Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία των ονείρων, άνοδος στην εξουσία και χριστολογική προτύπωση

Η ερμηνεία των ονείρων από τον Ιωσήφ, η ανάληψη της διακυβέρνησης της Αιγύπτου, η διάσωση της οικογένειάς του και η ανάδειξή του ως προτύπωση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἐμβάλλονται καὶ δύο εὐνοῦχοι τοῦ Φαραὼ εἰς φυλακήν· ὁρῶσιν ἐνύπνια· οὐδεὶς ἦν ὁ συγκρίνων· ἀναφέρουσι τῷ Ἰωσήφ· σαφηνίζει τὸ ἐγκεκαλυμμένον. Ἐκβάλλονται οἱ εὐνοῦχοι τῆς φυλακῆς· ἀποβαίνει αὐτοῖς καθ᾽ ἃ συνέκρινεν ὁ Ἰωσήφ. Ὁρᾷ ὁ βασιλεὺς Φαραὼ ἐνύπνιον· οὐδεὶς ἦν ὁ σαφηνίζων· ἀναγγέλλει ὁ εὐνοῦχος περὶ τοῦ Ἰωσήφ· ἐκβάλλεται ἐκ τῆς φυλακῆς διὰ τὸ ἐνύπνιον.

Καὶ ὅρα μοι μυστήριον· Δι᾽ ἐνύπνιον ἐπράθη· δι᾽ ἐνύπνιον ἠλευθερώθη. Τί γάρ; Συγκρίνει τοῦ Φαραὼ τὸ ἐνύπνιον, ὁρᾷ αὐτοῦ ἀγχίνοιαν ὁ βασιλεὺς, καὶ ἐλευθέρωσεν αὐτὸν βασιλεύειν, πᾶσαν ἐξουσίαν αὐτῷ τῆς Αἰγύπτου ἐμπιστεύσας. Λαβὼν τὴν ἐξουσίαν ὁ Ἰωσὴφ, ἐν τῷ καιρῷ τοῦ λιμοῦ πάντας εὐεργέτει, ἀποδήμους, ἐνδήμους, φίλους, ἐχθροὺς, ξένους· ἔρχεται ὁ πατὴρ αὐτοῦ εἰς Αἴγυπτον· προσκυνεῖ αὐτῷ καὶ ἡ μήτηρ σὺν τῷ πατρί. Εἰ γὰρ καὶ κατὰ τὴν ὁδὸν ἐτελεύτησεν ἐρχομένη, ἀλλ᾽ οὖν γε ἐν τῷ ἀνδρὶ προσεκύνησεν· ἀνὴρ γὰρ καὶ γυνὴ σὰρξ μία εἰσίν. Ἔρχονται καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἕνδεκα, προσκυνοῦσιν αὐτῷ· καὶ ἐπληρώθη τὸ ὅραμα, ὃ εἶδεν Ἰωσήφ· ᾬμην γὰρ, φησὶν, ὅτι ὁ ἥλιος, καὶ σελήνη, καὶ ἕνδεκα ἀστέρες προσεκύνουν μοι. Διὰ τί ἕνδεκα; Ἐπεὶ ὁ Ἰούδας ἀπήγξατο· σύμβολον γὰρ ἦν ὁ πραθεὶς Ἰωσὴφ τοῦ πραθέντος ὑπὸ Ἰούδα Χριστοῦ.