Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν, ὡς ἀπὸ κυμάτων, τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας, καὶ στροβίλους, καὶ ὑφάλους, καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν· καὶ βαρὺ τὸ παρὸν ἔχων, τοῦ ἀπόντος ἐπεθύμει, ἐπισπεύδων διὰ τὰς ἀλγηδόνας τὰ διαστήματα τοῦ χρόνου παρατρέχειν. Διὸ δὴ καὶ αὐτὸς, τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων, Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; Ἐὰν ἀναστῶ, λέγω, Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν καμάτων· ἐν νυκτὶ δὲ γενόμενος, καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων, καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν, εἰπέ μοι; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ· οὐ γὰρ ἀτέλειάν μοι παρέχει τῶν πόνων, ἀλλ᾽ ἐπίτασιν, καὶ θορύβους, καὶ ταραχάς. Καὶ τοῦτο αὐτὸ διηγούμενος, ἔλεγεν, Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασι καταπλήσσεις· καὶ γὰρ ἐξεδεῖμα τοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν, καὶ κατάπληξιν· καὶ ἡ τοῖς ἄλλοις δοθεῖσα πρὸς ἀνάπαυσιν, τούτῳ μᾶλλον ἐπίτασις ἦν τῶν συμφορῶν. «