ΚΕΦ. ΛΘʹ. «Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;» Καλῶς δὲ εἶπεν, ἐφύλαξας· ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ, καὶ φόβῳ καὶ, ἀτονίᾳ τὸ ζῶον ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, πῶς, φησὶν, οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται; Τὸ δὲ, Ὠδῖνας αὐτῶν ἔλυσας, ἐμφαντικῶς εἴρηται· αὐτομάτως γὰρ ἀποκύουσιν, οὐ δεόμεναι μαιεύσεως. Τὸ δὲ, Ἐξέθρεψας αὐτῶν τὰ παιδία ἔξω φόβου; σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσεν, εἰπών· Ἐὰν δώσουσι τὰ παιδία αὐτῶν, διασώσεις αὐτά; Τὸ δὲ, Ἐξαποστελεῖς ὠδῖνας αὐτῶν; εἰ μὲν ὠδῖνας αὐτῶν τὸ πάθος νοήσεις, τὸ, ἐξαποστελεῖς, ἀντὶ τοῦ, παύσεις, παρείληπται· Παύσεις γὰρ, φησὶ, τὰς ὠδῖνας· τὰ ὠδινηθέντα καὶ τεθέντα ἐκλήψῃ, τὸ, ἐξαποστελεῖς, τὸ, ἐκπέμψεις αὐτὰ, δηλοῖ· ὃ καὶ Σύμμαχος ᾐνίξατο ἐκδούς· Ἃ ὠδίνησαν ἀπολείπουσι· μετὰ γὰρ τὸ ἐκθρέψαι τὰ νεογνὰ, ἐῶσι ταῦτα ὅποι φίλων αὐτοῖς πορεύεσθαι. Ταύτην τὴν διάνοιαν καὶ ὁ ἑξῆς στίχος παρίστησιν· «Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;» Τίς τοῦτο διετύπωσε, φησί; Τίς τοὺς τῆς φύσεως νόμους διέθηκεν;