Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰὼβ (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Η απάντηση του Θεού μέσα από τη λαίλαπα και η θεία παντοδυναμία (Κεφάλαια ΛΗ΄-ΜΑ΄)

Η εμφάνιση του Θεού, η υπόδειξη της ανυπέρβλητης σοφίας και παντοδυναμίας μέσα από τη δημιουργία των φυσικών στοιχείων και τον έλεγχο των μεγάλων θηρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 14

ΚΕΦΑΛ. ΛΗʹ. «Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν.» Ἐπεὶ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ, οἱονεὶ τὸν θρόνον αὐτοῦ ἤγαγε πλησίον αὐτοῦ, ὥστε διαναστῆναι αὐτοῦ τὴν διάνοιαν, καὶ πεῖσαι ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ, καθὰ καὶ ἐπὶ τοῦ ἱλαστηρίου τῆς κιβωτοῦ· τοῦτό μοι δοκεῖ καὶ ἐπὶ τοῦ ὄρους γενέσθαι, ὅτε νεφέλη ἐπέστη, ἵνα μάθωσιν ὅτι ἄνωθεν ἡ φωνή. «Τίς οὗτος ὁ κρύπτων με βουλήν; [Σύμμαχος, Σκοτεινὸς γνώμῃ,] συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;» Ὅρα τί ποιεῖ· ἐμοὶ δοκεῖ, ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ, ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι.

Ἐπειδὴ γὰρ πολλὰ ἦν ἃ κατὰ διάνοιαν ἔσχεν ὁ Ἰὼβ, καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν, καὶ δείκνυσιν ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πάντα οἶδε σαφῶς· ὥστε ἀπὸ τῶν προτέρων ἐκείνων ἄρχεται, τῶν μᾶλλον ἀσυγγνώστων. Εἰ γὰρ ἅπερ ἐτόλμησεν εἰπεῖν, οὕτω φορτικὰ καὶ ἐπαχθῆ, πολλῷ μᾶλλον ἐκεῖνα· διὰ τοῦτο προτέροις αὐτοῖς ἐπιτίθησι τὸ φάρμακον· Τίς οὗτος; φησίν. Ὁμοῦ ἐκ προοιμίου δείκνυσι τὸ μέσον τοῦ Θεοῦ, οἷον· Τίς ὁ κρύπτειν ἀπ᾽ ἐμοῦ ἐπιχειρῶν, εἰπέ μοι, τοῦ τὰ ἀπόῤῥητα μετ᾽ ἀκριβείας εἰδότος; Μὴ γὰρ, ἐπειδὴ οὐκ εἶπες αὐτὰ, οὐχὶ ῥήματά ἐστιν; Ἐτέχθη, καὶ γέγονε λόγος· ὥστε μάτην κρύπτειν βούλει, ἃ λαθεῖν οὐκ ἔστιν. Ὁρᾷς πῶς ἡμέρως, πῶς διορθωτικῶς καὶ ἐλεγκτικῶς διαλέγεται. «Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.» Ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων, ὥστε προσέχειν τοῖς λεγομένοις· καὶ κατ᾽ ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον μάλιστα· καὶ δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ, καὶ οὐκ ἦν τοῦ τοσαῦτα μετὰ σοφίας ἐργαζομένου, ἄνθρωπον, δι᾽ ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν ὡς ἔτυχε πάσχοντα κακῶς.

Ἀπόῤῥητα μανθάνομεν μυστήρια ὄντως· καὶ τὸ πρὸς τὸν Ἰὼβ εἰρημένον, οὐ πρὸς ἐκεῖνον εἴρηται μᾶλλον ἢ πρὸς ἡμᾶς· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· καὶ γὰρ ἡμῖν ταύτης δεῖ τῆς προθυμίας καὶ τῆς διαναστάσεως. «Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;» Τί λέγεις, φησί; γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα διὰ σὲ, σὲ δὲ παρόψομαι δι᾽ ὃν ἐκείνην ἐποίησα; Διὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν, καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευὴν, ἀλλ᾽ ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δεικνὺς, ὅτι Εἰ ὁ κόσμος ἀπολαύει τοσαύτης προνοίας διὰ σὲ, πόσῳ μᾶλλον σύ; Οὐκ εἶπε δὲ, Ὅτε ἐποίησα· ἀλλ᾽, Ὅτε ἐθεμελίωσα· καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν, μεγάλης τέχνης ἦν, οὐκ ἔχουσαν θεμέλιον, οὔτε κρηπῖδα, οὔτε ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι, καὶ πῆξαι βεβαίως οὕτως, ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι. «Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς;» Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν· ἀλλ᾽ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρέθη ὁμοίως τῷ λόγῳ, πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον. «Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.» Ἐνταῦθα δείκνυσιν, ὅτι οὕτως ἀσφαλῶς ἕστηκεν, ὡσανεὶ δεδεμένη.

Διὰ μὲν οὖν τούτου, τὸ ἀσφαλές· διὰ δὲ τοῦ ἑξῆς, τὸ εὔκολον δείκνυσιν· ἐπάγει γάρ· «Ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς.» Περὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἄλλων ἁπάντων λέγει, τῶν τῇ νυκτὶ πρὸς τὴν οἰκείαν κεχρημένων πονηρίαν· οὗτοι γὰρ, τοῦ φωτὸς ἀνατείλαντος, οὐκέτι ἐπὶ τῆς γῆς παῤῥησιάζονται, ἀλλ᾽ ἐξ αὐτῆς ἐκτινάσσονται, καὶ συστέλλονται· μισοῦσι γὰρ τὸ φῶς, ὡς ἐλέγχον αὐτούς. «Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;» Ὀλυμπιοδώρου, Σεβήρου καὶ Χρυσοστόμου.

Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰὼβ, λαβὼν χοῦν ὕδατι βεβρεγμένον, ἀπὸ γῆς ἔπλασας ἄνθρωπον; καὶ λόγῳ τοῦτον ἐκόσμησας, ὥσπερ ἐγώ; καὶ τοῦ κόσμου κόσμον ἀνέδειξας; Ὅθεν δῆλον ὅτι τὰ ἄλλα οὐκ εἶχε τὸ λογικόν· οὐ γὰρ ἂν ὡς ἐξαίρετον αὐτῷ τῷ ἀνθρώπῳ προσῆψε· λαλητὸν γὰρ, τὸ λογικόν φησι ζῶον. Τὸ δὲ, Τεθῆναι ἐπὶ τῆς γῆς, τὸ ταχθῆναι κυριεύειν πάντων τῶν ἐπὶ τῆς γῆς. Ὡς ἔγωγε δι᾽ ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, ὅτι τε φθαρτὸν τὸ ἀνθρώπινον σῶμα ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπέδειξε καὶ σοφίαν· τὸ γὰρ εὐτελὲς τῆς οὐσίας, τοῦτο δείκνυσι μάλιστα τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον· ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις, οὕτω ποικίλας καὶ παντοδαπὰς, καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν· καὶ γὰρ ἀπὸ γῆς, τῆς ὕλης ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ἴσχυσεν ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, καὶ τοσαύτην ἐκθεῖναι τούτῳ δύναμιν, ὡς μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα ὁρᾷν καὶ περιλαμβάνειν σώματα. «Ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος; θησαυροὺς δὲ χαλάζης ἑώρακας; ἀπόκεινται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμων καὶ μάχης.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Θησαυροὺς λέγει, οὐχ ὅτι ἀποθῆκαί εἰσιν, ἀλλ᾽ ὅτι ἑτοίμως οὕτως, ὥσπερ καὶ ἐκ θησαυρῶν ἐκβάλλων, δείκνυσιν αὐτὰ ὅταν βούληται. Οἶσθα οὖν, φησὶ, πῶς τὴν μὴ φαινομένην χιόνα καὶ χάλαζαν ἐκφαίνεσθαι παρασκευάζω;

ἢ δυνατὸς εἶ τούτοις κατὰ πολεμίων χρήσασθαι, ὅπερ ἐγὼ ποιεῖν ἱκανός; Ὁρᾷς ὅτι τοῦτο βούλεται τὸ εὔκαιρον δηλῶσαι, ὡς ἄρα κατὰ καιρὸν τοῦτο γίνεται, καὶ οὐχ ἁπλῶς· κέχρηται γὰρ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων, καὶ ὅταν τινὰς βούληται τιμωρήσασθαι. Εἶτα καὶ περὶ τῶν ἄλλων ἁπάντων διέξεισιν, ὑετῶν, λέγω, καὶ πάχνης, καὶ ἀνέμων. «Ἀποστελεῖς δὲ κεραυνοὺς, καὶ πορεύσονται; ἐροῦσι δέ σοι, Τί ἐστιν;» Ὁρᾷς καὶ κεραυνοὺς ἀποκρινομένους· οὐχ ὅτι οἱ κεραυνοὶ ἐροῦσι· Τί ἐστιν; ἀλλ᾽ ὅτι πάντα, καθάπερ ἔμψυχα, οὕτως ὑπακούει τῷ Θεῷ. «Τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, ἡ ποικιλτικὴν ἐπιστήμην;» Σεβήρου, Χρυσοστόμου καὶ Γρηγορίου τοῦ Θεολ.

Ἀπαριθμούμενος τὴν οὐρανοῦ καὶ γῆς ποίησιν, καὶ θαλάσσης κλεῖθρα, καὶ ἀστέρων θέσιν, καὶ ὑετοῦ ῥύσιν, καί τ᾽ ἄλλα δι᾽ ὧν κυβερνᾷ τὴν ἡμετέραν ζωὴν, Τίς, φησὶ, γυναῖκας, καίτοι τὰ ἄλλα ἀσθενεῖς οὔσας, ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν, καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς τε καὶ χρώμασιν; Ἀναμίγνυσι δὲ ἡ θεία Γραφὴ τοῖς μεγάλοις τὰ μικρὰ, καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάσμασι, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην;

Ζώου λογικοῦ τούτου, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος· οὐ γὰρ ἡ τυχοῦσα σοφία αὕτη ποικίλη τις οὖσα, οὐδὲ μικρὰ ἡ χρῆσις. Οὐκ ἀτημέλισται οὖν ἡ περὶ τοὺς ἱστοὺς φιλοτεχνία, οὐδὲ ἀπέῤῥιπται ὡς περιττὴ, ἀλλ᾽ ἔνεστι κἀν τούτοις θεία σοφία, καὶ ἣν οὐκ αἰσχύνεται Θεὸς ἰδίαν ἀποκαλεῖν, οὐκ ἄλλον λέγων εἶναι ταύτης δοτῆρα καὶ χορηγὸν ἀλλ᾽ ἑαυτόν. «Θηρεύσεις δὲ λέουσι βορὰν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; Δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.» Τίνος δὲ ἕνεκεν ταῦτά φησι; ὅτι εἰ τῶν περιττῶν τοσαύτην ποιοῦμαι πρόνοιαν, τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν; τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ ἐκ τῶν τοιούτων;

ΚΕΦ. ΛΘʹ. «Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;» Καλῶς δὲ εἶπεν, ἐφύλαξας· ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ, καὶ φόβῳ καὶ, ἀτονίᾳ τὸ ζῶον ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, πῶς, φησὶν, οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται; Τὸ δὲ, Ὠδῖνας αὐτῶν ἔλυσας, ἐμφαντικῶς εἴρηται· αὐτομάτως γὰρ ἀποκύουσιν, οὐ δεόμεναι μαιεύσεως. Τὸ δὲ, Ἐξέθρεψας αὐτῶν τὰ παιδία ἔξω φόβου; σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσεν, εἰπών· Ἐὰν δώσουσι τὰ παιδία αὐτῶν, διασώσεις αὐτά; Τὸ δὲ, Ἐξαποστελεῖς ὠδῖνας αὐτῶν; εἰ μὲν ὠδῖνας αὐτῶν τὸ πάθος νοήσεις, τὸ, ἐξαποστελεῖς, ἀντὶ τοῦ, παύσεις, παρείληπται· Παύσεις γὰρ, φησὶ, τὰς ὠδῖνας· τὰ ὠδινηθέντα καὶ τεθέντα ἐκλήψῃ, τὸ, ἐξαποστελεῖς, τὸ, ἐκπέμψεις αὐτὰ, δηλοῖ· ὃ καὶ Σύμμαχος ᾐνίξατο ἐκδούς· Ἃ ὠδίνησαν ἀπολείπουσι· μετὰ γὰρ τὸ ἐκθρέψαι τὰ νεογνὰ, ἐῶσι ταῦτα ὅποι φίλων αὐτοῖς πορεύεσθαι. Ταύτην τὴν διάνοιαν καὶ ὁ ἑξῆς στίχος παρίστησιν· «Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;» Τίς τοῦτο διετύπωσε, φησί; Τίς τοὺς τῆς φύσεως νόμους διέθηκεν;

Ὅτι γὰρ νόμοι διηνεκεῖς εἰσι, καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῶον καὶ ἀδάμαστον, κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. «Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν [Ὁ Θεοδοτίων δὲ καὶ Σύμμαχος, ὁ μὲν χρεμετισμὸν, ὁ δὲ κραυγὴν, ἐξέδωκεν], ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;» Ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον, ἵππου μνημονεύων τοῦ χειροήθους, καὶ πολλὰ περὶ τοῦ ζώου τούτου διαλέγεται· πῶς γαῦρον, πῶς ἀνεστηκὸς, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. Ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον, καὶ τοῦτον· ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ. «Οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.» Ἀκούει, φησὶ, σάλπιγγος, καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα, καὶ πόῤῥωθεν ἀλαλάζει πολεμικόν. «Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον.» Ὅρα ἐξ ὀλίγων πόσα φησί. Τίνος ἕνεκεν οὐκ ἐμνήσθη βοὸς, οὐδὲ προβάτων, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῶν ἀχρήστων, καὶ εἰκῆ δοκούντων εἶναι; δεικνὺς ὅτι εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια, πολλῷ μᾶλλον ἐν τούτοις.

ΚΕΦ. Μʹ. «Ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου;» Ὃ μὲν μέλλει μοι, φησὶ, περὶ τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν ἀφ᾽ ὧν περιορῶν, καὶ μετεώρων, καὶ τῆς ἐν τοῖς ζώοις Προνοίας ἠρώτηται. Τίνος δὲ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμὸν, νῦν ἤκουσας, ὅτι αἰτία τῆς ἐγκαταλείψεως, ἡ τῆς σῆς ἀρετῆς φανέρωσις, ἵνα δοίης ταύτης δοκίμιον. Ἐνταῦθα δὲ τὴν ἐμὴν μάνθανε δύναμιν, καὶ ὅτι οὐ πολεμῶν, πληγῆναί σε συνεχώρησα· ἐπεὶ ποία σοί ἐστιν ἰσχὺς, ἵνα καὶ εἰς πόλεμον ἀντικατασταθῶ σοι; Ἢ βραχίων σοί ἐστι κατὰ τὸν Κυρίου βραχίονα; ἢ δύναμιν ἔχεις ἰσοσθενῆ; «Ἣ φωνῇ κατ᾽ αὐτοῦ βροντᾷς;» Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ, καὶ τὰ ἄλλα πάντα, ἀλλὰ πρὸς θεογνωσίαν. Ὅρα δι᾽ ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει. Καὶ οὐ λέγει, ὅτι Ταπεινὸς σύ· ἀλλ᾽, ὅτι Μέγας ἐγὼ, καὶ οὐ δύνασαι ἅπερ ἐγώ. «Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.» Ἔστι δὲ καὶ περὶ θηρίων αἰσθητῶν νοῆσαι τὸν στίχον, ἃ καὶ τὴν φύσιν πολλάκις Θεοῦ βουληθέντος ἠγνόησεν· τὸ γὰρ θαυμαστὸν, ὅτι τὸ θηρίον οὐχ αἱμοβόρον ἐστὶν, ἀλλὰ τὴν τοῦ βοὸς σιτεῖται τροφήν.

Ἐπεὶ οὖν τοῦτο παράδοξον, πυνθάνεται τοῦ Ἰὼβ, εἰ καὶ παρ᾽ αὐτῷ τοιοῦτόν τι γίνεται, ὥστε τὰ θηρία χόρτον ἐσθίειν, ἀλλὰ μὴ σάρκας. Εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου, τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου.

Καὶ οὐκ ἀγνοοῦμεν ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι, κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες· δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι, καὶ πότε ἔστι τὸν ἀκροατὴν ὠφελεῖν καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. «Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη.» [Ἀκύλας δὲ, Ἡμισεύσουσιν αὐτὸν μεταξὺ Χαναναίων.] Τοσοῦτος αὐτῷ ὁ τοῦ σώματος ὄγκος ἐστὶν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. Οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι, ταῦτά φησι. Φοινίκων δὲ ἐμνήσθη διὰ τὴν ἐμπορίαν.