Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰὼβ (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Οι επικρίσεις του Σωφάρ και η θεία κτίση ως μάρτυρας (Κεφάλαια ΙΑ΄-ΙΔ΄)

Η απάντηση στον Σωφάρ, η μαρτυρία της κτίσεως για τη θεία πρόνοια και οι αλληγορικές αναφορές στη φθορά, τη συντομία της ζωής και τη μελλοντική ανακαίνιση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 14

ΚΕΦ. ΙΑʹ. «Μὴ γὰρ λέγε, ὅτι Καθαρός εἰμι τοῖς ἔργοις, καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.» Καὶ μὴν αὐτὸς εἶπεν, Ἐπ᾽ ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι βροτὸς καθαρὸς ἔναντι Κυρίου. Ὁρᾷς πῶς ἐναντία ἐγκαλοῦσιν.

ΚΕΦ. ΙΒʹ. «Ἀλλὰ δὴ ἐρώτησον τετράποδα, ἐάν σοι εἴπωσι· πετεινὰ δὲ οὐρανοῦ, ἐάν σοι ἀπαγγείλωσιν· ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. Τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἐπειδὴ μέγα ἐκεῖνοι ἐφρόνουν, ὡς τὴν τοῦ Θεοῦ ἔχοντες γνῶσιν, τούτου χάριν ἀποφαίνεται, ὅτι πᾶσα ἡ κτίσις οἶδε τὸν δημιουργὸν, καὶ οὐκ ἀνθρώποις τοῦτο δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις, καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ. Τί τοίνυν ὡς μέγα τι καὶ θαυμαστὸν εἰρηκότες, οὕτω διάκεισθε; Δεῖ γὰρ πάντως τὸν πονηρὸν ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ. Πρὸς πλείονα δὲ ἐντροπὴν τοῦ Σωφὰρ, ὑπερβολικῶς εἶπεν, Ἐπερώτησον τὰ ἄλογα καὶ ἄψυχα, ἃ καὶ αὐτὰ διηγεῖται δόξαν Θεοῦ, τῷ φαίνεσθαι οὕτω φθέγγεσθαι, κἂν μὴ λαλῶσι· τῆς γοῦν τοῦ Θεοῦ δυνάμεως ἐπαισθάνονται, κἂν φωνὴν λάβωσιν, ἐροῦσιν, ὅτι δημιουργός ἐστι τῶν ὅλων Θεὸς, καὶ τὴν σοφίαν ἀνέφικτος, καὶ τῶν πονηρῶν τιμωρὸς, καὶ ὅτι ὑπὸ τὴν χεῖρα αὐτοῦ πάντα ἐστὶ, καὶ ἡ ζωὴ τῶν ζώντων, καὶ ὁ θάνατος, καὶ ἑτοίμως ἔχει ποιεῖν, ὃ ἂν περὶ ἑκάστου βουλεύσηται, καὶ πάντα συνέχει καὶ διακρατεῖ, τήν τε ψυχὴν τῶν ἀλόγων, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου.

Εἰ τοίνυν τὰ ἄλογα, εἰ ἐφθέγξατο, οὕτως ἂν ἀπήγγειλε περὶ Θεοῦ, πόσῳ γε μᾶλλον ὁ ἄνθρωπος, ὁ ἔμφυτον ἔχων τὸ λογικὸν, ὥσπερ ἀμέλει καὶ ὁ λάρυγξ διακριτικός ἐστι τῶν γευστῶν, καὶ τὸ οὖς τῶν φωνῶν.

Τινὰ δὲ τῶν ἀντιγράφων, ἀντὶ τοῦ, οὖς, νοῦν, ἔχουσι· λέγει οὖν, ὅτι ὥσπερ λάρυγγα ἐπὶ διακρίσει βρωμάτων ἅπαντες ἔχομεν, καὶ κοινὸν ἀνθρώπων, τὸ τῆς τροφῆς μεταλαμβάνειν· οὕτω καὶ νοῦν εἰς γνῶσιν Θεοῦ εἰλήφαμεν, δυνάμενον εἰδέναι τὰ περὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως· νοῦς μὲν γὰρ νοητὰ, αἴσθησις δὲ τὰ αἰσθητὰ διακρίνει· καὶ κοινὸν ἡμῖν τὸ καὶ δημιουργὸν εἰδέναι τὸν τῶν ὅλων Θεόν. «Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἐμοὶ δοκεῖ καθάπτεσθαι αὐτῶν. Μὴ γὰρ νομίζητε, φησὶ, τὸ πᾶν εὑρηκέναι· εἰ γὰρ καὶ νοῦν ἔχομεν διακρίνοντα, ἀλλ᾽ ὅμως καὶ χρόνου δεόμεθα πολλοῦ ὥστε εὑρεῖν· ὁ γὰρ φρόνιμος παλαιούμενος προσκόπτει τῇ σοφίᾳ. Καὶ τάχα τοῦτο θέλει εἰπεῖν, ὅτι Καὶ οἶδα ἃ ἀκούω, καὶ χρόνον εἰς ἐπιστήμην προσέλαβον. Ἀκύλας δὲ καὶ Σύμμαχος, ὁ μὲν, Ἐν παλαιοῖς σοφία· ὁ δὲ, ἐν μακροχρονήσασιν, ἐξέδωκε, παρὰ ἀνθρώποις πόνῳ ἀνυομένη, καὶ χρόνῳ ἐγγινομένη, παρὰ δὲ Θεῷ, θελήσει. «Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατ᾽ ἀνθρώπων, τίς ἀνοίξει;» Ἠρέμα δὲ ὁ δίκαιος τὸν περὶ Προνοίας λόγον διδάσκει τοὺς ἀντιλέγοντας αὐτῷ· εἰ γὰρ καὶ ἐτίθεντο Πρόνοιαν, ἀλλάγε ἐναντιώμασι περιέπιπτον. Λέγει δὲ, ὅτι τῷ βουλεύματι αὐτοῦ τίς ἀνθέστηκεν;

ἔστι γοῦν τὸν μὲν εὑρεῖν πενόμενον, τὸν δὲ ἐν περιστάσει, τὸν δὲ νόσῳ πεπιεσμένον, καὶ ὅλως, ἐν διαφόροις συμπτώμασι Θεοῦ βουλήσει συμβαίνουσι, ἄλλον καὶ ἄλλον κατειλημμένους, καὶ μηδένα δυνάμενον ἀπώσασθαι τὸ κεκριμένον. Καὶ ἡ ἀπόδειξις ἀπὸ τῶν μειζόνων καὶ ὡμολογημένων. «Ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.» Κἂν ἐπίσχῃ τὸν ὑετὸν, τῷ αὐχμῷ ἀπολεῖται τὰ πάντα, ὡς ἐπὶ Ἡλιοῦ· κἂν ἐπαφῇ τοῦτον τῇ γῇ, ὡς ἐπὶ τοῦ Νῶε, κατέκλυσεν αὐτὴν, καὶ ἠφάνισεν.

Εἶτα τὸ εὔλογον τῆς ἀποδείξεως, τοῦ ἕκαστα τῶν παρὰ Θεοῦ γινομένων, μὴ ἂν ἄλλον δύνασθαι ποιεῖν ἢ αὐτὸν, διὰ τῶν ἑξῆς διδάσκει, φάσκων· «Παρ᾽ αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.» Τουτέστιν, Αὐτῷ μόνῳ πρόσεστι, τὸ πάντα κατὰ γνώμην ποιεῖν· συμβαίνει δὲ τοῦτο εἰκότως, ἐπειδὴ πάντων δεσπόζων, ἄφατον ἔχει τὴν δύναμιν. Αὐτῷ ἐπιστήμη καὶ σύνεσις, γνῶσις τῶν ὄντων ἀκριβεστάτη, καὶ κυβέρνησις σοφωτάτη. «Διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε.» Χρυσοστόμου καὶ Πολυχρονίου. Καὶ ταῦτα τῆς Προνοίας ἔργα· καὶ γὰρ τῷ θείῳ θελήματι καὶ τῇ κρίσει, καὶ βουλευταὶ αἰχμάλωτοι ἄγονται, καὶ κριταὶ μεθίστανται. Ἴσως δὲ τοῦτο οὐ περὶ τῶν ἐν πολέμῳ γινομένων δορυαλώτων φησὶν, ἀλλὰ περὶ τῶν μέγα φρονούντων ἐπ᾽ ἀγχινοίᾳ· ὡς εἰ λέγοι, Σφάλλει καὶ τοὺς σοφοὺς, καὶ τοὺς διακριτικοὺς περιτρέπει, καὶ τοὺς τὰ πρακτέα τοῖς ἄλλοις εἰσηγουμένους, πρὸς τὴν αὑτοῦ ἀκρίβειαν ἀσυνέτους ἀποφαίνει, καὶ εἰς ἀβουλίαν ἄγει. Ταύτην τὴν ἔννοιαν παριστᾷ καὶ Ἀκύλας, καὶ Σύμμαχος· ὁ μὲν γὰρ, ἀπάγων συμβούλους λάφυρα, φησίν· ὁ δὲ, ἄγων βουλευτικοὺς εἰς ἀβουλίαν. Ὅρα δὲ, ὅτι ἄμαχον δείξας τοῦ Θεοῦ τὴν δύναμιν, ἁπάντων αὐτὸν μείζονα κατὰ σοφίαν δείκνυσι· διαιρεῖ δὲ τὸν λόγον, εἴς τε τοὺς κατὰ τὸν βίον λαμπροὺς, καὶ τοὺς ἐν εὐσεβείᾳ νομιζομένους μεγάλους.

ΚΕΦΑΛ. ΙΓʹ. «Εἴη δὴ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία.» Χρυσοστ. καὶ Ὀλυμπ. Ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγεται, βέλτιον σιγᾷν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς, ἢ λέγων. Καλὸν γὰρ τοὺς τοιούτους σιωπᾷν, ἢ τοιούτοις ἐνάλλεσθαι ῥήμασιν· ἡ μὲν γὰρ σιωπὴ τούτων ὑπόνοιαν ἔχει σοφίας· ἐννεὸν γάρ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι· ἡ δὲ λαλιὰ παροξύνει τὸν πάσχοντα. Καὶ σὺ τοίνυν, ὦ φιλόθεε, ἐν τοῖς τοιούτοις λόγοις μὴ σαλεύου, μιμοῦ δὲ μᾶλλον τοὺς ἁγίους, εἰδὼς ὅτι σατανικαί εἰσιν αὗται ὑποβολαὶ, καὶ διάβολός ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς ὀνειδίζουσιν, ἵνα σε τῆς πίστεως ἀφελκύσῃ, καὶ τῆς προθέσεως παύσῃ τῆς ἀγαθῆς. Οἶδε γὰρ ὁ πανοῦργος, ὅτι ὁ μὲν πόνος οὐδέν σε βλάπτει, ἀλλὰ μᾶλλον συνίστησι παρὰ τῷ Θεῷ· τὸ δὲ παύσασθαι τῆς προθέσεως, τοῦτο μεγάλως βλάπτει. Ὅσῳ οὖν μεγάλως σε πειράζει, τοσούτῳ μᾶλλον πρόκοπτε τῇ ἀρετῇ· καὶ ὅσῳ ὀλιγωρεῖν σε βιάζεται, τοσούτῳ μᾶλλον μακροθύμει, καὶ ὑπόμενε, καὶ λέγε, Ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἂν οὕτω κραταιωθῇς πρὸς τοὺς πειρασμοὺς, ὁ μὲν διάβολος ἀποστραφήσεται εἰς τὰ ὀπίσω κατῃσχυμμένος, μνημονεύσει δέ σου ὁ τῶν ὅλων Δεσπότης, καὶ ἀναψύξει μὲν ὧδε διττῶς, ἀκούσῃ δὲ μετὰ ταῦτα, Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.

Μνήσθητι τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε ἐν εὐθυνίᾳ, μήτε ἐν πειρασμῷ περιτραπέντος, τοσαῦτα ἐν ἑκάστῳ πράγματι μακροθυμήσαντος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλὰ παρὰ Θεοῦ, καὶ μαρτυρηθῇ μέχρι νῦν, ὅτι πέπονθεν, ἵνα φανῇ δίκαιος τοῖς πᾶσιν. «Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν.» Ὥσπερ γὰρ οἱ τὰς σάρκας ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις, ἔχουσί τινα παραμυθίαν· οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος. Ὁρᾷς, ὅτι οὐχ ἑαυτὸν δικαιοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης διὰ τοῦ λόγου ἀνακτωμένου τὸ σῶμα, καὶ ἀνακουφίζοντος τὴν ψυχήν. «Ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.» Βούλομαι κριθῆναι, φησὶν, οὐ παραιτοῦμαι τὸ δικαστήριον, καὶ οἶδα ὅτι οὐ κατακριθήσομαι. Εἰς ἀκοὴν δὲ τῶν ὑπ᾽ αὐτοῦ λεγομένων τοὺς φίλους παρακαλῶν, πρὸς πλείονα δυσώπησιν, διπλασιάζει τὴν παράκλησιν· ἑώρα γὰρ αὐτοὺς δυσανασχετοῦντας ἐπὶ τοῖς ἐλέγχοις, ἐφ᾽ οἷς ἀπερικαλύπτως ἀκροωμένων αὐτῶν παῤῥησιάζεσθαι λέγει. Ὁ οὖν διπλασιασμὸς τοῦ, Ἀκούσατε, ἢ τὴν ἀθυμίαν παρίστησιν, ἢ προσοχὴν ἐνεργάσασθαι βούλεται, ἵνα βεβαίως ἀκούσωσιν. Ἔνεστι γάρ ποτε πληγείσης τῆς ἀκοῆς τῇ φωνῇ, διὰ τὸ μὴ προσέχειν τὸν νοῦν ἀκηκοέναι· διὸ καὶ ὁ Σωτὴρ διεγείρων τοὺς ἀκούοντας εἰς τὸ γνησίως ἀκούειν ἔλεγεν· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. «

Ὅτι κατέγραψας κατ᾽ ἐμοῦ κακὰ, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας.» Καὶ τάχα εὐλαβῇ με, ἀγνοῶν τῆς φύσεώς μου τὸ εὐτελὲς, ὅτι φύλλου ἢ χόρτου ὑπ᾽ ἀνέμου φερομένου μηδὲν διαφέρω. Τίνος οὖν ἕνεκεν, ὦ Δέσποτα, ἀπεφήνω κατ᾽ ἐμοῦ τηλικαύτην ἀπόφασιν; Τὸ γὰρ, Κατέγραψας κατ᾽ ἐμοῦ κακὰ, ἤγουν κακώσεις, ἐκ μεταφορᾶς τῶν βασιλέων, τῶν γράμματι τὴν ἀπόφασιν ἐκφερόντων. Τὸ δὲ, ἀντίκεισαί μοι, ἀντὶ τοῦ, ὡς ἀντικειμένῳ ἐπάγεις τὴν κόλασιν. Ἵνα εἴπῃ, ὅτι Ὡς ὁ δεσπότης καταστασιάζοντος οἰκέτου, μετ᾽ ἐξουσίας τὴν κατ᾽ ἐμοῦ ὥρισας τιμωρίαν, τοῦτο γὰρ, τὸ, Κατέγραψας· οὕτω δὲ ἔφη φυλάξας τῷ Δεσπότῃ τὸ πρέπον. «Ὃ παλαιοῦται ἴσα ἀσκῷ.» Πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. Τίνος δὲ ἕνεκεν ἀσκὸν παρήγαγε; Ὅτι κενός ἐστιν ὁ ἀσκὸς, πνεῦμα μόνον ἔχων· τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι Ἀσκός ἐσμεν πεφυσημένος. Μή μοι οὖν, φησὶ, τὸν ὄγκον ἴδῃς, μηδὲ τὸ δέρμα διαταθὲν, ἀλλ᾽ ἐννόησον τὰ ἔνδον, καὶ ὄψει πολλὴν τὴν κενότητα. «Ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.» Διὰ τοῦ σητοβρώτου ἱματίου τὰ σωματικὰ πάθη δηλοῖ, οὐδὲν ἧττον τοῦ σητὸς διατρώγοντα τὰ σώματα καὶ κατεσθίοντα.

ΚΕΦΑΛ. ΙΔʹ. «Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου, ἀλλ᾽ οὐθεὶς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα, καὶ ἀπαλλαγῆναι ζητοῦντα, οὐ μόνον διὰ τὸ εὐτελὲς, οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον, οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ᾽ ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι. «Χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη· ἄνθρωπος δὲ κοιμηθεὶς, οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.» Τάχα δὲ, ὥσπερ ἐν τοῖς προλαβοῦσι καὶ φυτῶν ὠκυμορώτερος ὁ ἄνθρωπος ἀπεδείκνυτο, οὕτω κἀνταῦθα θαλάσσης καὶ ποταμοῦ ὀλιγοχρονιώτερος· οὔτε γὰρ θάλασσα, οὔτε ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος τοῦτο ὑπομένει. Εἴθε γὰρ τοῦτο ἦν, ὥστε ἀποθανεῖν ἡμᾶς, καὶ πάλιν ἀναζῇν, ἀλλ᾽ οὐκ ἔστι τοῦτο. Θάλασσα μὲν γὰρ σπανίζεται, καὶ πάλιν πληροῦται, νῦν μὲν αὐξανομένη, νῦν δὲ λήγουσα, καὶ ποταμοὶ ξηραίνονται, καὶ αὖθις νάουσιν· ἄνθρωπος δὲ ἐπὰν ἀποθάνῃ, οὐκέτι πρὸς ζωὴν ἐπάνεισι.

Καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. Ἔστι δὲ, κατ᾽ ἀλληγορίαν, δένδρῳ ἐλπὶς, ἀντὶ τοῦ ἀνθρώπῳ. Ἐὰν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ, καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας, καὶ ἐν τῇ πέτρᾳ, ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας, ἢ ἐκ τοῦ δακρύου τῆς μετανοίας, ἀναβλαστήσει· ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτίᾳ ἐναποθανὼν, οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. Καὶ χρόνῳ μὲν τῷ μέλλοντι ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη· ὁ δὲ διάβολος, καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται· οἵγε μὴν τελευτήσαντες οὐκ ἐξαφανίζονται, περιμένοντες τὴν ἀνάστασιν.