Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰὼβ (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ο πρώτος κύκλος διαλόγων: Ο Ελιφάζ και η απάντηση του Ιώβ (Κεφάλαια Δ΄-Ζ΄)

Η κριτική του Ελιφάζ προς τον Ιώβ περί θείας παιδαγωγίας και η ανταπάντηση του Ιώβ, ο οποίος εκφράζει το βάρος της οδύνης του και τον πρόσκαιρο χαρακτήρα του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 14

ΚΕΦ. Δʹ. «Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;» Κόπον οἶδεν ἡ Γραφὴ τὴν ἁμαρτίαν λέγειν· ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Φησὶν οὖν ὁ Ἐλιφὰζ, Ὅρα, ὦ Ἰὼβ, μήποτε ἐλάλησάς τι ἐν ἁμαρτίᾳ, καὶ διὰ τοῦτο νῦν οὕτω πάσχεις. Οὐκ εἶπε δὲ, Μὴ πέπρακταί σοι· ἀλλὰ, Μὴ λελάληταί σοι· ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ, καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχε. Μὴ τοῦτο, φησὶν, εἴπῃς, εἰ καὶ πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν. «Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενεῖς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας· νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ ἐσπούδασας.» Χρυσ. καὶ Πολυ. Οὐκ εἶπε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἐνῆν γὰρ ἀντιθεῖναι τὴν πενίαν· ἀλλ᾽ εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μάχεται, φησὶ, τῇ παλαιᾷ ὑπολήψει τὰ παρόντα· ὁ γὰρ πολλάκις ἄλλους ἀναῤῥώσας τοῖς λόγοις, καὶ μονονουχὶ πεπτωκότας διαναστήσας, ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος, τί πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ; ἀλλὰ ἐσπούδασας, τουτέστι, τεθορύβησαι. Εἴρηται δὲ ἡ λέξις ἀπὸ τοῦ τοὺς θορυβουμένους σπεύδειν.

Καίτοιγε ἐχρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον τῶν λόγων, καὶ τούτους αἰδούμενον, μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ καὶ ἐν ταῖς αὐτοῦ συμφοραῖς φιλοσοφεῖν.

Ἐπιτήρει δὲ, ὡς, πρὸς ταῖς ἄλλαις ἀρεταῖς, μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφὰζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα, καὶ τὸν παρακλητικὸν μετὰ θείας χάριτος προσέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. Ταῦτα μὲν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα· τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται. Ἄκουε γάρ· «Πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ; καὶ ἡ ἐλπίς σου, καὶ ἡ κακία τῆς ὁδοῦ σου;» Ὁ δὲ Ἀκύλας, Ἡ ὑπομονή σου, καὶ ἡ ἁπλότης τῶν ὁδῶν σου. Μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ εἶπε, Φόβος ὃν ἐφρόντισα ἦλθέ μοι, φησὶν, ὅτι Οὗτος ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν· ἀνόητον γὰρ, ἀγαθὸν ὄντα τοιαῦτα προσδοκᾷν· ὥστε σεαυτὸν ἤλεγξας, ὅτι βίου ἦς πονηροῦ· εἰ γὰρ ἐθάῤῥεις ἐπὶ καθαρότητι, μάταιος ὁ φόβος. «Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται· ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.» Τὸ δὲ, ἀπὸ προστάγματος Κυρίου, Μὴ νομίσῃς, φησὶ, δαιμόνων εἶναι πονηρῶν, μηδὲ ἀνθρώπων ἐπιβούλων, τὰ συμβεβηκότα. Θεός ἐστιν ὁ κολάζων, οὔκουν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν; «Εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου.» Τὸ δὲ, Εἴ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν τοῖς λόγοις σου, αἰνίττεται, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ, ἤτοι εἰς ζῆλόν τινας ἄγων, ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. «

Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν.» Καλῶς δὲ εἶπε τὸ, ἐπενόησε· τὴν γὰρ σοφίαν αὐτοῦ διὰ τούτου δείκνυσιν, ἵνα μὴ τὸ τῆς φύσεως αὐτοὺς μεγαλεῖον ἐπάρῃ, ἀλλὰ διαπαντὸς ὦσιν ὑποτεταγμένοι τῷ Θεῷ. Εἴ γε καὶ Κατ᾽ αὐτῶν σκολιόν τι ἐπενόησε, τουτέστιν, Ἐκόλασεν αὐτοὺς ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον. «Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν μέχρι ἑσπέρας οὐκ ἔτι εἰσί.» Τὸ οὖν, Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, ἀντὶ τοῦ, εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρε. Τὸ δὲ, ἐνεφύσησε, τουτέστιν, οὐκ ἐδεήθη καμάτου, ἀλλ᾽ ἠβουλήθη μόνον, καὶ τέλος ἔσχε τὰ κατ᾽ αὐτούς.

Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν ὀργιζομένων, οἳ ἔθος ἔχουσιν, ἀντὶ ἐπιτιμήσεως τῷ ἐμφυσήματι κεχρῆσθαι. Τὸ δὲ, Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσὶν, εἶπεν, ἢ διὰ τὸ τὸν Ἰὼβ αὐθημερὸν ἅπαντα ὑποστῆναι· ἢ ὥστε δεῖξαι, ὅτι οὐ δεῖται χρόνου Θεὸς, τοὺς ἀσεβεῖς τιμωρούμενος.

ΚΕΦ. Εʹ. «Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος.» [Ὁ δὲ Σύμμαχος, Οὐ γὰρ ἐξελεύσεται ἀπὸ κόνεως ὀδύνη.] «Οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ· νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε· ἐπεὶ μηδὲ ἡ γῆ, μηδὲ τὰ ὄρη, ἐπείπερ ἀναίσθητα τυγχάνουσι· φυσικὸν γὰρ, φησὶ, τὸ πρᾶγμά ἐστιν ἀδύνατον διαφυγεῖν δυσπραγίαν. Ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιός ἐστι· φησὶν, ὅτι ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη ἐστὶν, οὐκ ἀναμάρτητος. Ἀπὸ οὖν τῆς φύσεως ὁ Ἐλιφὰζ διισχυρίζεται, καί φησιν, Ἀνθρώπου ἴδιον, τὸ ἐν συμφοραῖς ἐξετάζεσθαι. Εὐθὺς γοῦν γεννηθεὶς, τὸ κοπιᾷν προσκεκλήρωται, καὶ πᾶσα ἡ ζωὴ αὐτοῦ, μόχθου καὶ ταλαιπωρίας γέμει.

Καὶ κατὰ τοῦτο, τῶν ἐκ γῆς καὶ ὀρέων φυομένων, ἡ ἡμετέρα φύσις ἐλαττοῦται, ἔχουσα τὸ ὀδυνηρὸν ἐν τῇ γενέσει καὶ αὐξήσει. Καὶ τοῖς ὀρνέοις δὲ δέδοται, τὸ ἀλύπως ἵπτασθαι, καὶ δίχα πόνων τὴν τροφὴν ἐκλέγειν· οὐ μήν τι τούτων ὑπάρχει ἀνθρώπῳ ἐκτὸς ταλαιπωρίας. «Τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾽ οὐρανόν.» Ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ, καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν, καὶ μεταβολῆς καιροῦ δηλωτικόν. «Ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ ἐλπὶς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.» Ταῦτα δὲ, φησὶ, ποιεῖ ὁ Θεὸς, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ, καὶ ὁ ἄδικος μὴ ἐπαίρηται ἀλλ᾽ ἡ μεγαλοῤῥήμων γλῶσσα ἐμφράσσηται, καὶ ἡ ὑψηλὴ ὀφρὺς καταστέλληται. «Μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.» Εἰ γὰρ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ, καὶ πρὸς τὰ ἐναντία μετάγων, καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς αὐτῆς. «Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.» Τουτέστιν, οὐκ ἀεὶ ταῦτα ποιεῖ· ἀλλ᾽ ἐν μὲν τοῖς πρώτοις ἀφίησι πεῖραν λαβεῖν· μετὰ δὲ ταῦτα, οὐδὲ πεῖραν, ὥστε μηδὲ τοῦ ῥυσθῆναί σε χρείαν εἶναι λοιπόν. «Ἀπὸ μάστιγος γλώσσης σε κρύψει.» Οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα, τὸ ῥυσθῆναι ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν.

Οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. «Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.» Ἁπλῶς δὲ, Οὐ μόνον οἱ ἔξωθεν εἰρηνικῶς πρὸς σὲ διακείσονται, ἀλλὰ καὶ ἡ οἰκία πολλῆς ἀπολαύσεται τῆς εἰρήνης, καὶ οἱ ἐν αὐτῇ ἀστασίαστοι, καὶ πρὸς ἑαυτοὺς, καὶ πρὸς σὲ διαμενοῦσιν. Οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν· τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων, ταραχῆς ἔνδον γέμοντα; «Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ᾽ ὥραν συγκομισθεῖσα.» Τουτέστι, Πᾶσι κομῶν τοῖς ἀγαθοῖς, καὶ τοῖς ἐκγόνοις τὰ κατὰ κλῆρον διατάξας, οὕτω μεταλλάξεις τὸν βίον, εἰς γῆρας ἐλάσας λιπαρὸν, καὶ οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον.

ΚΕΦΑΛ. ϛʹ. «Ὑπολαβὼν δὲ Ἰὼβ λέγει, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται.» Πολυχρονίου καὶ Χρυσοστόμου. Εἰ γὰρ, ἀντὶ τοῦ, εἴθε γάρ. Ὀργὴν δὲ ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ τὸ πάθος τῆς ψυχῆς, τὸ ἐκ τῶν συμφορῶν γινόμενον· ὀδύνας δὲ, τὰς τῷ σώματι ὑπὸ τῶν ἑλκῶν συμβαινούσας· αὐξῶν δὲ τῇ ποσότητι τὸ πάθος, τὸ ὁμοθυμαδὸν ἔφησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόῤῥω τῶν ἐμῶν συμφορῶν ἑστηκότες, μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας· ὡς εἴγε οἷόντε τὰ ἐμὰ πάθη, καὶ τὰς ὀδύνας κατ᾽ αὐτὸν λαβεῖν, καὶ καθάπερ ἐν τρυτάνῃ τινὶ ἀντιταλαντεῦσαι τῇ παραλίᾳ ψάμμῳ, τούτων ἂν εὗρε μᾶλλον, ἢ παρ᾽ ἐκείνης, βαρυτέραν τὴν πλάστιγγα. Παραλίαν δὲ ἄμμον παρείληφε, διὰ τὸ ὑγροτέραν εἶναι. «Ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.» Ὅρα δυσπραγίαν· ἀφ᾽ ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος. «Οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή. Βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου, ὥσπερ ὀσμὴν λέοντος.» Ὥσπερ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ γενναῖος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν.

Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι· ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα ἐνέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τὸ μέρος τῶν ἐπενεχθέντων ἐκείνῳ δεινῶν μετ᾽ εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλὰ ὁλόκληρα τὰ πάντων ἀνθρώπων φαίνεται φέρων κακά; Τί γὰρ τοῦ Ἰὼβ πενέστερον γέγονεν; ὃς καὶ τῶν ἐν βαλανείῳ ἐῤῥιμμένων, καὶ τῶν ἐν τῇ καμινιαίᾳ τέφρᾳ καθευδόντων, καὶ πάντων ἀνθρώπων ἁπλῶς πενέστερος ἦν. Οὖτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος· καὶ οἱ μὲν κἂν καλάμῃ καλύπτονται, ἐκεῖνος δὲ αἴθριος διενυκτέρευεν, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ καὶ αὑτοῖς συνίσασι τὰ δεινὰ, δι᾽ ἃ ἔχοιεν ἂν ἑαυτοὺς αἰτιᾶσθαι (οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ), ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε.

Καὶ οἱ μὲν ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ, ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, καὶ ταύτην ἐσχάτην, καὶ μεθ᾽ ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν· τί γὰρ ἂν τοῦ γυμνοῦ, καὶ μηδὲ στέγην ἔχοντος, πενέστερον γένοιτ᾽ ἄν; Μᾶλλον δὲ οὐδὲ ἐδάφους παντὸς ἀπολαύειν κύριος ἦν· οὐ γὰρ ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἐπὶ τῆς κοπρίας ἐκάθητο.

Μία μὲν οὖν αὕτη συμφορὰ, πάντων ὁμοῦ τῶν δεινῶν ὑπόθεσις εἶναι δοκεῖ τοῖς ἀνθρώποις. Δευτέρα δὲ μετ᾽ ἐκείνην, μᾶλλον δὲ πρὸ ἐκείνης, ἡ τοῦ σώματος πληγή. Τίς γὰρ τοιαύτην ἐδέξατο; Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πανταχόθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία· καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον καὶ τοιαύτῃ τηκεδόνι σηπόμενον, ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν, Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σῖτά μου, ὥσπερ ὀσμὴν λέοντος. Τί ταύτης τῆς τιμωρίας γένοιτο χαλεπώτερον; Οὐχ ὕπνος ἀνέπαυεν, οὐ τροφὴ ἔτρεφεν· Ὥσπερ ὀσμὴ λέοντος, φησί· δυσῶδες γὰρ τὸ θηρίον τοῦτο μεθ᾽ ὑπερβολῆς· ἐπειδὴ γὰρ ἔχει τὴν ἀπὸ τῆς φύσεως πλεονεξίαν, ἑτέρως αὐτὸ τῶν ἄλλων φαυλότερον ἐποίησεν ὁ Θεός· φασὶ δὲ, ὅτι καὶ τὰ λείψανα τῆς τούτου τροφῆς ἄβρωτά ἐστι τοῖς ἄλλοις ζώοις, διὰ τὴν ἐπιπνεομένην αὐτοῖς ἐξ αὐτοῦ δυσοσμίαν. Τί οὖν ἄν τις εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινὸν, καὶ μηδὲ ἑρμηνευθῆναι δυνάμενον;

τὸν ἑκούσιον, τὸν ἀκούσιον, οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω, οὐδὲ εὑρίσκω ὄνομα ἐπιθεῖναι τῷ παραδόξῳ τῆς συμφορᾶς εἴδει· καὶ γὰρ παρακειμένης ἀπείχετο τῆς τραπέζης, καὶ ὁρωμένων οὐχ ἥπτετο τῶν σιτίων· τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων ἡ δυσωδία προαπαντῶσα, κατέλυε τὴν ἐπιθυμίαν, καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας· καὶ τοῦτο δηλῶν, ἔλεγε, Βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου. Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν προκειμένων ἅπτεσθαι ἐβιάζετο, ἡ δὲ ὑπερβολὴ τῆς δυσωδίας, τῆς ἐκ τῶν σαρκῶν γινομένης, ἐνίκα τοῦ λιμοῦ τὴν βίαν. Διὰ δὴ τοῦτο, ὡς εἶπον, οὐκ ἔχω πῶς αὐτὸν καλέσω· ἑκούσιον; ἀλλ᾽ ἐβούλετο ἀπογεύσασθαι τῶν προκειμένων· ἀλλ᾽ ἀκούσιον; ἀλλὰ παρῆν τὰ σιτία, καὶ οὐδεὶς ὁ κωλύων ἦν. «Τίς γάρ μου ἡ ἰσχὺς, ὅτι ὑπομένω;» Ποίαν ἔχω δύναμιν, ὥστε τηλικαῦτα καρτερῆσαι; οὐκοῦν οὐκ ἀπὸ ἰσχύος ὑπομένει, ἀλλ᾽ ἀπὸ εὐλαβείας, καὶ φόβου Θεοῦ· ἢ γὰρ ἂν ἑαυτὸν διεχειρίσατο· νῦν δὲ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ. «Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα, παρῆλθόν με.» Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως ἔργον, τὸ καὶ τοὺς οἰκείους ὑπερορᾷν τοιαῦτα πάσχοντας.

Ὅταν γὰρ αὐτὸς ἀποστῇ, καὶ γυμνωθῇ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας ὁ ἄνθρωπος, πάντα ἐχθρὰ καὶ πολέμια. Πῶς οὖν, φησὶ, καὶ μεγέθει κακῶν περιπεπτωκότι, καὶ τῆς παρὰ πάντων ἐκτὸς καθεστῶτι παραψυχῆς ἐγκαλεῖτε, ἀνιωμένῳ, καὶ δακνομένῳ ἐφ᾽ οἷς ἀδοκήτως πάντα εἰς τοὐναντίον μοι περιέστη; «Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι.» Χρυσοστόμου καὶ Πολυχρονίου. Τί λέγω, φησὶν, ὡς διέπτυον οἱ ἐγγύτατοι; ἐπέτριβον μὲν οὖν τὰς συμφορὰς, καὶ ταῦτα, ὀλίγῳ πρότερον καὶ τὴν ἐμὴν ἐπωνυμίαν τρέμοντες. «Ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα, φοβήθητε.» Ὁρᾶτε, φησὶ, μὴ δίκας ἐξαιτηθῆτε τῆς ἀγριότητος· εἰ καὶ μηδὲν ἕτερον, μήτε φιλία, μήτε εὐεργεσία, μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ποιεῖ, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας. «Τί γάρ; μή τι ὑμᾶς ᾔτησα; ἢ τῆς παρ᾽ ὑμῶν ἰσχύος ἐπιδέομαι, ὥστε σῶσαί με ἐξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;» Μὴ, φησὶν, ἔν τινι ἐπαχθὴς ὑμῖν γέγονα, ὅτι μοι ἀνελεημόνως οὕτως ἐχρήσασθε; ἢ πρὸς συμμαχίαν ἐμὴν κατὰ τῶν ἐναντίων ὑμᾶς προετρεψάμην; ἢ δόσει τὴν πενίαν παραμυθήσασθαι ἱκέτευσα; ἀλλὰ μὴν οὔτε πρότερον ὑμῶν ἐδεήθην, οὔτε νῦν, ἀλλ᾽ αὐτόματοι παρεγένεσθε, ὡς δὴ παρακαλέσαντες· τί οὖν τὰ τῶν ἐχθρῶν διαπράττεσθε; «Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.»

Εἰ δὲ καὶ ἡμαρτηκέναι τι δοκῶ, καὶ τοῦτό μοι γνωρίσατε. Οὐ γὰρ δὲ εἶχον ἐκεῖνοι φανερὰ ἐγκλήματα προβάλλεσθαι, ἀλλ᾽ ἁπλῶς ἀπὸ στοχασμοῦ· καὶ ὅτι μὲν βίου ἐναρέτου ἦν, φανερὸν ἦν· ὅτι δὲ οὐκ ἦν, ἐστοχάζοντο οὗτοι ἀπὸ τῶν τιμωριῶν. «Οὐ γὰρ παρ᾽ ὑμῶν ἰσχὺν αἰτοῦμαι, οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει· οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. Πλὴν ὅτι ἐπ᾽ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.» Οὐ δέομαι, φησὶ, τῆς βοηθείας ὑμῶν, μὴ συγκατάβητέ μοι, μηδὲ, ὡς ἐπιῤῥῶσαι βουλόμενοι, τὰ πρὸς χάριν λαλήσητε, ἀλλ᾽ ἐλέγξατέ με μετὰ παῤῥησίας· οὐ γὰρ δέδοικα ὑμῶν τοὺς ἐλέγχους, οὐδὲ ἐφησυχάσω τῷ λόγῳ, τοῦ συνειδότος μου καθαρεύοντος, ἀλλὰ καὶ πρὸς ἕκαστον ἀντιλέγων ῥῆμα, νικήσειν ἐλπίζω. Πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς τοῖς ὀνείδεσι, μὴ τὴν συμφορὰν, μὴ τὴν φιλίαν λογιζόμενοι, ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ Θεοῦ βοηθείας· καὶ οὔτε ἡ συμφορὰ, οὔτε ἡ φιλία ὑμᾶς κατέκαμψεν. Ἀλλ᾽ ἐγὼ, κἂν εἰς τὴν ἐναντίαν μοῖραν ἑαυτοὺς τάξητε, οὐ παραιτήσομαι τὸν ἀγῶνα, ἀλλ᾽ ἀντερῶ, καὶ πρὸς ἀπολογίαν χωρήσω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα.

ΚΕΦΑΛ. Ζʹ. «Οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου ἀνθημερινοῦ ἡ ζωὴ αὐτοῦ; ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;» Ἆρα, φησὶν, ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώπων ὁ βίος; καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι᾽ ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται; ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην, καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι; ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς καμάτους λάβῃ τινὰ μισθόν;

Διὰ τούτων οὖν βούλεται δεῖξαι τὸ ἐπίπονον τοῦ βίου καὶ βραχύ· καί φησιν, Ἆρ᾽ οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; ἐμοὶ δὲ δοκεῖ περὶ δραπέτου λέγειν οἰκέτου ἐν ἀγωνίᾳ διαπαντὸς ὄντος διὰ τὴν φυγήν· τοῦτο γὰρ ἐμφαίνει· τὸ, τετευχὼς σκιᾶς, τουτέστι, τὰ μὴ παρόντα ὡς παρόντα λογιζόμενος διὰ τὸν φόβον, καὶ ζητῶν σκότος, ὑφ᾽ οὗ καλυφθήσεται. Πλὴν, εἰ πειρατήριον ὁ βίος, πῶς οἷόν τέ ἐστι τὸν ἐν πειρατηρίῳ ὄντα πειρασμῷ μὴ περιπεσεῖν; Ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ᾽ αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν, ἅπερ ἐγὼ πέπονθα. «Νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; ὡς δ᾽ ἂν ἀναστῶ, πάλιν, Πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.» Εἶδες καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, τὸν καὶ αὐτὸν καινὸν ὄντα, καὶ παράδοξον. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι, κἂν δεσμωτήριον οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λωβὴν σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ, κἂν πόνοις καὶ ταλαιπωρίαις, ἐπελθοῦσα, ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν.

Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν, ὡς ἀπὸ κυμάτων, τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας, καὶ στροβίλους, καὶ ὑφάλους, καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν· καὶ βαρὺ τὸ παρὸν ἔχων, τοῦ ἀπόντος ἐπεθύμει, ἐπισπεύδων διὰ τὰς ἀλγηδόνας τὰ διαστήματα τοῦ χρόνου παρατρέχειν. Διὸ δὴ καὶ αὐτὸς, τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων, Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; Ἐὰν ἀναστῶ, λέγω, Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν καμάτων· ἐν νυκτὶ δὲ γενόμενος, καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων, καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν, εἰπέ μοι; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ· οὐ γὰρ ἀτέλειάν μοι παρέχει τῶν πόνων, ἀλλ᾽ ἐπίτασιν, καὶ θορύβους, καὶ ταραχάς. Καὶ τοῦτο αὐτὸ διηγούμενος, ἔλεγεν, Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασι καταπλήσσεις· καὶ γὰρ ἐξεδεῖμα τοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν, καὶ κατάπληξιν· καὶ ἡ τοῖς ἄλλοις δοθεῖσα πρὸς ἀνάπαυσιν, τούτῳ μᾶλλον ἐπίτασις ἦν τῶν συμφορῶν. «

Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων· τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.» Διὰ δὲ τοῦ εἰπεῖν, Τήκω βώλακας γῆς, δηλοῖ, ὡς οὐκέτι ὀστράκῳ, ὡς ἐμοὶ δοκεῖ, ταλαιπωρηθεὶς, ἀλλὰ γῇ λοιπὸν τοῦτο ἐποίει. Διὰ πάντων μέντοι παιδεύει τοὺς φίλους, καὶ περὶ καρτερίας, καὶ περὶ τοῦ ἀπώσασθαι τὴν διάληψιν, ὅτι δι᾽ ἁμαρτίας πάσχει, ὅπως ἐκ τῆς ὑπερβολῆς τῶν πόνων ἐννοήσωσιν, ὅτι οὐχ οὕτως ἐστὶ φαῦλος, ὥστε τοιαῦτα πάσχειν· ἔδει γὰρ αὐτοὺς ἐννοῆσαι τὰ καθ᾽ ἑαυτοὺς, καὶ οὕτω γνῶναι τὰ περὶ τοῦ Ἰώβ. Ἀκατάπαυστοι γὰρ ὀδύναι, καὶ ἰχὼρ, καὶ σκώληκες, καρτερίαν ἅμα καὶ ἀνδρείαν ἐδείκνυον. «Ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς. [Οἱ δὲ λοιποὶ, δρομέως, ἐξέδωκαν.] Ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. [Ὁ δὲ Σύμμαχος, αἱ ἡμέραι μου ἀνηλώθησαν, μὴ οὔσης ἐλπίδος.]» Τάχα δὲ τὸ, Ὁ βίος μου ἐλαφρότερος λαλιᾶς, δύναται μὲν τὸ πρόσκαιρον τοῦ βίου σημαίνειν, ὅτι οὐκ ἔστιν ἑστηκὼς, ἀλλὰ λυόμενος, ὥσπερ ἡ λαλιά.

Δύναται δὲ καὶ τὴν εἰς ὑπερβολὴν ὀδύνην δηλοῦν, καὶ τὸ ἄχρι θανάτου ἥκειν αὐτῷ τὰ τῶν πόνων. Τὸ δὲ, Ἐλαφρότερος δρομέως, ὅτι ὥσπερ ἐκεῖνοι, πρὶν ἢ στῆναι, μεταπηδῶσιν· οὕτω καὶ ἡ δόξα, πρὶν ἢ παραγενέσθαι, ἀφίπταται. Ἀπόλωλε δὲ ἐν κενῇ, φησὶν, ἐλπίδι ὁ βίος μου. Διὰ τί; ὅτι ἐταλαιπώρησα, καὶ μισθὸν οὐκ ἔλαβον· ὅτι ἐν συμφοραῖς, καὶ οὐδὲν ἔχω τέλος χρηστόν. Εἶτα ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν, εἰς εὐχὴν τὸ λοιπὸν διὰ μέσου τρέπεται, καί φησι· «Ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ, οὐδ᾽ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδ᾽ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.» Ἄξιον διὰ τοῦτο μάλιστα θαυμάζειν τὸν δίκαιον, ὅτι περὶ ἀναστάσεως οὐδὲν ἐπιστάμενος, ὠδυνᾶτο μὲν, ἔφερε δὲ γενναίως. Ὅτι γὰρ οὐκ ᾔδει τι σαφὲς περὶ τοῦ μυστηρίου τῆς ἐκ νεκρῶν παλιγγενεσίας, ἐντεῦθεν δῆλον· Τῷ γὰρ ἅπαξ, φησὶ, διὰ θανάτου εἰς τὸν ᾅδην κατελθόντι, οὐκέτι δέδοται πάλιν ἀναβιώσαντι, εἰς τὸν ἴδιον οἶκον ἐπαναστρέφειν· ἀλλ᾽ οὐδὲ μνήμη τούτου περιλειφθήσεται, ἀφανοῦς ἐκ ζώντων γενομένου· τὸν γὰρ ἀποθανόντα ἀναστῆναι οὐχ οἷόν τε. «Εἶπα, ὅτι παρακαλέσει με ἡ κλίνη μου. [Ὁ δὲ Σύμμαχος, παρηγορήσει.] Ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. [Ὁ δὲ Θεοδοτίων, Συμβαστάσει με ἐν τῇ ἀδολεσχίᾳ μου ἡ κοίτη μου.] Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις.»

Ὅπερ ἐπὶ τοῦ δικαίου συνέβη μόνου, τοῦτο ἐν ἑτέρῳ οὐδενί· οὐδὲ γὰρ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ᾽ ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία.

Ὅτι γὰρ χαλεπώτερα ἐν τοῖς ὕπνοις ὑπέμενεν, ἄκουσον τί φησι, Διατί ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ποῖος σιδηροῦς ἄνθρωπος, ποῖος ἀδάμας, τοσαῦτα ἂν ὑπέμεινε δεινά· Εἰ γὰρ καὶ καθ᾽ ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον, ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον· ἀλλ᾽ ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ· καὶ ταῦτα, μηδὲν διάλειμμα ἔχων ἐν ταῖς συμφοραῖς, ἀλλὰ καὶ νύκτωρ, καὶ μεθ᾽ ἡμέραν, ὑπὸ τῶν παθῶν ταραττόμενος. Ἐῶ λέγειν τὰ μεθ᾽ ἡμέραν δεινὰ, ἀλλ᾽ οὐδὲ ἡ νὺξ αὐτῷ παρεῖχεν ἀτέλειαν· διὸ ἔλεγεν, Ἐν ὁράμασί με καταπλήσσεις, καὶ αὐτὸν, φημὶ τῆς ἀνέσεως τὸν καιρὸν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς, καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύσεως, φοβερά μοι τὰ ἐνύπνια ἐφίσταται· συμβαίνει δὲ τοῦτο μάλιστα καὶ φυσικῶς τοῖς μεθ᾽ ἡμέραν πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστὴς, Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. Εἰκὸς δὲ, καὶ τὸν διάβολον φαντάσματά τινα φοβερὰ δεικνύντα, ἐκδειματοῦν αὐτὸν, καὶ ἐκταράττειν καθ᾽ ὕπνους. Ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθεὶς ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν Θεὸν, καὶ ταῦτα, καὶ τὰς βασάνους ἐπιφέρειν αὐτῷ. Ἦν δὲ ἄρα καὶ τοῦτο τῆς διαβόλου ἐνεργείας· οὐδὲν γὰρ αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν.