ΚΕΦΑΛ. ΛΒʹ. «Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ, ὁ Βουζίτης, εἶπε· Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.» Ἑκατέρωθεν οὖν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς, ἀπό τε τῆς διαλέξεως. Ἵνα γὰρ μή τις εἴπῃ· Καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ᾽ ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ Θεοῦ; ἐπὶ τὴν ἡλικίαν κατέφυγε, καί φησιν, ὅτι Προσδοκῶν γενναῖόν τι καὶ θαυμαστὸν παρ᾽ ὑμῶν λέγεσθαι, ἡσύχαζον. Ὅρα πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις. «Καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.» Ἢ οὖν τοῦτό φησιν, ὅτι Οὐδὲ τότε ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε, ἢ ὅτι ὕστερον ἐσιωπήσατε. Πάντως δὲ, φησὶν, οὐκ ἂν εἴποιτε, ὅτι Αὐτὸ τοῦτο σοφὸν ἐποιήσαμεν, ὅτι τῇ τοῦ Θεοῦ μερίδι προσετέθημεν, καὶ τοὺς ὑπὲρ αὐτοῦ λόγους ἀνεδεξάμεθα· οὐδὲν γὰρ ἧττον ἡμάρτετε, ὅτι τε τὸν Ἰὼβ ἐλέγξαι οὐκ ἠδυνήθητε, καὶ ὅτι ἠνέσχεσθε αὐτοῦ τοιαῦτα λαλοῦντος, ὥστε ἄσοφον ὑμῶν καὶ τοῦτο· καὶ οὐ δύνασθε εἰπεῖν, ὅτι παρὰ Θεοῦ χάριν καὶ σοφίαν εὕρατε, ἅτε συνηγοροῦντες αὐτῷ· νενίκησθε γὰρ ὑπὸ Ἰώβ. «Ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι· ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους· ὑπέμεινα· οὐ γὰρ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.»