Ἀκολούθως δὲ, καὶ τῆς δημιουργίας, καὶ τῆς προνοίας αὐτὸν ἐπιστάμενος ἀρχηγὸν καὶ κύριον, εἰς εὐχὴν τρέπει τὸν λόγον, ἱκετεύων μνησθῆναι τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου, καὶ ὅτι ἐξ ἀρχῆς τῇ ἀγαθότητι πεποίηκε, καὶ ὀργισθεὶς θανάτῳ ἐζημίωσε, καί φησι. «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας· ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾽ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.» Τὸ σπέρμα ἐξ οὗ συνίσταται τὸ ζῶον, γάλα ἀμελχθὲν λέγει· καὶ ὥσπερ τὸ γάλα ἀμελχθὲν τυρὸς γίνεται, οὕτω καὶ τὸ σπέρμα ἀποστάξαν, καὶ συστραφὲν, φύσις γίνεται· κατάστασις δὲ αὕτη ἐστὶ πρώτη τοῦ ἐμβρύου. Τὸ γὰρ καταβληθὲν εἰς τὰς αὔλακας τῆς ὑστέρας σπέρμα, ὅταν συστραφῇ οἷα τυρὸς, καὶ παγῇ, γίνεται φύσις, ὅπερ λοιπὸν διαπλάττεται, ἢ, ὡς ἡ Γραφή φησιν, Ἐξεικονίζεται, καὶ δέχεται ὥσπερ χαρακτῆρα· καὶ συμπήγνυται μὲν ἡ ὑγρὰ φύσις, εἰς δὲ δέρμα, καὶ κρέας, ὀστέα τε καὶ νεῦρα μερίζεται τὸ καταβληθέν· ταῦτα μὲν τοιαῦτα καθ᾽ ἑαυτὰ, παρούσης μὲν ψυχῆς, ζωτικὸν ἔχει κίνημα, ἀναχωρησάσης δὲ, ἀργὰ καταλείπεται.