Ὅρα, πῶς πλέκει τοῖς ἐκείνου τὰ ἑαυτῆς· οὐκ ἰσχύει, φησὶ, τὰ σὰ, κρατείτω τὰ ἐμά. Εἰποῦσα δὲ ὃ πάντων ἐστὶν ἐλεεινότατον, τὸ, οἰκίαν ἐξ οἰκίας ἀμείβειν, οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ᾽ ἐπήγαγε, λέγουσα· «Προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου, καὶ τῶν ὀδυνῶν αἵ με συνέχουσι.» Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ τὸ σκότος. Καὶ ἡ νὺξ, αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμύθιον γίνεται τῶν κακῶν· παρακαλεῖ με καὶ ἵστησι τῶν πόνων, ἡμέρα, τὸν ἥλιον πρὸς τὰς δυσμὰς παραπέμπουσα· νὺξ γὰρ θεραπεύειν οἶδε τὴν κακίαν, τὸ σκότος ἔχουσα ἐνδιαίτημα. Ἀπειποῦσα μέντοι πρὸς τὰς συμφορὰς, καὶ διαβολικῆς ἐνεργείας πεπληρωμένη, ὑποτίθεται τῷ δικαίῳ, ταύτην αὐτῷ τῶν κακῶν λύσιν ἀπολελείφθαι, τὴν τοῦ σώματος ἀπαλλαγήν· δυνατὸν δὲ ταύτην αὐτῷ προσγενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν Θεὸν, καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι καθ᾽ ἑαυτοῦ· κακοτέχνως δὲ τὴν τοιαύτην εἰσηγεῖται βουλὴν, ἔκ τε τῶν τοῦ ἀνδρὸς, καὶ τῶν ἑαυτῆς συμφορῶν, τὸν λόγον κατασκευάζουσα. Τὰς τῶν ὠδίνων, φησὶ, ἀλγηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ τὸ μνημόσυνόν σου, τοὺς παῖδας καταλίπῃς· ἐξεκόπη τούτων ἡ ἐλπὶς, πάντες ἀπώλοντο, ἄῤῥενες ὁμοῦ, καὶ θήλειαι· εἰς τίνα λοιπὸν ἀναβλέψω;