Μίμησαι, γύναι, τὴν τρυγόνα· ἐκείνη γὰρ ἑνὶ ἀνδρὶ μιγεῖσα, ἑτέρῳ οὐκ ἔτι μίγνυται· κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἰξευτοῦ θηραθῆναι, ἢ ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἑτέρῳ ἄῤῥενι οὐκ ἐπιμίγνυται, ἀλλὰ μένει ἐκδεχομένη ἀεὶ τὸν ποθούμενον, καὶ τῇ ἐκείνου μνήμῃ ἐναποθνήσκει. Παιδευσάτω σε, γύναι, ἢ ὁ τοῦ Θεοῦ φόβος, ἢ ὁ τῶν Ἑβραίων νόμος, ἢ ἡ τῶν ἀρχαίων σεμνὴ πολιτεία. Ταῦτα εἰρηκὼς ὁ Ἰωσὴφ, καὶ ἰδὼν αὐτὴν ἔτι ἀναιδῶς κατέχουσαν αὐτοῦ τῶν ἱματίων, καὶ καιομένην πλεῖον πρὸς τὸν οἶστρον (οἱ γὰρ ἔρωτες τότε πλεῖον πρὸς τὸ ποθούμενον ἐξάπτονται, ὅταν αὐτοῦ ἐφικέσθαι μὴ δυνηθῶσιν), ὥσπερ γενναῖος ἀθλητὴς, ἀποδυσάμενος τὰ ἱμάτια, καὶ ὅλην αὐτὴν σὺν τοῖς ἱματίοις εἰς τὸ χαμαὶ κενώσας, γυμνὸς τοῦ μύσους ἐκ τοῦ σκάμματος ἐξήλατο, τῆς σωφροσύνης τὴν νίκην βαστάζων. Καὶ ἡ μὲν Αἰγυπτία κατεῖχε τὰ φύλλα τῆς ἀταξίας, ὁ δὲ Ἰωσὴφ τὸν καρπὸν τῆς δικαιοσύνης ἐβάσταζε. Χαρὰ ἦν ἐν τῷ οὐρανῷ ἐπὶ τῇ νίκῃ τοῦ Ἰωσήφ· ἔχαιρον ἄγγελοι, ἔκλαιον δαίμονες, ἐστεφανοῦτο Ἰωσὴφ, ᾐσχύνετο ἡ Αἰγυπτία· ἥψατο αὐτῆς ἡ νίκη· τρέπεται πρὸς συκοφαντίαν, καὶ διαβάλλει τὸν Ἰωσὴφ πρὸς τὸν ἄνδρα τὸν ἴδιον, αἶσχος αὐτῷ ἐπιφημίσασα, Τί, λέγουσα, εἰσήγαγες ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν; Ἀγανακτεῖ ὁ ἀνὴρ, καὶ ἐμβάλλει αὐτὸν εἰς φυλακήν.