήμη γάρ ἐστιν ἀνεξάλειπτος. Ὁ μὲν Ἰησοῦς οὕτω διαβὰς ἔτεμε τὸν Ἰορδάνην, τὴν κιβωτὸν αὐτῷ δείξας· Ἠλίας δὲ τῇ μηλωτῇ ἔτεμε, δέρματι νεκρῷ, καὶ τὰ ζῶντα ὕδατα τῇ νεκρώσει τῆς μηλωτῆς ὑπήκουσεν.

Ἔτεμεν Ἠλίας τῇ μηλωτῇ τὸν Ἰορδάνην· καὶ οὕτω διέβη ἐπὶ τῷ ἀνελθεῖν εἰς τοὺς οὐρανούς. Ὑπέστρεψεν ὁ μακάριος Ἑλισσαῖος λαβὼν τὴν μηλωτὴν τοῦ διδασκάλου, ὡς ἠξίου αὐτὸν λέγων· Τὸ πνεῦμα τὸ ἐπὶ σοὶ γενέσθω διπλοῦν ἐπ᾽ ἐμοί. Λέγει αὐτῷ, Σκληρῶς ᾔτησας· πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι. Ἀντὶ τοῦ καταξιωθῆναι διπλῆν ἔχειν τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν. Εἶτα ἀνελήφθη. Ἐμετεωρίσθη ἡ μηλωτὴ, καὶ ἐπέπεσε τῷ μαθητῇ· ἔλαβεν ἐνέχυρον, καὶ ἔφθασεν ἐπὶ τὸν ποταμόν· ἐπείρασε τεμεῖν τὸν Ἰορδάνην, καὶ οὐχ ὑπήκουσε τὸ ὕδωρ. Ἀπορίᾳ ληφθεὶς ὁ Ἑλισσαῖος λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; καὶ μετὰ τὸ εἰπεῖν, ἐπάταξεν ἐκ δευτέρου τὸ ὕδωρ, καὶ ἐμερίσθη ὁ Ἰορδάνης.

Διὰ τί δὲ οὐχ ὑπήκουσεν αὐτῷ ἐν πρώτοις τὸ ὕδωρ; Ἵνα μὴ νομίσῃ, ὅτι διὰ τὴν προτέραν αὐτοῦ ἀξίαν, ἣν εἶχε, διὰ τοῦτο ὑπήκουσεν· ὅτι μέντοι ἐκάλεσε τὸν Θεὸν καὶ λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; Διὰ τί δὲ εἶπε, Ποῦ ὁ Θεός; οὐκ ᾔδει ὁ προφήτης, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ πανταχοῦ ἐστιν; Ἀλλ᾽ ἐπειδὴ εἶπεν αὐτῷ ὁ Ἠλίας· Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτως.