Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Η δεύτερη δοκιμασία: Η σωματική φθορά και ο πειρασμός μέσω της συζύγου

Η δεύτερη ουράνια σύναξη και η απαίτηση του διαβόλου να πληγεί το σώμα του Ιώβ. Αναλύεται η παραμονή του επί της κοπρίας και η σθεναρή απόρριψη της βλάσφημης συμβουλής της συζύγου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 14

εἰ τοῦτο γὰρ γεγένηνται, τοῦτο ἔργον αὐτῶν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. καὶ ὁ διάβολος, φησίν, ἐν μέσῳ αὐτῶν. ὁρᾷς, ἐπὶ τίνι μὲν ἐκεῖνοι παρίστανται, ἐπὶ τίνι δὲ οὗτος; 〈ἐκεῖνοι ὥστε λειτουργεῖν,〉 οὗτος ὥστε πειράζειν· ἐκεῖνοι μὲν ὥστε οἰκονομεῖν τὰ ἡμέτερα, οὗτος δὲ ὥστε διαστρέφειν τὰ ἡμέτερα. τίνος δὲ ἕνεκεν πάλιν ἐρωτᾶται ἐπὶ τῶν ἀγγέλων αὐτῶν; ἀναγκαίως, ἐφ᾽ ὧν καὶ πρότερον εἶπεν· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὢ τῆς ἀναισχύντου φύσεως· πάλιν ἐτόλμησεν ἐλθεῖν. 2,2a 〈καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ;〉 2b 〈τότε εἶπεν ὁ διάβολος ἔναντι τοῦ κυρίου·〉 2c 〈διαπορευθεὶς τὴν ὑπ᾽ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν γῆν πάρειμι.〉 ὅρα καὶ τοῦτον καθ᾽ ἑκάστην ἡμέραν περιοδεύοντα τὴν οἰκουμένην. ὅτι γὰρ καὶ ἄγγελοι περιοδεύουσιν, ἀπὸ τοῦ Ζαχαρίου μεμαθήκαμεν. οὐχ ἁπλῶς δὲ καὶ οὗτος περιοδεύει· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐστὶ τὸ καθ᾽ ἑκάστην ἡμέραν αὐτὸν περιοδεύειν, ὥστε καὶ τὸ κρίμα αὐτῷ μεῖζον γενέσθαι καὶ ἡμᾶς μᾶλλον νήφειν. κοσμοκράτωρ διὰ τοῦτο καλεῖται τοῦ σκότους τοῦ αἰῶνος, τῆς πονηρίας. «εἰπέ, διάβολε, τί ἐποίησας;» «περιελθών», φησίν, «τὴν γῆν καὶ ἐμπεριπατήσας πάρειμι.» «τί εἰργάσω;» οὐδὲν χρηστόν, οὐδὲν ἀγαθόν.

οὐ τολμᾷ λέγειν οὐδέν, ἀλλ᾽ ὅτι περιῆλθεν. 2,3a 〈εἶπε δὲ ὁ κύριος πρὸς τὸν σατανᾶν·〉 3b 〈προσέσχες τῷ θεράποντί μου Ἰώβ,〉 3c 〈ὅτι οὐκ ἔστι κατ᾽ αὐτὸν τῶν ἐπὶ τῆς γῆς〉 3d 〈ἀνθρώπων ὅμοιος αὐτῷ, ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής,〉 3e 〈ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.〉 πάλιν καὶ εἰς δευτέραν προκαλεῖται πάλην αὐτόν. 2,3f 〈ἔτι δέ,〉 φησίν, 〈ἔχεται ἀκακίας.〉 3g 〈σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς.〉 οὐκ ἠθέλησας, ὦ ἀναίσχυντε, ὡς θεῷ πιστεῦσαι; ἀπὸ τῆς πείρας οὐκ ἔδει πιστωθῆναι λοιπόν. οὐκ εἶπέν σοι, ὅτι ἄμεμπτος; οὐκ εἶδες διὰ τῆς πείρας; πῶς πάλιν προσέρχῃ; τί μανθάνομεν ἐκ τούτων; ὅτι κἂν μυριάκις πέσῃ, οὐδέποτε ἀπαγορεύει ὁ διάβολος, ἀλλ᾽ ἵσταται ἀναισχύντως. σὺ δὲ εἶπας, φησίν, τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι διὰ κενῆς. εἰκῇ καὶ μάτην αὐτῷ ἅπαντα γεγένηται, καὶ μὴν οὐ διὰ κενῆς, ἀλλ᾽ ἐπὶ χρησίμῳ. ἀλλὰ σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. οὐκ εἶπεν, ὅτι διὰ κενῆς ἀπώλετο, ἀλλά· σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. ἐπεὶ αὐτὸς μισθὸν οὐ τὸν τυχόντα ἔλαβε τῆς ἀπωλείας. «μὴ γὰρ τοῦτο ζήτει, ὅτι ἐγὼ πάλιν αὐτῷ ἀποδίδωμι, ἀλλ᾽ ὅτι σὺ μάτην καὶ εἰκῇ τὸν ἄνθρωπον ἐσυκοφάντησας.» καὶ οὐδὲ οὕτως ᾐδέσθη οὐδὲ ἐνετράπη ὁ μιαρός, ἀλλὰ δευτέραν ζητεῖ πεῖραν, ἵνα κατὰ τοὺς Ὀλυμπιακοὺς ἀγῶνας δεύτερον βληθῇ. ἐπὶ στόματος, γάρ φησιν, δύο καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. ἀλλ᾽ ὅρα τὴν πολλὴν ἄνοιαν.

εἶπεν, ὅτι «ἔτι ἔχεται ἀκακίας. τί προσεδόκησας;» «τὸ σῶμα πλῆττε», φησίν. ὁ λαβὼν ἀγύμναστον καὶ τοσαύτην ἐπιθεὶς κακῶν ἐπιθήκην καὶ μηδὲν ἰσχύσας, ἀλλ᾽ ἰσχυροτέρου πειραθείς, οὐδὲ οὕτως ἀπέστη. ὅρα, μεθ᾽ ὅσης ἐπιεικείας ἀποκρίνεται τῷ διαβόλῳ ὁ θεός, παιδεύων ἡμᾶς μὴ ἐπεμβαίνειν ἐν ταῖς εὐημερίαις. μέγα γὰρ ἐπιείκεια καὶ ὅταν κρατῶμεν. τί οὖν ὁ διάβολος ὁ ἀκόρεστος καὶ μηδέποτε λαμβάνων τέλος τῶν καθ᾽ ἡμῶν κακῶν; 2,4a 〈ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ κυρίῳ·〉 4b 〈δέρμα ὑπὲρ δέρματος·〉 4c 〈καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ.〉 «κἂν σῶμα δέῃ δοῦναι ἕτερον, οὐ παραιτήσεται.» τουτέστιν· «εἰ καὶ τὰ παιδία ἔδωκεν, τοῦτο ἔθος τοῖς ἀνθρώποις. οὐδὲν τιμιώτερον ἀνθρώπῳ ἑαυτοῦ. οὔπω τῶν ἀναγκαίων ἅπτεται.» «καὶ μὴν σὺ ἔλεγες, ὅτι· ἐὰν ταῦτα ἀφέλωμαι, βλασφημήσει σε.» διὰ τί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο ᾔτησεν; ἐλογίσατο, ὅτι «εἰ συμβαίη αὐτὸν ἡττηθῆναι, βέλτιον», φησίν, «ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν. εἰ δὲ μὴ περιγενοίμην ἀπὸ τῶν χρημάτων, ἀπὸ τοῦ σώματος περιέσομαι. καὶ αἰσχρὰ ἔσται αὐτῷ ἡ ἧττα, ἐὰν διὰ χρήματα βλασφημήσῃ· ἐὰν δὲ μὴ βλασφημήσῃ, λείπεται καὶ ἐφ᾽ ἕτερα ἐλθεῖν.» διὰ τοῦτο ἐτήρησεν αὐτό. καὶ πάντα, φησίν, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. μὴ γὰρ αὐτὸς ἔδωκεν; αὐτὸς αὐτὸν ἀφείλω.

μὴ γὰρ προέκειτο αὐτὸν ἀπολέσθαι ἢ χρήματα, καὶ τοῦτο εἵλετο; πῶς οὐκ ἐβλασφήμησεν, ὦ μιαρέ; ὃ λέγει, τοῦτό ἐστιν, ὅτι πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ ὁ ἄνθρωπος, τὰ δὲ ἄλλα πάντα δεύτερα. ὅρα πάλιν, πῶς ταῖς οἰκείαις ἀποκρίσεσιν ἁλίσκεται. ἵνα γὰρ μηκέτι αὑτῷ καταλείπῃ πρόφασιν μηδὲ λόγον ὡς οὐχὶ τῶν ἀναγκαίων αὐτῶν ἁψάμενος, ὡς οὐδὲ λαβὼν λαβὴν τὴν πασῶν μείζονα, αὐτὸς προλαβὼν ἀποφαίνεται, ὅτι πάντα δεύτερα ἀνθρώπῳ ἑαυτοῦ καὶ πάντα προήσεται εὐκόλως ὥστε ἑαυτὸν διατηρῆσαι καὶ διαφυλάξαι, τὸ δὲ πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ. «ἐνταῦθα τοίνυν βούλομαι λαβεῖν τὴν λαβήν.» «οὐ πολλοῦ λόγου», φησίν, «τὰ χρήματα τοῖς ἀνθρώποις.» ἀκούσωμεν, ἀγαπητοί, κἂν τοῦ διαβόλου, καὶ αἰσχυνθῶμεν, ὅτι πάντα δεῖ προΐεσθαι ὑπὲρ τῆς ψυχῆς καὶ τοῦτο κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστίν, ὥστε πάσης ἀποστερούμεθα συγγνώμης, ὅταν διὰ τὰ χρήματα βλασφημῶμεν. «οὐδὲν μέγα τὰ χρήματα», φησίν, «ἐστίν. ὑπὲρ γὰρ σωτηρίας τῆς οἰκείας ψυχῆς ἅπαντα διδόασιν.» πάλιν αὐτὸν ἀξιοῖ· 2,5a 〈οὐ μὴν δέ,〉 φησίν, 〈ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ,〉 5b 〈ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.〉 μετὰ πονηρίας φθέγγεται. οὐχὶ ἁπλῶς τῶν σαρκῶν εἶπεν, ἀλλὰ καὶ τῶν ὀστῶν, ὥστε ἔνδοθεν τεχθῆναι τὸ κακόν.

τί οὖν πάλιν ὁ θεός; 2,6a 〈εἶπε δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδού, παραδίδωμί σοι αὐτόν,〉 6b 〈μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον.〉 τουτέστιν· «μὴ αὐτὸν ἀνέλῃς·»—ὥστε ἔξεστιν αὐτῷ, εἰ λάβοι συγχώρησιν—«ἐὰν ἀνέλῃς, οὐκέτι ἡμῖν τὸ θέατρον συγκεκρότηται.» ὥστε ἀνελεῖν μὲν δύναται ἄνθρωπον, κακὸν δὲ ποιῆσαι οὐ δύναται. ὁρᾷς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῖς ἀγαθοῖς ὁ διάβολος βασκαίνει, ὅτι καὶ βασκαίνων οὐ πρότερον αὐτοῖς ἐπιτίθεται, ἕως ἂν ὁ θεὸς συγχωρήσῃ. συγχωρεῖ δὲ ὁ θεὸς πολλάκις οὐ πάντα, ἀλλὰ ἐνίοτε ἐπὶ χρημάτων, ἐνίοτε ἐπὶ σωμάτων. τὸ γὰρ ἐκ δευτέρου λαβεῖν τὴν ἐξουσίαν τοῦτο αἰνίττεται. ἐκ τούτου μανθάνομεν, ὅτι ὅσα δύναται κατὰ συγχώρησιν δύναται, ὅτι κἂν ἡττηθῇ οὐκ ἀφίσταται, ἀλλ᾽ ἀεὶ ἐπιχειρεῖ τοῖς μείζοσιν. τοῦ δὲ θεοῦ ἐστι τὸ ἐνδοῦναι ἢ μὴ ἐνδοῦναι. διὰ τί γὰρ μὴ εἶπεν· «μόνον τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ», ἀλλά· μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον; εἰς μέγαν αὐτὸν φόβον περιέστησεν. «μή μοι εἴπῃς, ὅτι “οὐχ ἡψάμην”, ἀλλ᾽ ἑτέρως ἀνεῖλες, τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ παρὰ σοῦ ζητῶ.» μεῖζόν ἐστι τὸ διατήρησον τοῦ “μὴ ἅψῃ”. ἐνταῦθα φοβεῖ τὸν ἐχθρόν, ὥστε ἐκ πολλῆς τῆς περιουσίας μὴ ἅψασθαι τῆς ψυχῆς αὐτοῦ. ἐπειδὴ γὰρ εἰκὸς ἦν τοιαύτην νόσον αὐτῷ ἐπιβαλεῖν ὥστε ἀποκτεῖναι τὸ σῶμα καὶ εἶχεν εἰπεῖν, ὅτι «τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην», διὰ τοῦτό φησιν· διατήρησον. «

οὐ τοῦτο λέγω μόνον, ὅπως μὴ ἅψῃ, ἀλλὰ καὶ διατήρησον, μή τι πάθῃ, κατὰ τὸν τῆς ζωῆς λέγω λόγον.» 2,7a 〈ἐξῆλθε δὲ ὁ διάβολος παρὰ κυρίου〉 7b 〈καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονήρῳ ἀπὸ ποδῶν ἕως κεφαλῆς.〉 πάλιν ἐξέρχεται ἀπὸ τοῦ θεοῦ, ὅταν πράττῃ τὰ ἑαυτοῦ λαβὼν ἐξουσίαν. καὶ ὅρα, οὐκ ἀναβάλλεται, ἀλλ᾽ εὐθέως ἐπιτίθεται. ἐντεῦθεν μανθάνομεν, ὅτι κατὰ συγχώρησιν γίνεται, ἅπερ ὁ θεὸς ἐπιτρέπει τῷ διαβόλῳ, ὅτι ἐκεῖνος αἰτεῖ καὶ ἐπιτρέχει τοῖς πειρασμοῖς οὐ κελευόμενος, ἀλλ᾽ ἐπιθυμῶν καὶ αἰτῶν τὸν θεόν. ὁρᾷς, ὅτι ὁ θεὸς οὐ πειράζει οὐδένα; ἀλλ᾽ ὅταν ἐκεῖνος ἐπιπηδήσῃ, συγχωρεῖ τὰ μέν, τὰ δὲ οὔ. εἰ δὲ λέγοι τις ἐπὶ τῶν καταπιπτόντων, τίνος ἕνεκεν συγχωρεῖ· ἵνα ἐλεγχθῶσι πολλάκις σχηματιζόμενοι καὶ ὑποκρινόμενοι οἷον ἐπὶ τοῦ Ἰούδα. συνεχώρησεν αὐτῷ ἐπιπηδῆσαι, ἵνα ἐλέγξῃ αὐτοῦ τὴν κακίαν· ἐπὶ δὲ τοῦ Σίμωνος οὐκέτι, ἀλλ᾽ ἐβοήθησεν. ὥστε καὶ συγχωρεῖ καὶ οὐ συγχωρεῖ. συγχωρεῖ μὲν ἐπὶ τῷ πεσεῖν καὶ ἐλεγχθῆναι καὶ συγχωρεῖ πάλιν ἐπὶ τῷ δοκιμασθῆναι, καὶ οὐ συγχωρεῖ ἐπὶ τῷ μὴ καταπεσεῖν. διὸ καὶ κελευόμεθα εὔχεσθαι· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ὃν οὐ δυνάμεθα φέρειν. ὅρα, πότε τὰ τῆς νόσου καὶ τῆς ἀρρωστίας αὐτῷ συνέβη, ὅτε τῶν θεραπευόντων ἐγένετο γυμνός.

ἡ γὰρ πενία χαλεπὸν μὲν καὶ ἐν ὑγείᾳ, ὅταν δὲ καὶ ἀρρωστία προσῇ καὶ ἀρρωστία πολλῶν δεομένη τῶν θεραπευσόντων, ἀφορητότερον γίνεται τὸ δεινόν. ὅρα θυμὸν διαβολικόν· οὐδενὸς ἐφείσατο μέρους, διέφθειρεν αὐτῷ τὴν σάρκα. ὢ ἀθλητοῦ γενναίου καὶ ἥρωος ἐν τῷ σώματι πυκτεύοντος τῷ δαίμονι τῷ πονηρῷ, ὥσπερ ἂν εἴ τις τὰ ὅπλα ἅπαντα ἀφαιρεθεὶς γυμνῇ τῇ χειρὶ ἀναγκάζοιτο τύπτειν τοῦ ἀνταγωνιστοῦ τὴν κεφαλὴν ἢ πληττόμενος μόνον νικᾶν. δεσμεῖ δὲ αὐτῷ τὰς χεῖρας ἐκλύειν τὸν ἀντίπαλον μέλλων. «ἰδού», φησίν, «παραδίδωμί σοι αὐτὸν ἐν τῇ χειρί σου.» οὐκ εἶπεν· «ἐξ ἐναντίας μάχεσθε», ἀλλά· «δεσμεύσας αὐτὸν παραδίδωμι, καὶ οὐδὲ οὕτω περιέσῃ.» ὅρα, πόση τῶν τοῦ θεοῦ δούλων ἡ δύναμις, καὶ πόση τοῦ διαβόλου ἡ ἀσθένεια. οὐδὲ κατεχομένων περιγίνεται τῶν δικαίων. ἴσως οὐ δοκεῖ σοι πόνηρον εἶναι τὸ πάθος, ἐπειδὴ ἕλκος ἤκουσας, ἀλλ᾽ ἄκουε τὴν ἐπαγωγήν· 2,8a 〈καὶ ἔλαβεν Ἰὼβ ὄστρακον, ἵνα ἀποξέσῃ τὸν ἰχῶρα αὐτοῦ.〉 πῶς ἄν τις ἐφίκοιτο τῷ λόγῳ τῆς συμφορᾶς ἐκείνης; τί λέγω; οὐδὲ ὄψις αὐτὴν παραστῆσαι δυνήσεται, διὰ μόνης δὲ τῆς πείρας ἔστιν αὐτὴν εἰδέναι καλῶς. τίνος ἕνεκεν αὐτὸς ἔξεεν; ἔρημος ἦν, γυμνὸς τῶν θεραπευσόντων· ἦν γὰρ καὶ τοῦτο διαβολικῆς ἐνεργείας βδελυκτὸν αὐτὸν πᾶσι καταστῆσαι καὶ μισητόν.

τοὺς γὰρ μάλιστα ἀντέχεσθαι μέλλοντας τῆς συμφορᾶς προανήρπασεν, τὴν δὲ παραμυθίαν τὴν ὑπολειπομένην—τὴν γυναῖκα λέγω—οὐ μόνον οὐκ εἴασεν, ἀλλὰ καὶ ὥπλισε κατ᾽ αὐτοῦ. τίνος δὲ ἕνεκεν οὐχὶ χερσὶν οὐδὲ δακτύλοις ἀπέξεεν; ὥστε μὴ τὴν θεραπείαν μείζονα γενέσθαι ἀηδίας ὑπόθεσιν. ὁ δὲ αὐτὸς ἑαυτὸν θεραπεῦσαι οὐκ ἀνεχόμενος πῶς ἂν ἑτέρων ἔτυχεν; αὐτὸς ἑαυτοῦ δήμιος ἦν, οὐ διορύττων τὰς πλευράς, ἀλλὰ τὴν πηγάζουσαν σηπεδόνα περικόπτων. εἰ γὰρ καὶ τοὺς θεραπεύοντας εἶχεν, οὐκ ἐλεεινὸν τοῦτο; νῦν δὲ αὐτὸς ἑαυτὸν ἐθεράπευεν. κοινὸν προύκειτο θέατρον πᾶσι τοῖς ὁρῶσιν. ἀπεδύσατο ὁ ἀθλητὴς καὶ ἐπάλαιεν. τίνος ἂν εἴημεν ἡμεῖς ἄξιοι μηδὲ ἀκοῦσαι ταῦτα ἀνεχόμενοι; πόσης ταῦτα τιμωρίας οὐ χαλεπώτερα; ἕκαστος ἀναλαβέτω τῇ πείρᾳ τὸ πρᾶγμα, μὴ τῇ τῶν λόγων διηγήσει προσεχέτω μόνον. κατὰ μικρὸν ἑαυτὸν ἑώρα ἀναλούμενον αἰσχρῶς καὶ βδελυκτῶς· ἰδεῖν γὰρ αὐτὸς ἑαυτὸν πῶς ἔφερεν; ἀπελήλατο τῆς πόλεως— πόσον τὸ ὄνειδος—καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο. 2,8b 〈καὶ〉 γὰρ 〈αὐτός,〉 φησίν, 〈ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.〉 τίνος ἕνεκεν; οὐκ ἠνέσχοντο οἱ πολῖται θέαμα δεινὸν καὶ ἐλεεινόν, τέρας τι καὶ παράδοξον ἰδεῖν. εἶδες συμφορὰν ἐσχάτην; εἶδες τὸν ἀδάμαντα; εἶδες τὸν σιδηροῦν ἄνθρωπον; τίνος ἕνεκεν οὐκ ἐν οἰκίσκῳ καθεῖρξεν ἑαυτόν, ἀλλ᾽ αἴθριος ἦν τοῖς ἁπάντων προκείμενος ὀφθαλμοῖς;

ἐμοὶ δοκεῖ ὥστε ἐλεεινότερος γενέσθαι. ἐπὶ τούτῳ εἰπεῖν ἦν· ὅσῳ ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. ὅσοι μέγα φρονοῦσιν ἐπὶ σώματος ὥρᾳ, ἀναλογιζέσθωσαν αὐτοῦ τὴν φύσιν. ἰχὼρ ἦν καὶ σκωλήκων τροφὴ καὶ τράπεζα. εἴ τινες ἐπὶ δυσωδίᾳ καὶ κολοβώσει καταδύονται, τὸν ἥρωα τοῦτον λογιζέσθωσαν. τί τούτου δυσωδέστερον; τί δὲ εἰδεχθέστερον; τί δὲ μᾶλλον βδελυκτόν; ἀλλ᾽ οὐδὲν ἦν τῆς ψυχῆς αὐτοῦ εὐωδέστερον. ἐσήπετο τοῦ σώματος ἡ φύσις, ἡ δὲ ψυχὴ διέμεινεν ἄφθορος. τίνος δὲ ἕνεκεν ἐπὶ κοπρίας ἐκάθητο; ὥστε τὰ καταπίπτοντα συγκαλύψαι τῇ θημωνίᾳ. τίνος δὲ ἕνεκεν αἴθριος; ὥστε εἶναί τινα παραμυθίαν αὐτῷ· εἰ γὰρ ἐν οἰκίσκῳ κατέκλεισεν ἑαυτόν, καὶ αὐτὸν τὸν ἀέρα τοῦ οἴκου βραχὺν ὄντα διέφθειρε καὶ ἀπέπνιξεν ἂν ἑαυτὸν τῇ δυσωδίᾳ. βέλτιον οὖν ἐνόμισεν εἶναι τὴν ἀπὸ τῆς αἰθρίας ταλαιπωρίαν φέρειν ἢ στέγῃ καλυπτόμενος τὰς ταλαιπωρίας ὑπομένειν τὰς ἀπὸ τοῦ διαφθειρομένου ἀέρος.

ἄλλως δὲ ἐμοὶ δοκεῖ, ὅτι οὐδὲν ἔπασχεν ἀνθρώπινον, οἷον ἂν εἰ {τις} ἔγνω θεοῦ παιδείαν τὸ πρᾶγμα οὖσαν· οὐκ ἐπῃσχύνετο οὐδὲ ἠρυθρία, ἀλλὰ πᾶσιν ἑαυτὸν ἐξεπόμπευεν. 2,9a 〈χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ·〉 9b 〈μέχρι τίνος καρτερήσεις λέγων·〉 9Aa 〈ἰδοὺ〉 〈ἀναμένω χρόνον ἔτι μικρὸν〉 9Ab 〈προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;〉 τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. εἴθε καὶ ταύτην ἔλαβες, εἴθε μετὰ τῶν παίδων κατέχωσας. τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ᾽ αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταυτὶ φθέγγεσθαι. οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι, πλὴν εἴ τις λέγοι τῇ συμφορᾷ περιτραπεῖσαν τοιαύτην αὐτὴν γεγενῆσθαι. χρόνου δέ, φησίν, πολλοῦ προβεβηκότος. ὅρα, πῶς καταρρητορεύει πολλὰ ἔχουσα πιθανὰ πρὸς τὸ πεῖσαι τὸν χρόνον μετὰ τῶν ἄλλων ἁπάντων. οὐ γὰρ μία καὶ δύο καὶ τρεῖς ἡμέραι, ἀλλὰ πολλοὶ διῆλθον μῆνες. μέχρι τίνος, φησίν, καρτερήσεις λέγων. ἃ παρὰ τῶν ἄλλων αὐτὸν ἀκούειν ἐχρῆν, ταῦτα αὐτὴ αὐτῷ παραινοῦσα οὐκ ἐπαύετο. ἀπὸ γὰρ τούτων τῶν ῥημάτων εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλήν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. ὅρα διαβολικὴν ἀπάτην· ἐνενόησε τὴν Εὕαν· «τοῦτο», φησίν, «τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον, τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται.»

ἀλλ᾽, ὦ ἄθλιε καὶ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα τὸν ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς· τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια οὐδὲ παίδων θάνατος ἄωρος οὐδὲ βάσανος σώματος ἀπαραμύθητος οὐδὲ χρόνου μῆκος τοσοῦτον. καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; «ναί», φησίν, «πολλοὶ γὰρ πολλάκις πρὸς μὲν πραγμάτων ἔστησαν πεῖραν, ὑπὸ δὲ τῶν λόγων ἡττήθησαν, καὶ μάλιστα ὅταν παρὰ γυναικὸς ᾖ τὰ λεγόμενα.» οὐκ ἔστιν εἰπεῖν, ὅτι φθονοῦσα καὶ βασκαίνουσα ταῦτα λέγει· γυνὴ γάρ ἐστιν. ἀπ᾽ αὐτῶν {σοι} διαλέγεται τῶν πραγμάτων. ἀνύποπτος ἡ συμβουλή, βοηθός ἐστιν, εἰς τοῦτο ἐδόθη τῷ ἀνδρί. «ναί, ἀλλὰ καὶ ἡ προτέρα τοιαύτη ἦν. γυναικὶ δὲ διδάσκειν, φησίν, οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός.» τοῦτο οὐκ εἴασε γενέσθαι ὁ Ἰώβ. καὶ ὅρα τὸ κακοῦργον· ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. διπλᾶ τὰ τῆς ἀσθενείας ἦν τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. ὁρᾷς, ὅτι πρὸ τούτου οὐδὲ παρρησίαν εἶχε τοσαύτην; οὕτως αὐτὴν ἐπαίδευσεν ὁ Ἰώβ.

τὸ πρόσωπον συμπαθούσης ἦν, τὰ ῥήματα ὠμὰ καὶ ἀπάνθρωπα, ἡ προαίρεσις καὶ ἡ διάθεσις συναλγούσης, ἀλλ᾽ ἡ συμβουλὴ κατὰ κρημνῶν ἐνεγκεῖν βουλομένης. μὴ τοῦτο ἴδωμεν, ποίῳ ταῦτα λέγει σκοπῷ, ἀλλὰ τί κατασκευάσαι βούλεται. οὐδὲ γὰρ εἴ τις ξίφος μοι καὶ δηλητήριον ἐπεδίδου φάρμακον, τὴν προαίρεσιν ἂν ἐξήτασα φανερᾶς οὔσης τῆς βλάβης. μὴ τοῦτο τοίνυν ἴδωμεν, ὅτι γυνή, ἀλλὰ τί συμβουλεύει.—τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὸ τῶν ἀνθρώπων ἀξίωμα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς.—γυνή ἐστιν, ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. μέχρι τίνος καρτερήσεις, φησίν, λέγων; τί τὸν ἀθλητὴν ἐκλύεις; τί καταστέλλεις τὰς χεῖρας δέον εἰπεῖν κατὰ τὸν ἀπόστολον· ἔτι μικρόν; ταῦτα ἔλεγεν ὁ Ἰὼβ ἴσως πρὸς ἐγκαλοῦντας ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ καὶ εἰδὼς τὰς βασάνους τέλος ἐχούσας. καὶ προσεδόκα μεταβολήν, ὃ πολλῆς πίστεως ἦν καὶ γενναίας ἐλπίδος· ᾔδει τοῦ θεοῦ τὸ φιλάνθρωπον. ἀλλὰ ταύτην αὐτὸν ἀφαιρεῖται τὴν παραμυθίαν καὶ εἴ τις ταῦτα ἔλεγε τὰ ῥήματα ἀποτειχίζων αὐτῷ τὴν συμβουλήν. ἐπειδὴ γὰρ ἑώρα μᾶλλον ἑτέρους ἀλγοῦντας ἢ τὸν παθόντα αὐτὸν παρεμυθεῖτο τὴν ἐκείνων ἀσθένειαν.

καί φησιν· 2,9Ba 〈ἰδοὺ γὰρ ἠφάνισται τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς,〉 9Bb 〈οἱ υἱοί σου καὶ αἱ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι,〉 9Bc 〈οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.〉 ὅρα κακοῦργον καὶ πολυμήχανον γύναιον. οὐ μέμνηται τῶν χρημάτων, οὐκ ἄγει εἰς μέσον τῶν θρεμμάτων τὴν ἀπώλειαν, ἀλλ᾽ ὃ μάλιστα αὐτοῦ καθάψασθαι δυνατὸν ἦν, τοῦτο πρῶτον. ᾔδει μεγαλόψυχον ὄντα καὶ οὐδὲν ἡγούμενον τὴν ἐκείνων ἀπώλειαν. ἵνα οὖν μὴ τὸ πάθος ἀσθενέστερον ποιήσῃ, ἀλλὰ διεγείρῃ τὴν τραγῳδίαν, τὸ πάντων ἀφορητότερον καὶ ὑπὲρ οὗ μάλιστα ἤλγησε καὶ ὃ μάλιστα αὐτὸν ἔδακνεν, τοῦτο τίθησιν. καὶ ὅρα, πῶς περιπαθῶς, πῶς ἐλεεινῶς· ἰδοὺ γάρ, φησίν, ἠφάνισταί σου τὸ μνημόσυνον, μονονουχὶ δεικνύουσα πάλιν τὴν συμφορὰν καὶ τὰ λήθῃ παραδοθέντα ἀνανεοῦσα τῇ μνήμῃ. οὐ λέγει τὰ παρόντα, ἀλλὰ καὶ τὰ παρελθόντα ὥστε πολλὴν ἐργάσασθαι σύγχυσιν ἐν τῷ λογισμῷ. μετὰ τῆς αὐτῆς ἐπιβουλῆς, ἧς αὐτῷ προσῆλθεν ὁ διάβολος, μετὰ τῆς αὐτῆς καὶ αὕτη τὴν συμβουλὴν ἐπάγει τῇ μνήμῃ τῶν παίδων αὐτὸν θορυβήσασα καὶ προσδοκήσασα ταύτῃ τρέψειν τὸν λογισμόν. εἶτα οὕτω τὸ κεφάλαιον αἴρει τῶν κακῶν· οὐκ εἶπεν· «ἐτελεύτησαν», ὃ κοινὸν τῆς ἁπάντων ἀνθρώπων συμφορᾶς ἐστιν ὄνομα, οὐκ εἶπε τὴν συνήθη προσηγορίαν, ἀλλὰ τί; ἠφάνισταί σου τὸ μνημόσυνον. ἐμοὶ δοκεῖ καὶ τὸ τῆς συμφορᾶς ὠμὸν παραστῆσαι βουλομένη ταῦτα εἶπεν.

ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ποίαν προσδοκᾷς ἔσεσθαί σοι μεταβολήν; μὴ τοὺς ἀπελθόντας ἐπανελθεῖν ἔνι λοιπόν, μὴ τοὺς ἀφανισθέντας ζωοποιηθῆναι;» τὰ γὰρ παιδία καὶ διὰ τοῦτο μάλιστα ποθεινά, ἐπειδὴ τὴν μνήμην ἡμῖν ἀθάνατον καταλιμπάνει, καὶ τούτου μάλιστα ἄνθρωποι πάντες ἐφίενται ὥστε μνημόσυνον καταλιπεῖν. «προσαπόλωλας», φησίν, «καὶ αὐτὸς διὰ τῶν ἐκγόνων. ἄγονος, ἄπαις, πρόρριζος ἀνεσπάσθης.» καὶ ὅρα, πῶς μεμετρημένως ποιεῖται τὴν ὀλεθρίαν συμβουλήν, ὥστε μὴ εἰς ὀργὴν κινῆσαι, ἀλλ᾽ εἰς ἔλεον κατακλάσαι. οὐκ εἶπεν· «ὁ θεὸς αὐτοὺς ἔλαβε καὶ ἀπώλεσεν», ἀλλὰ μέσῳ κέχρηται ὀνόματι. οἱ υἱοί σου καὶ αἱ θυγατέρες, φησίν· τῆς φύσεως ἑκατέρας ἐμνήσθη. εἶτα τὸ περιπαθές· τῆς ἐμῆς κοιλίας, φησίν, ὠδῖνες καὶ πόνοι. ἑκατέρα ἡ φύσις, εὐθηνουμένης μητρὸς ῥήματα καὶ φιλοστόργου. «τὰ σαυτοῦ μεγαλοψύχως φέρεις», φησίν, «ἐλέησον τὴν ἐμὴν ζημίαν». ἐπειδὴ ἐκ τῶν εἰς αὐτὸν συμβάντων οὐ προσεδόκησεν αὐτὸν ἐπικάμψειν, τὸ ἑαυτῆς περιπαθέστερον διηγεῖται. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι—ὠδῖνες τοῦ τόκου, πόνοι τῆς ἀνατροφῆς. «ἐγώ εἰμι ἡ πάντων ἐλεεινότερα παθοῦσα». οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ὅρα, πῶς ἄκαιρον τὸ ἐπιτάφιον τῶν παίδων. ταῦτα δὲ λέγει, ἵνα δείξῃ καὶ αὑτὴν κοινωνοῦσαν τῆς συμφορᾶς.

τὸν γὰρ μέλλοντα συμβουλεύειν καὶ παραινεῖν τῷ πάσχοντι κακῶς οὐκ ἀναγκαῖον ἔξω τῶν δεινῶν ἑστάναι, ἐπεὶ ἀπίθανος ἔσται σύμβουλος ἐν ἀλλοτρίοις κακοῖς φιλοσοφῶν, ἐπεὶ ὕποπτος ἔσται παραινῶν. ἐπειδὴ γὰρ ἔμελλεν αὐτῷ συμβουλεύειν ἀποθνῄσκειν, ἵνα μὴ δόξῃ ἀπὸ ἔχθρας ταῦτα λέγειν, δείκνυσιν ἑαυτὴν δεινότερα πεπονθυῖαν καὶ ἐπαίρει τῷ λόγῳ τὴν συμφοράν. 2,9C 〈σὺ δὲ αὐτός,〉 φησίν, 〈ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος,〉 2,9Da 〈κἀγὼ πλανῆτις καὶ λάτρις.〉 ὅρα, πῶς πλέκει τὰ ἑαυτῆς τοῖς ἐκείνου· ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον· τοῦτο τοῦ ἀνδρός. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι· τοῦτο τῆς γυναικός. σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι· τοῦτο τοῦ ἀνδρός. καὶ ἐγὼ πλανῆτις καὶ λάτρις· τοῦτο τῆς γυναικός. συνεχῶς μεταφέρει τὸν λόγον ἀπὸ τῶν ἐκείνου πρὸς τὰ αὑτῆς, ἵνα εὔνοιαν ἐπισπάσηται παρὰ τοῦ ἀκούοντος. «οὐκ ἰσχύει τὰ σά, κρατείτω τὰ ἐμά.» σὺ δὲ αὐτός, φησίν· μεγάλη ἔμφασις. «σὺ δὲ αὐτός· ἐκεῖνος ὁ δίκαιος, ὁ θαυμαστός, ὁ μέγας, τὸ κεφάλαιον ἡμῖν τῶν ἀγαθῶν.» ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος. «ἡμέραν καὶ νύκτα», φησίν· «οὐδὲ στέγης σοί τις μετέδωκεν, οὐδεὶς συμπαθής, οὐδεὶς ἐλεήμων, οὐδεὶς συναλγῶν». καὶ ἐγὼ πλανῆτις καὶ λάτρις. ὢ τῆς συμφορᾶς· οὐδεὶς ἠλέει τὴν γυναῖκα οὐδὲ τὴν πενίαν ἐπεκούφιζεν, ἀλλ᾽ ἐθήτευε καὶ αἴθριος ἦν ἡ τοῦ βασιλέως σύνοικος.

ἐμοὶ δοκεῖ καὶ παράνομόν τινα αὐτὴν ἀπὸ τῆς συμφορᾶς ἐνόμιζον εἶναι. «ἀνέστιος, ἄπολις, ἄοικος πλανῶμαι», φησίν, «κατὰ τὴν πόλιν οὐδὲ δουλείας εὐποροῦσα οὐδὲ τὴν θητείαν αὐτὴν ἐξ εὐκολίας δυναμένη λαβεῖν· ταῖς ἑτέρων προσεδρεύω θύραις καθάπερ φιλονεικοῦσα πάντας τὰς ἐμαυτῆς διδάξαι συμφοράς. οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἔστιν, ἀλλὰ πανταχοῦ με δεῖ ἐκπομπεύεσθαι καὶ παραδειγματίζεσθαι. πόσῳ αὕτη τῆς τῶν παίδων τελευτῆς ἡ συμφορὰ χαλεπωτέρα· πανταχοῦ περίειμι διδάσκαλος τῶν κακῶν.»

ὅπερ δὲ ἐξ ἀρχῆς εἶπον, ὅτι διὰ τοῦτο καὶ χρόνον πολὺν συνεχώρησεν ὁ θεὸς γενέσθαι, ἵνα μὴ μετὰ τὴν μεταβολὴν ἀπιστηθῇ ἡ συμφορά, καὶ διὰ τοῦτο αἴθριος, ἵνα πάντες ὁρῶσιν, τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ἔστιν εἰπεῖν· ἵνα, ὅταν ἴδωσιν αὐτὴν μεταβαλλομένην καὶ βελτίω γεγενημένην καὶ εὔπαιδα καὶ πολύπαιδα, μὴ ἀπιστῶσιν αὐτῆς τῇ προτέρᾳ συμφορᾷ οἱ καὶ μισθὸν αὐτῇ τῶν μόχθων παρεσχηκότες. 2,9Db 〈τόπον,〉 φησίν, 〈ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας,〉 9Dc 〈προσδεχομένη τὸν ἥλιον πότε δύσῃ,〉— εἰκότως, ἐλευθερίως γὰρ ἦν ἀνατραφεῖσα ἡ γυνή. 2,9Dd 〈ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν,〉 9De〈αἵ με νῦν συνέχουσιν.〉 τὸν πολὺν πόνον φησὶ καὶ τὴν πλάνην καὶ τὴν λατρείαν. 2,9E 〈ἀλλ᾽ εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα.〉 ὅρα, μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι τότε τὴν ἀναίσχυντον ἐπάγει συμβουλὴν οὐ τολμήσασα πρὸ τούτου ταῦτα εἰπεῖν, ἀλλὰ πρότερον δείξασα πιθανήν τινα τὴν παραίνεσιν, τότε τὸ δηλητήριον ἐνίησι καὶ οὐδὲ αὐτὸ φανερῶς. οὐκ εἶπεν· «βλασφήμησον», ἀλλ᾽ εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. «τίνος ἕνεκεν; ἆρα οἶδας, ὅτι τελευτὴ τὸ πρᾶγμά ἐστιν; ποία δέ σοι παραμυθία ἀπὸ τῆς ἐμῆς τελευτῆς; τίς παραψυχή;» οἱ γὰρ τὰ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν, ἀλλὰ τῇ ἀσαφείᾳ περιστέλλουσι τὸ πονηρὸν τῆς παραινέσεως. «

ὅπερ οὐκ ἐτόλμησας συμβουλεῦσαι, τοῦτό με ὑπομεῖναι παραινεῖς; διὰ τί γὰρ μὴ λέγεις, ποῖον ῥῆμα;» «πανταχόθεν σοι προσεχώσθησαν οἱ λιμένες, τὰ παιδία ἀνῄρηται, ἡ γυνὴ πάντων ἐλεεινότερον πράττει, τὸ σῶμα οὕτω διάκειται, ὥσπερ αὐτὸς ὁρᾷς· μία ὑπολέλειπται παραμυθία, εἷς ἀπαλλαγῆς τρόπος, εἰπεῖν τι πρὸς τὸν θεόν.» «τί λέγεις, ὦ γύναι; δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι παροξῦναι μᾶλλον παραινεῖς; εἰ γὰρ ὁ θεὸς ταῦτα ἐποίησεν, παρακαλέσαι αὐτόν, οὐ βλασφημῆσαι δεῖ, εἰ δὲ οὐκ αὐτός, οὐδὲ οὕτω βλασφημεῖν. τί μοι τὴν τῶν δεινῶν ἐπιθήκην ἐπιτείνεις διὰ τῆς τῶν δεινῶν λύσεως; πῶς οἴει; πόθεν γὰρ δῆλον, ὅτι καὶ ἐρῶ καὶ τελευτήσω; ἂν δὲ μετὰ τὸ εἰπεῖν πάλιν μείζοσι περιβάλλωμαι δεινοῖς;» ἀλλ᾽ οὐδὲν τούτων εἶπεν. πῶς δὲ οὐκ εἶπε πρὸς αὐτόν· «διάχρησαι σαυτόν», ἀλλ᾽ ὃ μάλιστα ἐπεθύμει ὁ διάβολος, τοῦτο συμβουλεύει καὶ παραινεῖ; ὥσπερ διὰ τοῦ ὄφεως πρότερον, οὕτω διὰ τῆς γυναικὸς νῦν. «ἂν κατηγορήσω τοῦ θεοῦ», φησίν, «οὐ δέχεται τὴν συμβουλήν. ἐπαίρω τὰ δεινά. ἐμὲ ἐλέησον.» καὶ ποία σοι τῶν δεινῶν παραμυθία ἀπελθόντος τούτου; τίς παραψυχή; οὐχὶ δὲ μᾶλλον ἐπιταθήσεται; νῦν μὲν γὰρ ἐλπίσαι ἔστι τι χρηστόν, τότε δὲ οὐκέτι, ἀλλὰ χηρεία ἀπαραμύθητος. ἐμοὶ δοκεῖ καὶ αἰσχύνεσθαι αὐτήν. τίνα οὐκ ἂν ἐθορύβησε ταῦτα; τίνα οὐκ ἂν ἰλιγγιάσαι ἐποίησε τὰ λεγόμενα;

τί οὖν ὁ γενναῖος οὗτος καὶ φιλόθεος ἀνήρ; 2,10a 〈ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν.〉 καὶ καλῶς εἶπεν· ἐμβλέψας αὐτῇ. τὸν θυμὸν ἐνέφηνε διὰ τῆς ὄψεως οὐκ ἀρκούντων τῶν ῥημάτων αὐτῆς καθάψασθαι. καὶ ὅρα, πῶς μεμετρημένως· οὐδὲν χαλεπαίνοντος οὐδὲ δυσχεραίνοντος ῥῆμα προήκατο· καὶ τὴν γυναῖκα ἐπέγνω καὶ τὴν συμβουλὴν οὐκ ἐδέξατο. οὐκ εἶπεν· «ἄφρων εἶ καὶ ἀνόητος», ἀλλὰ τί; 2,10b 〈ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν οὕτως ἐλάλησας;〉 τουτέστιν· «οὐδὲν ἄξιον σαυτῆς οὐδὲ τῆς ἀνατροφῆς καὶ τῆς παρ᾽ ἐμοῦ παιδεύσεως ἐφθέγξω. οὐκ ἔστι σὰ τὰ ῥήματα ταῦτα.» οὐ γὰρ ὅπως αὐτὴν ἐξυβρίσειε μόνον ἐσπούδαζεν, ἀλλὰ καὶ ὅπως ἀπαγάγοι τῆς πονηρᾶς ταύτης διανοίας. 2,10c 〈εἰ τὰ μὲν ἀγαθά,〉 φησίν, 〈ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;〉 τουτέστιν· «εἰ καὶ μόνον κακὰ ἦν, φέρειν ἔδει. κύριός ἐστι καὶ δεσπότης. οὐχὶ ἐξουσίαν ἔχει πάντα ἐπαγαγεῖν; τίνος ἕνεκεν ἔδωκε τὰ ἀγαθά; οὐχ ὡς ἀξίοις. μὴ τοίνυν μηδὲ νῦν ὡς παρ᾽ ἀξίαν ταλαιπωροῦντες ἀλγῶμεν. μάλιστα μὲν κύριος ἦν καὶ μόνα δοῦναι τὰ κακά· εἰ δὲ καὶ ἀγαθὰ δέδωκεν, τί δυσχεραίνομεν;» ὅρα, πῶς οὐδαμοῦ οὔτε τὰ ἁμαρτήματα οὔτε τὰ κατορθώματα λέγει, ἀλλὰ μόνον, ὅτι ἔξεστι τῷ θεῷ, ἃ βούλεται, ποιεῖν. «ἀνάμνησον σαυτὴν τῆς προτέρας εὐπραγίας καὶ οὐκ οἴσεις χαλεπῶς τὰ παρόντα. ἀρκεῖ πρὸς παραμυθίαν ἡμῖν τὸ τὸν κύριον εἶναι τὸν ἐπαγαγόντα.