Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Πρώτος κύκλος διαλόγων: Ο λόγος του Ελιφάζ και η απάντηση του Ιώβ

Ο Ελιφάζ ο Θαιμανίτης επιτιμά τον Ιώβ συνδέοντας τα δεινά με κρυπτή αμαρτία. Στην απάντησή του, ο Ιώβ δικαιολογεί τον γογγυσμό του λόγω του υπερβολικού πόνου και ελέγχει τους φίλους του για αναλγησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 14

καὶ τὸ δὴ θαυμαστόν, ὅτι μετὰ βίου καθαροῦ καὶ ζωῆς ἀλήπτου τὰ ἐναντία προσεδόκα καὶ οὐ προσεδόκα μόνον, ἀλλ᾽ ἐφοβεῖτο ἐννοῶν τὰ πρότερα οἷον τὰ κατὰ τὸν Ἀβραάμ. ἡμεῖς δὲ καθ᾽ ἑκάστην ἡμέραν πονηρίᾳ συζῶντες οὐδὲν ὑποπτεύσωμεν ἐναντίον; ὅρα, πῶς καὶ πρὸ τῆς πείρας ἐφιλοσόφει. ὁ γὰρ προσδοκῶν μεταβολὴν μετὰ βίου καλοῦ οὐχ ὡς μισθωτὸς ἦν, ὥστε πολλὴν αὐτοῦ τὴν ἀρετὴν δείκνυσιν ἡμῖν τὸ λέγειν· φόβος ὃν ηὐλαβούμην ἦλθέ μοι. 4,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 4,2a 〈Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ·〉 2b 〈ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;〉 καλῶς προλαβὼν εἶπε τὰ κατειληφότα αὐτὸν πάντα κακὰ καὶ τὴν προσθήκην τῶν δεινῶν, ἐπειδὴ ἐβούλοντο αὐτῷ ἐπεμβαίνειν καὶ ἐνάλλεσθαι κειμένῳ. οὐ γάρ ἐστι πάντων εἰδέναι ἐν ταῖς τοιαύταις ἁρμόζεσθαι συμφοραῖς, ἀλλὰ πολλοὶ πολλάκις τὸ τραῦμα χαλεπώτερον ἐποίησαν, οἱ μὲν ἀπὸ βασκανίας, οἱ δὲ ἀπὸ ἀφροσύνης. οὐ γὰρ δὴ τῶν ἰατρῶν τῶν τεμνόντων τὰ τραύματα ἐλάττονος δεῖται τέχνης ὁ τὸν παρακλητικὸν ἀναδεδεγμένος λόγον. καλῶς οὖν ἰατροὶ κακῶν ἐκλήθησαν ἐπιτρίβοντες τὸ τραῦμα· πάσχουσι δὲ αὐτὸ ἀπὸ βασκανίας. πόσης δὲ πονηρίας ἂν εἴη ἐν τοσούτῳ βασκαίνειν χειμῶνι καὶ κειμένῳ φθονεῖν, καὶ τὸν ἄξιον ἐλεεῖσθαι, τοῦτον μυρίοις περιβάλλειν δεινοῖς.

ὅρα γάρ, πῶς οὐ μόνον παραμυθίας ἀπέχει τὰ ῥήματα τὰ παρ᾽ αὐτῶν, ἀλλὰ καὶ πολλὴν τὴν ἀθυμίαν ἐντίθησι καὶ κατηγορίας μακροὺς ἀποτείνει λόγους. διὸ καί τίς φησιν· ψυχὴν παρωργισμένην μὴ προσταράξῃς. ἀλλ᾽ ἴδωμεν, τί φησιν, καὶ φύγωμεν τὴν μίμησιν. τί οὖν λέγει μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; “κόπον” οἶδεν ἡ γραφὴ τὴν ἁμαρτίαν λέγειν, ὡς ὅταν λέγῃ· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. οὐκ εἶπεν· «μὴ ἔπραξάς τι πονηρόν», ἀλλά· μὴ λελάληταί σοι. ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ πανταχοῦ καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχεν, «μὴ τοῦτο», φησίν, «εἴπῃς, ὅτι αἱ πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν.» {ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;} καὶ ὅρα, τὸ μὴ πολλάκις σοι λελάληται οὐχὶ φειδομένου ἐστὶν ἀμφισβήτησις καὶ ἀμφιβολία, ἀλλὰ μὴ ἔχοντος ἐλέγξαι σαφῶς. ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; τί γὰρ εἶπεν; ηὔξατο ἀποθανεῖν καὶ ἀπαλλαγῆναι τῆς παρούσης ζωῆς. μὴ γὰρ εἶπεν, ὅτι «δίκαιος ὢν καὶ μεγάλα κατωρθωκὼς τοιαῦτα πάσχω»; ἀλλ᾽ «ἐβουλόμην», φησίν, «μετὰ τῶν ἀσεβῶν, μετὰ τῶν οἰκετῶν, μετὰ τῶν ἐκτρωμάτων ἀπελθεῖν, τῶν αὐτῶν τυχεῖν ὧν καὶ οἱ ἀσεβεῖς.»

οὐκ εἶπεν· «ἐγὼ ὁ τοιοῦτος καὶ τοσοῦτος.» 4,3a 〈εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς〉 3b 〈καὶ χεῖρας ἀσθενούντων παρεκάλεσας,〉 4,4a 〈ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήμασιν,〉 4b 〈γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος.〉 ὅρα, τέως τὴν ἐν τοῖς ῥήμασιν αὐτοῦ λέγει βοήθειαν καὶ συμμαχίαν δεικνύς, ὅτι οὐδὲ τοῦτο μικρόν. εἰ γὰρ εἶπεν· «εἰ σὺ παρεκάλεσας χρήμασιν, πῶς σαυτὸν οὐ δύνασαι παρακαλέσαι;», ἐνῆν εἰπεῖν τὴν πενίαν. «εἰ δὲ λόγοις πολλοὺς παρεκάλεσας», φησίν, «καὶ ἑτέρους ὄντας ἐν συμφοραῖς ἀνέστησας, πῶς ἐπὶ σοῦ τὸ φάρμακον γέγονεν ἀσθενές; ὁ τὰς ἑτέρων λύων ἀνάγκας διὰ τῆς ἐν τοῖς λόγοις παραινέσεως καὶ συμβουλῆς, πῶς οὐκ ἀποκέχρησαι τῇ μεθόδῳ τῆς θεραπείας ἐπὶ τῶν οἰκείων κακῶν;» 4,5a 〈νυνὶ δέ,〉 φησίν, 〈ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου,〉 5b 〈σὺ δὲ ἐσπούδασας.〉 τί ἐστιν ἐσπούδακας; ταράττῃ, θορυβῇ, ἰλιγγιᾷς, σπεύδεις ἀποθέσθαι, οὐκ ἔχεις σαυτόν. 4,6a 〈πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ〉 6b 〈καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;〉 ὄντως ἀφροσύνης τὰ ῥήματα· «εἰ ἑτέροις βοηθήσας σαυτῷ μὴ δύνασαι βοηθῆσαι μηδὲ παραινέσαι σαυτῷ, ὅπερ ἑτέροις συνεβούλευες, εὔδηλον, ὅτι πάσης ἀρετῆς ἄμοιρος αὐτὸς εἶ. ὁ γὰρ ἑαυτῷ χρήσιμος γενέσθαι μὴ δυνηθεὶς πῶς ἂν ἑτέροις γένοιτο;»

ἐκ τούτων διαβάλλειν ἐπιχειρεῖ τὴν δόξαν τῶν προτέρων κατορθωμάτων, ὥστε μοι δοκεῖ καὶ ἐκεῖνο εἶναι τὸ νόημα· μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ. «οὐ πολλάκις», φησίν, «εἶπες ἐν κόπῳ ἀλλοτρίῳ; τίς γὰρ δύναται ἐνεγκεῖν τὴν ἰσχὺν τῶν ῥημάτων σου, ὧν ἀεὶ καυχώμενος ἔλεγες; ἀλλ᾽ ἰδού, νῦν ἐλήλεγκται ἡ μεγαληγορία σου.» εἰκὸς γὰρ ἦν τὸν δίκαιον καὶ εἰπεῖν τινα τῶν οἰκείων κατορθωμάτων καὶ ἤδη ὥσπερ νῦν εἰς ἀνάγκην ἐμπεσόντα· διὰ τοῦτό φησιν· ἐν κόπῳ. «τίς γὰρ καὶ δύναται τοῦτο», φησίν, «διηγήσασθαι ἢ ἐνεγκεῖν τὰ καυχήματά σου; ἀλλὰ νῦν ἐλήλεγκται. εἰ γὰρ σὺ ἐβοήθησας ἑτέροις, 〈———〉.» καὶ ὅρα, πῶς ἐκαυχᾶτο· οὐκ ἔλεγε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἀλλ᾽ εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. ταῦτα γοῦν αὐτῷ καὶ προφέρει. πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; τουτέστιν· «ὁ σκοπός, μεθ᾽ οὗ ταῦτα ἐποίεις· ἢ ὅτι οὐδὲ ἐποίησας, ἢ ὅτι ὁ βίος σου πονηρίας γέμει, ἢ ὅτι οὐ μετὰ ὀρθῆς διανοίας ἐφόβου τὸν θεόν, ἀλλὰ ῥήματα ταῦτα ἦν. καὶ ἡ ἐλπίς σου ἐν ἀφροσύνῃ ἦν, ἔγεμεν ἀνοίας», φησίν. διὰ τί; ποία ἀνάγκη; οὐ γὰρ ἔνι πολλάκις ἑτέροις βοηθήσαντα αὐτὸν εἶναι ἐν συμφοραῖς; «οὔ», φησίν. εἶτα καὶ μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ ἔλεγεν· φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι, «οὗτος», φησίν, «ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν.

εἰ γὰρ ἐν ἀληθινοῖς πράγμασιν ἦς καὶ βίου καθαροῦ, οὐκ ἂν ταῦτα προσεδόκησας, ὥστε αὐτὸς σεαυτὸν ἤλεγξας, ὅτι βίου ἀκαθάρτου ἦς καὶ πονηροῦ. ἀνόητον γάρ», φησίν, «ἀγαθὸν ὄντα καὶ χρηστὸν τοιαῦτα φοβεῖσθαι καὶ τοιαῦτα ἐλπίζειν. εἰ γὰρ ἐν τῷ τὰς ἑτέρων διορθοῦν συμφορὰς τὸν βίον ἀνάλωσας, πῶς λέγεις, ὅτι φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι; ἀλλ᾽ ἡ κακία τῆς ὁδοῦ σου τοιαῦτά σε ἐποίει προσδοκᾶν.» ὅρα, πῶς ἀγωνίζεται καὶ φιλονεικεῖ καὶ πάντα κινεῖ δεικνὺς αὐτὸν ἀπὸ πονηρίας ταῦτα παθόντα. 4,7a 〈μνήσθητι οὖν,〉 φησίν,— οὐκ εἶπεν· «βλέπε», ἀλλὰ μνήσθητι— 4,7a 〈τίς καθαρὸς ὢν ἀπώλετο.〉 τουτέστιν· «ἀναλόγισαι πάντα τὸν ἔμπροσθεν χρόνον, οὕτω σαφές ἐστι τοῦτο καὶ δῆλον.» εἶτα, ἐπειδὴ ὁ λόγος εὐχείρωτος ἦν, ἐπάγει τὸ δεύτερον δοκοῦν ἀναμφισβήτητον εἶναι· 4,7b 〈ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο.〉 πλήττει αὐτὸν διὰ τῆς τῶν παίδων συμφορᾶς· «ἔστω γάρ, ἔχεις εἰπεῖν, ὅτι ἔπαθόν τι δεινὸν ἕτεροι, ἀλλ᾽ οὐ μέχρι τῶν ἐκγόνων ἦλθεν αὐτοῖς τὰ δεινὰ οὐδὲ μέχρι τῆς ῥίζης αὐτῆς ἀνετράπησαν.» ἐπειδὴ γὰρ ὁ πρῶτος λόγος ἠλέγχετο, τὸν δεύτερον ἐπήγαγε δοκοῦντα ἰσχυρὸν εἶναι καὶ τῆς συμφορᾶς αὐτὸν ἀναμιμνῄσκοντα τῆς οἰκείας. 4,8a 〈καθ᾽ ὃν τρόπον εἶδον〉, φησίν, 〈τοὺς ἀροτριῶντας τὰ ἄτοπα.〉 τουτέστιν· αὕτη ἡ συμφορὰ ἐκείνων ἐστὶ τῶν ἐργασαμένων τὴν ἀδικίαν. «

τίς ἀπώλετο», φησίν, «οὕτως, ὡς ἐκείνους ὁρῶμεν ἀπολλυμένους;» ἢ τίς ἀπώλετο καθαρός, ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα; 4,8b 〈οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.〉 καλῶς σπόρον καὶ ἄροσιν εἶπεν. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐκ εὐθέως ἀπώλοντο;», «οὐδὲ ὁ σπόρος εὐθέως ἀποδώσει», φησίν. 4,9a 〈ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται,〉 9b 〈ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.〉 ὅρα καὶ ἕτερον δεινόν· «μὴ νομίσῃς», φησίν, «δαιμόνων εἶναι πονηρῶν μηδὲ ἀνθρώπων ἐπιβούλων τὰ συμβεβηκότα· ὁ θεός ἐστιν ὁ κολάζων. οὐκοῦν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν.» 4,10a 〈σθένος λέοντος, φωνὴ δὲ λεαίνης,〉 10b 〈γαυρίαμα δὲ δρακόντων ἐσβέσθη;〉 ὅρα, τί φησιν· «ὥσπερ τὰ κατὰ φύσιν πράγματα οὐκ ἂν ἑτέρως γένοιτο, ἀλλ᾽ ἢ ὡς κατὰ φύσιν τέτακται, οὕτω», φησίν, «καὶ ἐνταῦθα, οἷον δὴ τὸ τοὺς μὲν πονηροὺς ἀπολέσθαι, τοὺς δὲ ἀγαθοὺς ἐν εὐθηνίᾳ εἶναι. μὴ εἶδες», φησίν, «τὸν δρόμον τῆς φύσεως διακοπέντα;» οἷόν φησιν ὁ προφήτης ἐπὶ τῶν ἀδυνάτων· εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτοῖς; εἰ ἐρεύξεται λέων ἐκ δρυμοῦ 〈θήραν οὐκ ἔχων〉; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐν παγίδι 〈ἄνευ ἰξευτοῦ〉; εἰ σχασθήσεται παγὶς ἄνευ τοῦ συλλαβεῖν τι; καὶ πάλιν· εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις;

καὶ ὅρα· φυσικὰ παραδείγματα λαμβάνει. τουτέστιν· οὐδὲν καινὸν οὐδὲ ξένον γίνεται, ἀλλὰ νόμοις τισὶ πάντα τέτακται καὶ οὐδὲν ἐνήλλακται. εἰ γὰρ καὶ τὰ κατὰ τὰ θηρία ἕστηκεν, πολλῷ μᾶλλον τὰ ἡμέτερα. ὥσπερ σθένος λέοντος οὐκ ἂν κωλυθείη, οὕτως οὐδὲ παρρησία δικαίου. οὐ γὰρ οὕτω κατὰ φύσιν πρόσεστι τῷ θηρίῳ ἡ δύναμις, ὡς τῷ δικαίῳ ἡ δύναμις καὶ ἡ ἰσχύς· εὐκολώτερον λέοντα ἄνανδρον γενέσθαι ἢ δίκαιον εὐχείρωτον. 4,11a 〈μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν,〉 11b 〈σκύμνοι δὲ λεόντων ἀπέλιπον ἀλλήλους;〉 τὸ ζῷον τοῦτό φασι μὴ δύνασθαι σιτεῖσθαι. «τί οὖν; διεφθάρη;» φησίν. «οὐδαμῶς.» τοῦτο δὲ παράδοξον καὶ μέγα, χωρὶς τροφῆς διατρέφεσθαι τὸ ζῷον τῆς ἄνωθεν προνοίας ἀπολαῦον. ἡ τοίνυν πρόνοια ἡ ταῦτα διατάξασα καὶ μὴ διακόπτουσα πῶς ἂν τοὺς περὶ δικαιοσύνης ἔλυσε νόμους; ἀλλ᾽ ἀλόγων μὲν τοσαύτην ποιεῖται πρόνοιαν, ἀνθρώπων δὲ οὔ; καὶ λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβουλον καὶ θανάσιμον. ὁ τοίνυν ἐν τοῖς δηλητηρίοις ζῴοις οὐδὲν διαταράττων καὶ τοῖς ἐπιβουλεύουσιν ἡμῖν τὴν εὐταξίαν διατηρῶν, καίτοι μὴ ἐχόντων ἀπὸ φύσεως τὸ τρέφεσθαι, πολλῷ μᾶλλον ἐπ᾽ ἀνθρώπων. ἀλλὰ μυρμηκολέοντος τοσοῦτον προνοεῖ, δικαίου δὲ οὐχί; σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους;

καὶ τοῦτο φυσικὸν τὸ συναγελάζεσθαι καίτοι μικρὸν ὄν, καὶ οὐδὲ τοῦτο διέφθαρται· ἀλλ᾽ ὅπερ τέθεικεν ἐν τῇ φύσει, τοῦτο διατηρεῖ. ὁρᾷς ζῷον ἄγριον; 4,12a 〈εἰ δέ τι,〉 φησίν, 〈ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,〉 12b 〈οὐδὲν ἂν κακὸν τούτων συνήντησέ σοι.〉 καὶ ἐν τῷ παρόντι αἰνίττεταί μοι, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ ἴσως ἢ εἰς ζῆλόν τινας ἄγων ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. ὁρᾶτε, ὅσοι τοιαῦτα διαπορεῖτε καὶ νῦν, τίνι προσεοίκατε. εἰ γὰρ ἐκεῖνος κατ᾽ ἐκείνους τοὺς καιροὺς τοιαῦτα εἰπὼν οὐκ ἔτυχε συγγνώμης, πολλῷ μᾶλλον ἡμεῖς οἱ μετὰ τὴν πεῖραν τῶν πραγμάτων τοιαῦτα λέγοντες καὶ πολλὰς ἔχοντες αἰτίας τῶν γενομένων εἰπεῖν † ὥσπερ δοκοῦσι † καιρὸν εὑρηκέναι τοῦ ὀνειδίσαι καὶ ἐπεμβῆναι αὐτῷ τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν οὐκ ἀναμένοντες. 4,12c 〈πότερον οὖν,〉 φησίν, 〈οὐ δέξεταί σου τὸ οὖς ἐξαίσια;〉 ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ εἶδες οὐδέποτε ἐνύπνιον;» φησίν, «οὐδὲ ἐταράχθης;» ἢ ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ ἤκουσας τοιούτων διηγημάτων; μὴ ψεύδομαι;» φησίν, «τὸ οὖς σου οὐκ ἐδέξατο ἐξαίσια;» «οὐ γὰρ δὴ ἐν ἡμέρᾳ μόνον πτοεῖ καὶ ταράσσει, ἀλλὰ καὶ ἐν ἐνυπνίοις», φησίν, «καὶ ἐγὼ τοιαῦτα πολλὰ πολλάκις ἔπαθον. οἶδε 〈δὲ〉 καὶ δι᾽ ὀνειράτων μόνων ταράττειν», φησίν, «καὶ δίκην εἰσπράττεσθαι.»

ἐπειδὴ γὰρ συνέβαινεν ἐναντιοῦσθαι αὐτοῦ τῷ λόγῳ πολλοὺς ὄντας ἀδίκους καὶ οὐδὲν πάσχοντας τοιοῦτον, «ἀλλ᾽ ἐν ὀνείροις», φησίν. ἐπειδὴ γὰρ οὐκ εἶδε τὸν θεὸν οὐδὲ χειρὸς ᾔσθετο ἁπτομένης αὐτοῦ, «μὴ θαυμάσῃς», φησίν· «ἀοράτως γὰρ κολάζει, ἐπεὶ καὶ ἐμὲ πολλάκις ἐτάραξεν ἐν ἐνυπνίοις καὶ οὐδεμίαν αἴσθησιν ἔσχον τῶν γενομένων, ἀλλ᾽ ἢ αὔραν καὶ φωνὴν ἤκουον. τοῦτο μόνον», φησίν, «ὡς οἶδεν ὁ θεός, συνταράττει, καὶ μὴ θαυμάσῃς.» ταῦτα δὲ πάντα λέγει, ἵνα δείξῃ, ὅτι παρ᾽ αὐτοῦ ἐστιν ἡ ὀργή. ἐμοὶ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι· ἐπειδὴ γὰρ τὸν ἔμπροσθεν πάντα βίον γαληνὸν διήγαγεν, «τί οὖν;» φησίν· «εἰ ἐν ὀνείροις σε ἐτάραξεν, πόθεν ἴσμεν; εἰ δὲ καὶ προεῖπεν ὥστε φοβηθῆναι καὶ προφυλάξασθαι, σὺ δὲ οὐκ ἐφυλάξω; ἐγὼ δὲ πολλὰ τοιαῦτα ὑπέστην.» καὶ οὐχ ἡγῇ τὸν βίον ἀβίωτον εἶναι τῶν καθ᾽ ἑκάστην ἡμέραν ταραττομένων καὶ θορυβουμένων, κἂν ἐν ἡμέρᾳ διὰ παντὸς ἐν εὐπραγίᾳ διατελῶσιν; ἐμοὶ γὰρ τοῦ ἐν ἡμέρᾳ χαλεπώτερον εἶναι δοκεῖ, ὅταν τις αὐτὸν τῆς ἀναπαύσεως προσχώσῃ τὸν λιμένα.

εἰ γάρ τις τὸν ὁδοιπόρον 〈τὸν〉 δι᾽ ὅλης ἡμέρας φλογμῷ παλαίοντα καὶ ταλαιπωρίᾳ, ἑσπέρας ἀναπαύσασθαι βουλόμενον εἰς τὸ καταγώγιον, ἀπελάσειεν ἰνδάλματά τινα δεικνὺς καὶ θορύβους ψυχῆς, ἆρ᾽ οὐχ ἡγῇ τῶν κατὰ τὴν ὁδὸν δεινὰ πασχόντων δεινότερα πείσεσθαι; 4,13a 〈ἐξαίσιοι γάρ,〉 φησίν, 〈παρ᾽ αὐτοῦ φόβοι καὶ ἤχῳ νυκτερινῷ〉 13b 〈ἐπιπίπτων φόβος ἐπ᾽ ἀνθρώπους.〉 4,14a 〈φρίκη δέ μοι συνήντησε καὶ φόβος,〉 14b 〈καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν,〉 4,15a 〈καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν·〉 15b 〈ἔφριξαν δέ μου τρίχες καὶ σάρκες,〉 4,16a 〈καὶ ἀνέστην καὶ οὐκ ἐπέγνων,〉 16b 〈εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου,〉 16c 〈ἀλλ᾽ ἢ αὔραν καὶ φωνὴν ἤκουον.〉 «οὐκ ἤκουσας», φησίν, «ὅτι πολλοὶ οὕτως ἐκολάσθησαν;» εἶτα, ἵνα ποιήσῃ ἀξιόπιστον τὸν λόγον, ἑαυτὸν παράγει ὑπόδειγμα, ὅτι οὐδενὸς προλαβόντος, οὐδενὸς φαινομένου ἀθρόον φόβος τις καὶ ταραχὴ ἐνέπεσεν εἰς τὴν διάνοιαν αὐτοῦ. τοῦτο καὶ ἡ Πανάρετός φησιν περὶ τοῦ σκότους ἐκείνου, ὅτι ἰνδάλματα αὐτοῖς ἐφαίνετο κατὰ τὴν νύκτα καὶ τὸ σκότος ἐκεῖνο, καὶ ἱκανὸν ἦν εἰς τιμωρίαν τοῦτο. εἶτα πάλιν ἐκ περιουσίας ἐκ τοῦ καθόλου τὸ κατὰ μέρος δείκνυσιν.

ὅρα, ἐπειδὴ εἶδε τὴν δόξαν ἀντικειμένην τοῦ δικαίου τοῖς αὑτοῦ ῥήμασιν, δι᾽ ὅσων αὐτὴν καταβαλεῖν βούλεται. 4,17a 〈τί γάρ;〉 φησίν· 〈μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου〉 17b 〈ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;〉 «ἄλλως δέ», φησίν, «οὐδὲ δυνατὸν ἄνθρωπον ὄντα καθαρὸν εἶναι.» μὴ δὴ ταῦτα εἰς δόγματα δεξώμεθα, ἀγαπητοί. καὶ καλῶς προσέθηκεν· ἔναντι κυρίου, καθὼς καὶ ὁ προφήτης φησίν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. καὶ πάλιν· ἐὰν ἁμαρτίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καθάπερ γὰρ ἡμῶν ἡ ἀγαθότης πονηρία ἐστὶν πρὸς τὴν ἐκείνου ἀγαθότητα συγκρινομένη, οὕτω καὶ τὰ λοιπά. ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ, φησίν, ἄμεμπτος ἀνήρ; ὅρα αὐτὸν ἀντιφθεγγόμενον τῷ θεῷ· αὐτοῦ γὰρ εἰρηκότος ἄνθρωπος ἄμεμπτος οὗτός φησιν· «οὐκ ἄμεμπτος». ἀπὸ τῶν οἰκείων ἐπαίρει τὴν ψῆφον. 4,18a 〈εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,〉 18b 〈κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν.〉 ἐμοὶ δοκεῖ περὶ τῶν ἄνω λέγειν δυνάμεων· «τί δεῖ λέγειν περὶ ἀνθρώπων», φησίν, «ὅταν οἱ ἄγγελοι μὴ ὦσιν ἄμεμπτοι;» τί δέ ἐστιν οὐ πιστεύει; ὡς δικαίοις καὶ ἀμέμπτοις καὶ οὐκ ἂν ἁμαρτοῦσιν, ἐμοὶ δοκεῖ, ὅτι δεκτικὴ τῶν ἐναντίων ἡ φύσις αὐτῶν. τί ἐστι σκολιόν τι ἐπενόησεν; «οὐκ ἀφῆκεν», φησίν, «ἐν τῇ φύσει αὐτῶν εἶναι τὸ ἐνάρετον.»

καὶ καλῶς εἶπεν ἐπενόησεν, ἵνα μὴ τὸ τῆς φύσεως μεγαλεῖον αὐτοὺς ἐπάρῃ, ἀλλὰ διὰ παντὸς ὦσιν ὑποτεταγμένοι τῷ θεῷ. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων· οὐκ ἔχων ὁ ἄνθρωπος ἐν τῇ φύσει τὸ ἀθάνατον ὅμως ἐπήρθη, εἰ δὲ καὶ ἐν τῇ φύσει ἔσχεν, τί οὐκ ἂν ἐγίνετο; 4,18c 〈οὐρανὸς δέ,〉 φησίν, 〈οὐ καθαρὸς ἐνώπιον αὐτοῦ.〉 τουτέστιν· ἡ τοσαύτη τῆς φύσεως καθαρότης κηλίς ἐστι πρὸς ἐκεῖνον, οὐχ ὡς τοῦ οὐρανοῦ προαίρεσιν ἔχοντος, ἀλλὰ τὴν κατὰ φύσιν καθαρότητα παραβάλλει τῇ καθαρότητι τῆς ἀρετῆς τοῦ θεοῦ. 4,19a 〈ἔα δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας.〉 «τί χρὴ λέγειν περὶ τῶν ἀνθρώπων;» φησίν. καὶ πρῶτον ἀπὸ τῆς οἰκίας ἔβαλε τὴν φύσιν, εἶτα ἐξευτελίζει αὐτὴν καὶ ἑτέρωθεν. οὐκ ἤρκει εἰπεῖν, ὅτι ἀπὸ πηλοῦ ἐσμεν, ἀλλὰ καὶ ποίου πηλοῦ. ἀπὸ τοῦ χείρονος τὴν φύσιν ἐκάλεσεν, μονονουχὶ λέγων, ὅτι καθάπερ ἡμῖν τῆς φύσεως ἡ κατασκευὴ αἰτία τῶν ἁμαρτημάτων γίνεται, οὕτω καὶ τοῖς ἀγγέλοις ἐστί τι, ὃ ἐπενόησεν ὁ θεὸς πρός τε τὸ ταπεινοῦσθαι αὐτοὺς καὶ καταστέλλεσθαι· καὶ γὰρ καὶ καθ᾽ ἡμῶν τοῦτο ἐπενόησεν τὴν σοφίαν αὐτοῦ δεικνὺς διὰ τοῦ εἰπεῖν ἐπενόησεν, οὐχ ὡς πολλὰ καμόντος, ἀλλ᾽ ὡς σοφόν τι καὶ συνετὸν εὑρηκότος.

εἶτα καὶ κοινοῖ τὸν λόγον, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι· 4,19b 〈ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ.〉 καὶ γὰρ ἑτέρωθεν πάλιν τὸ δυνατὸν τοῦ θεοῦ καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον παρίστησιν εἰπών· 4,19c 〈ἔπαισεν αὐτούς,〉 φησίν, 〈σητὸς τρόπον.〉 τουτέστιν· εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρεν. 4,20a 〈ἀπὸ πρωίθεν,〉 φησίν, 〈ἕως ἑσπέρας, καὶ οὐκέτι εἰσίν.〉 τουτέστιν· ἐν ἡμέρᾳ μιᾷ ἢ ὅτι διὰ παντός. 4,20b 〈καὶ παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.〉 τουτέστιν· ὅτι οὐδεὶς ἀντιστῆναι δύναται τῷ θεῷ. οὐ δυνάμεθα δὲ βοηθῆσαι ἑαυτοῖς καὶ διὰ τὸ ὑπερέχον τῆς φύσεως τοῦ θεοῦ καὶ διὰ τὸ τῶν κακῶν πλῆθος. ἃ γὰρ ἡ χεὶρ ἡ ἁγία βεβούλευται, τίς διασκεδάσει; 4,21a 〈ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐτελεύτησαν,〉 21b 〈καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν ἀπώλοντο.〉 οὐδὲν γὰρ ἰσχυρότερον τοῦ σοφοῦ. τοῦτο αὐτοὺς εὐχειρώτους ἐποίησε καὶ τῷ θεῷ· μάλιστα μὲν οὖν καὶ ἀπὸ τῆς φύσεως αὐτῆς εἰσιν εὐάλωτοι, ἔπειτα δὲ καὶ ἀπὸ τῆς κακίας καὶ τῆς ἀσεβείας. 5,1a 〈ἐπικάλεσαι δέ, εἴ τίς σου ὑπακούσεται,〉 1b 〈εἴ τινα ἁγίων ἀγγέλων ὄψει.〉 καὶ ἀπὸ τούτου τὴν ὑπεροχὴν δείκνυσιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπὸ οἰκείων λογισμῶν ἐξετάζειν τὰ καθ᾽ ἑαυτὸν τὸν Ἰώβ, ὅρα, τί φησιν· «μή μοι τοῦτο εἴπῃς. μέγας ἐστὶν ὁ θεός, πολλὰ ποιεῖ, ὧν οὐκ ἴσμεν· πολὺ τὸ ταπεινὸν τὸ ἡμέτερον, ἀπῳκίσμεθά που πόρρω.

καὶ τί λέγω περὶ αὐτοῦ, ὅπου γε καὶ περὶ τῶν παίδων αὐτοῦ τὸ αὐτό ἐστιν εἰπεῖν; ὥστε, ὅπερ ἂν ποιήσῃ, καλῶς ποιεῖ.» 5,2a 〈καὶ γὰρ ἄφρονα,〉 φησίν, 〈ἀναιρεῖ ὀργή,〉 2b 〈πεπλανημένον δὲ θανατοῖ ζῆλος.〉 ἀλλ᾽ ὁ σοφὸς ταῦτα πάντα ἐπέσκεπται μετὰ ἀκριβείας, ὁ δὲ ἀνόητος πρὸς οὐδὲν τούτων ὁρᾷ· ἢ ὅτι ὁ θεὸς ἀναιρεῖ τῇ ὀργῇ τὸν ἄφρονα, πεπλανημένον δὲ θανατοῖ ζῆλος ὁ τοῦ θεοῦ. τουτέστιν· ἡ ὀργὴ τοὺς ἄφρονας ἀναιρεῖ· ἐμοὶ δοκεῖ τοὺς ἁμαρτωλοὺς λέγειν. τὸν ἄφρονα, φησίν, ὀργὴ ἀναιρεῖ, ὥστε τὸν φρόνιμον οὐδαμῶς· οὐδὲ γὰρ ὀργὴ ἔστιν ἐκεῖ. ὀργὴ δὲ ἀπόλλυσι καὶ φρονίμους, ἀλλαχοῦ φησιν· ὅταν δὲ καὶ ἀφροσύνη ᾖ, πολλῷ μᾶλλον. 5,3a 〈ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας,〉 3b 〈ἀλλ᾽ εὐθὺς ἡ δίαιτα αὐτῶν ἐβρώθη.〉 καὶ ὅρα, πῶς προδιορθοῦται· «μή μοι τοῦτο εἴπῃς, ὅτι πολλάκις καὶ παῖδας ἔσχον, ἀλλ᾽ οὐ διηνεκῶς.» ἐπειδὴ γὰρ εἰκὸς ἦν λέγειν τινά· «πῶς οὖν, εἰ ἁμαρτωλὸς ἦν ὁ Ἰώβ, τοσούτων ἀπήλαυσεν ἀγαθῶν;», «ναί», φησίν, «ἑώρακα ἄφρονας ῥίζας βαλόντας.» ὁρᾷς, ὅτι {τὸν} ἄφρονα τὸν ἁμαρτωλὸν λέγει;

καὶ τοῦτο τῆς τοῦ θεοῦ οἰκονομίας, ὥστε μὴ εὐθέως τοὺς ἁμαρτωλοὺς ἀναιρεῖν, ἀλλὰ διδόναι αὐτοῖς προθεσμίαν μετανοίας, ὥστε τοῖς ἀνθρώποις μὴ εἶναι ἀναγκαστὸν τὸ καλόν. 5,4a 〈πόρρω γένοιντο,〉 φησίν, 〈οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,〉 4b 〈κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων.〉 τουτέστιν· ἐσκορπίσθησαν, ἐξερρίφησαν. 5,4b 〈καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.〉 5,5a 〈ἃ γὰρ ἐκεῖνοι ἐθέρισαν, δίκαιοι ἔδονται·〉 5b 〈αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρεθήσονται,〉 5c 〈καὶ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.〉 τουτέστιν· ἐξαντληθείη αὐτῶν ἡ δύναμις. ἅμα καὶ ἐπαιρομένου ἐστὶ ταῦτα. 5,6a 〈οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος,〉 6b 〈οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος.〉 «τὸ γὰρ βαρύθυμον τοῦτο», φησίν, «ἐν ἀνθρώποις ἐστίν.» ὅρα, πῶς πάλιν βιάζεται δεῖξαι φυσικὰ τὰ εἰρημένα, ἵνα μὴ ἔχῃ τις ἐπισκῆψαι τῷ λόγῳ. «ἡ γὰρ τῶν ἀνθρώπων φύσις τοιαύτη», φησίν· «οὐδὲν γὰρ μοχθηρότερον ἢ ὀϊζυρότερον γαῖα τρέφει ἀνθρώπου.» τουτέστιν· οὐ δεῖ θαυμάζειν οὐδὲ ξενίζεσθαι. ἐπὶ τούτῳ γεγόναμεν ὥστε ταλαιπωρεῖν καὶ ταλαιπωρεῖσθαι. τοῦτο καὶ ὁ προφήτης φησίν· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος, καὶ πάλιν ὁ Ἰακώβ· μικραὶ καὶ πόνηραι αἱ ἡμέραι μου. 5,7a 〈ἀλλ᾽ ἄνθρωπος,〉 φησίν, 〈ἐν κόπῳ γεννᾶται.〉 «φυσικὸν τὸ πρᾶγμά ἐστιν», φησίν, «ἀδύνατόν ἐστι διαφυγεῖν δυσπραγίαν.»

ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιος ἦν ὁ Ἰώβ, «ἔστι δίκαιος» φησίν, «ἀλλ᾽ ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη τίς ἐστιν ὥστε φέρειν τὰ δεινά.» ὅρα, ὅτι οὐκ ἔστιν ἀναμάρτητος, ἀπὸ τῆς φύσεως διϊσχυρίζεται· ἔα δέ, φησίν, τοὺς κατοικοῦντας οἰκίας πηλίνας, καὶ πάλιν· τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; πάλιν, ὅτι οὐκ ἔνι χωρὶς τῶν κακῶν ἐξελθεῖν, ἄνθρωπος, φησίν, ἐν κόπῳ γεννᾶται. οὐ γὰρ δὴ τὰ ἀναίσθητα οὐδὲ τὰ ἄλογα ζῷα μέλλουσι τῆς ἀθυμίας αἰσθάνεσθαι, ἀλλ᾽ ἐν ἀνθρώποις τοῦτ᾽ ἔστιν. ἐπίσκεψαι τὴν κοινὴν φύσιν καὶ ὄψει τοῦτο οὕτως ἔχον. 5,7b 〈νεοσσοὶ δέ,〉 φησίν, 〈γυπῶν τὰ ὑψηλὰ πέτονται.〉 τουτέστιν· ἀφρόντιδές εἰσι καὶ ἀμέριμνοι. τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε, ἐπεὶ οὐδὲ ἡ γῆ οὐδὲ τὰ ὄρη, ἐπειδὴ ἀναισθησίας μετέχει. ἐμοὶ δοκεῖ καὶ τοῦτο ἀναίσθητον εἶναι τὸ ζῷον αἱμοβόρον καὶ σαρκοφάγον ὄν. 5,8a 〈οὐ μὴν δέ, ἀλλ᾽ ἐγὼ δεηθήσομαι κυρίου,〉 8b 〈κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι.〉 «καὶ τούτων ὄντων οὕτως», φησίν, «οὐδὲν πείσομαι ἐγὼ οἷον σύ, ἀλλ᾽ ἐπιμενῶ τὸν δεσπότην ἐπιγινώσκων. σὺ μὲν γὰρ σχετλιάζεις, ἐγὼ δὲ ἐπιμενῶ τὸν θεὸν ἐπικαλῶν καὶ οὐκ ἀπελπίζων. οἶδε γὰρ ἀεὶ πρὸς τὸ ἐναντίον τὰ πράγματα μεταστρέφειν. ἐν κακοῖς εἰμι, ἀλλὰ δύναταί με ποιῆσαι καὶ ἐν ἀγαθοῖς εἶναι, ὡσπεροῦν ἐξ ἐκείνων εἰς τοῦτο ἤγαγεν.»

κύριον δέ, φησίν, τὸν παντοκράτορα, τουτέστιν· πάντων, καὶ καιρῶν καὶ τόπων καὶ πραγμάτων, κρατοῦντα. εἶτα διηγεῖται περὶ τῆς δυνάμεως αὐτοῦ τῆς ἐφ᾽ ἑκάτερα καὶ λέγει πρῶτον κατὰ γένος, εἶτα ἰδικῶς· 5,9a 〈τὸν ποιοῦντα τὰ μεγάλα καὶ ἀνεξιχνίαστα,〉 9b 〈ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός,〉 5,10a 〈τὸν διδόντα ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς,〉 10b 〈τὸν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾽ οὐρανόν.〉 ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ τεκμήριον καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν καὶ μεταβολῆς καιροῦ δηλωτικόν. 5,11a 〈τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος〉 11b 〈καὶ ἀπολωλότας ἐξεγείροντα ἐν σωτηρίᾳ.〉 τοῦτο καὶ ἐπὶ τοῦ κατὰ μέρος τὸ μὲν δῆλον, τὸ δὲ ἄδηλον. ἀλλὰ τοῦτο οἰκειότερον τὸ παράδειγμα· 5,12a 〈τὸν διαλλάσσοντα βουλὰς πανούργων,〉 12b 〈καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές.〉 τουτέστιν· μεταβάλλοντα, μεταλλάττοντα τῶν πανούργων τὰς βουλὰς τῶν μὴ ποιούντων τι ἀληθές. καὶ τοῦτο τῆς τοῦ θεοῦ δυνάμεως καὶ οἰκονομίας ἔργον δύνασθαι καταλαμβάνειν πανουργίαν καὶ ποιεῖν ἀνόνητον. ὥσπερ γὰρ τὸ σωμάτων ἰσχυρῶν περιγενέσθαι οὕτω καὶ ψυχῆς δολερᾶς ἔργον θεοῦ. 5,13a 〈ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει αὐτῶν.〉 τουτέστιν· περιγινόμενος, κρατῶν. 5,13b 〈βουλὰς δὲ πολυπλόκων ἐξέστησεν.〉 ἀντὶ τοῦ· ἀκύρους ἐποίησεν. ταῦτα πρὸς τοῦτον αἰνίττεται ὡς καυχώμενον καὶ φιλοτιμούμενον.

εἶτα λέγει, οἵοις περιβάλλει κακοῖς· 5,14a 〈ἐν ἡμέρᾳ αὐτοῖς,〉 φησίν, 〈συναντήσεται σκότος,〉 14b 〈τὸ δὲ μεσημβρινὸν ψηλαφήσειαν ἴσα νυκτί.〉 5,15a 〈ἀπόλοιντο δὲ ἐν πολέμῳ.〉 καὶ ὅτι τὰ ἐναντία ποιεῖ ἐπὶ τῶν ἀδυνάτων· 5,15b 〈ἀδύνατος δέ,〉 φησίν, 〈ἐξέλθοι ἐκ χειρὸς δυνάστου,〉 5,16a 〈καὶ εἴη ἀδυνάτῳ ἐλπίς,〉 16b 〈καὶ ἀδίκου στόμα ἐμφραχθείη.〉 ταῦτα ποιεῖ ὁ θεός, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ καὶ ἐκεῖνος μὴ ἐπαίρηται. ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ἐπικάλεσαι, εἴ τίς σοι ὑπακούσεται, ἵνα μὴ νομίσῃ ἀπρονόητα εἶναι διὰ τὸ μὴ ἀκούεσθαι, «οὐχί», φησίν, «ἀλλὰ καίτοι μὴ ὁρώμενος πολλὰ ποιεῖ ὁ θεὸς πράγματα», καὶ πολύς ἐστι τὸν ὑπὲρ αὐτοῦ λόγον κινῶν ὥστε τοῦτον βαλεῖν. εἰ γὰρ ἔθος αὐτῷ τοὺς ἀδυνάτους ἐπαίρειν εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦν, τοὺς δὲ δολεροὺς ἐλέγχειν, ὅρα τὸ συναγόμενον. εἶτα, ἵνα μὴ ποιήσῃ φορτικὸν τὸν λόγον καὶ πάνυ αὐτοῦ καθάψηται, φησίν, ὅτι «οὐχ οὗτος ὁ τρόπος τῆς τιμωρίας, μόνον τὸ πονηροὺς εἶναι τοὺς κολαζομένους, ἀλλ᾽ ἔστιν ὅπου καὶ ἐπὶ χρησίμῳ γίνεται τῶν παιδευομένων».

μᾶλλον δὲ οὐ τοῦτό φησιν, ἀλλ᾽ ὅτι «κἂν παμπόνηροι ὦσιν, ὠφελοῦνται οἱ κολαζόμενοι». 5,17a 〈μακάριος δὲ ἄνθρωπος,〉 φησίν, 〈ὃν ἤλεγξεν κύριος ἐπὶ τῆς γῆς,〉 17b 〈νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.〉 διὰ τοῦτο καὶ συγγνώμης ἔτυχον 〈οἱ φίλοι, εἰ καὶ τὰ πλείονα ἔλεγον〉 ἀπὸ τοῦ σκοποῦ, ὅτι καὶ ἀνέμιξαν τοιαῦτά τινα. εἶτα λέγει τὴν ἰσχὺν τὴν ἐπὶ τὰ ἐναντία, ὅτι καὶ διὰ τῆς τιμωρίας ὠφελεῖ καὶ πάλιν μεταβάλλει τὴν ἀλγηδόνα, ἐπειδὰν τὸ αὐτῆς ἐργάσηται. ἵνα γὰρ μὴ λέγῃ τις· «εἰ καὶ ὠφέλιμον τὸ φάρμακον, ἀλλὰ πικρόν, καὶ οὐ δύναμαι φέρειν», διὰ τοῦτό φησιν· «ἀλλ᾽ οὐ διηνεκές ἐστιν· ἐπειδὰν τὸ ἑαυτοῦ ποιῇ, ἀφαιρεῖται αὐτό. μὴ γὰρ ἀφίησί σε ἑτέρου δεηθῆναι ἰατροῦ· ἐννόησον, ὅτι αὐτός ἐστιν ὁ θεραπεύων.

εἰ δὲ αὐτός ἐστιν ὁ θεραπεύων, δῆλον, ὅτι καὶ νῦν θεραπεύων ἀλγεῖν ποιεῖ.» 5,18a 〈αὐτὸς γάρ,〉 φησίν, 〈ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν,〉 18b 〈πατάξει, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται.〉 εἰ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ καὶ πρὸς τὰ ἐναντία μετάγων καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλ᾽ ἀπὸ τῆς αὐτῆς. 5,19a 〈ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε,〉 19b 〈ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν.〉 τουτέστιν· οὐκ ἀεὶ τὰ αὐτὰ ποιεῖ, ἀλλ᾽ ἐν μὲν πρώτοις ἀφίησι πεῖραν λαβεῖν, μετὰ δὲ ταῦτα οὐδὲ πεῖραν. 5,20a 〈ἐν λιμῷ ῥύσεται ἐκ θανάτου,〉 20b 〈καὶ ἐν πολέμῳ ἐκ χειρὸς σιδήρου ῥύσεταί σε,〉 5,21a 〈καὶ ἀπὸ μάστιγος γλώσσης κρύψει σε,〉 21b 〈καὶ οὐ φοβηθήσῃ ἀπὸ κακῶν ἐπερχομένων.〉 οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα. 5,21c 〈ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν.〉 οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς καὶ συκοφαντίας, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. 5,21d 〈οὐ μὴ φοβηθῇς,〉 φησίν,— οὐ μόνον «οὐδὲν πείσῃ», ἀλλ᾽ «οὐδὲ φοβηθήσῃ», φησίν— 5,21d 〈ἀπὸ ταλαιπωρίας, ὅτι ἐλεύσεται ταλαιπωρία.〉 22a 〈ἀδίκων καὶ ἀνόμων καταγελάσῃ.〉 καὶ τοῦτο πολλῷ μεῖζον τὸ μὴ μόνον αὐτὸν εἶναι ἐν ἀσφαλείᾳ, ἀλλὰ καὶ ἑτέρων καταγελᾶν. «καὶ τί λέγω πρὸς ἀνθρώπους;

οὐδὲ αὐτὰ τὰ θηρία ἔσται σοι φοβερά»· 5,22b 〈ἀπὸ γὰρ θηρίων τῆς γῆς οὐ φοβηθήσῃ·〉 5,23 〈θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σου,〉 5,23Aa 〈καὶ γνώσῃ, ὅτι ἐν εἰρήνῃ τὸ σκήνωμά σου〉 23Ab 〈καὶ ἐπισκοπὴ τῆς εὐπρεπείας σου, καὶ οὐ μὴ ἁμάρτῃς.〉 5,24a 〈εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος.〉 τουτέστιν· «καὶ ἡ οἰκία σου», φησίν, «πολλῆς ἀπολαύσεται τῆς εἰρήνης.» οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν. τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων ταραχῆς τὰ ἔνδον γέμοντα. 5,24b 〈ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.〉 «οὐ μὴ πταίσῃ», φησίν, τουτέστιν· «οὐ μὴ δυσπραγήσῃ, οὐ μὴ πάθῃ τι δεινόν.» «εἶτα καὶ ἐπὶ τῶν ἐκγόνων ἡ εὐπραγία ἐκταθήσεται καὶ οὐδὲ ἄωρος ἥξει σοι θάνατος»· 5,25a 〈καὶ γνώσῃ,〉 φησίν, 〈ὅτι πολὺ τὸ σπέρμα σου,〉 25b 〈τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.〉 5, 26a 〈ἀπελεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν αὐτοῦ θεριζόμενος〉 26b 〈ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ᾽ ὥραν συγκομισθεῖσα.〉 5,27a 〈ἰδοὺ ταῦτα,〉 φησίν, 〈οὕτως ἐξιχνιασάμην,〉 27b 〈ταῦτα δέ ἐστιν, ἃ ἀκηκόαμεν.〉 27c 〈σὺ δὲ γνῶθι σεαυτῷ, εἴ τι ἐποίησας.〉 ὅρα, πῶς τὴν ὠφέλειαν τῶν εἰρημένων κατέστρεψεν ἅπασαν καὶ χαλεπὴν ἔδωκε τὴν πληγήν. πῶς καὶ τίνι τρόπῳ; δεικνύς, ὅτι οὐχὶ τῶν νουθετουμένων ἐστὶν οὐδὲ τῶν ἐχόντων ἐλπίδα.

καὶ γὰρ ἃ εἴρηκεν δῆθεν ἐπὶ τοῦ προσώπου αὐτοῦ εἴληφεν, ἐπὶ δὲ τοῦ καθόλου τὸν λόγον ποιεῖται. «ταῦτα γάρ ἐστιν», φησίν, «ἃ εἴδομεν καὶ ἠκούσαμεν. εἰ δὲ ἐπὶ σοῦ οὐκ ἐξέβη, ἀλλ᾽ ἐμμένεις τοῖς δεινοῖς, σόν ἐστιν εἰδέναι τὴν πονηρίαν τὴν σαυτοῦ.» 6,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 6,2a 〈εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν,〉 2b 〈τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν·〉 6,3a 〈καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν.〉 ἔθος τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι μετὰ πολλῆς τῆς ἀκριβείας ἐπιθυμεῖν εἰδέναι τοὺς παρόντας τὸ μέγεθος τῶν κατειληφότων δεινῶν. τοῦτο δὴ οὗτος ὥσπερ ἐν τάξει εὐχῆς φησιν. εἰ γάρ τις ἀντὶ τοῦ· “εἴθε γάρ”. ἰδοὺ ὀργὴν ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσομεν, οἷον ὡς ὅταν λέγῃ· ὁ παροξύνων βασιλεῖς, τουτέστιν· ὁ λυπῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόρρω τῶν ἐμῶν συμφορῶν ἑστηκότες μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας.» τοῦτο πρὸς ἐκεῖνο τὸ ῥῆμα, ὃ ἔλεγεν, ὅτι σὺ ἐνουθέτησας πολλούς, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, σὺ δὲ ἐσπούδακας. «τί λέγεις· “σὺ ἐσπούδακας”; ἐβουλόμην γενέσθαι δήλην μου τὴν συμφοράν, καὶ ἔγνωτε ἄν, ὡς οὐδεὶς τοιαῦτα ἔπαθεν.» ἀλλ᾽ ὅρα δυσπραγίαν· «ἀφ᾽ ὧν ἔδει με συγγνώμης τυγχάνειν, ἀπὸ τῶν αὐτῶν πραγμάτων ἀσύγγνωστός εἰμι.

τὸ μέγεθος τῆς συμφορᾶς οὐ μόνον οὐκ ἀπολογεῖται», φησίν, «ὑπὲρ ἐμοῦ οὐδὲ μόνον οὐκ ἀφίησί με ἐλεεινὸν φαίνεσθαι, ἀλλὰ καὶ αὐτό με καταδικάζει. ἀφ᾽ ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος. ἀλλ᾽ οὐ δύναμαι», φησίν, «ἐλέους τυχεῖν, ὅσα ἂν εἴπω· τεκμήριον γὰρ τοῦτο ποιεῖσθε ἀσεβείας.» πρὸς ὃ εἶπεν ἐκεῖνος· μνήσθητι, εἴ τινες ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθάπερ καὶ περὶ τοῦ μακαρίου Παύλου ἔλεγον οἱ βάρβαροι, ὅτι τοῦτον διαφυγόντα τὴν θάλασσαν ἡ δίκη ζῆν οὐκ εἴασεν. οἱ γὰρ ἄνθρωποι καὶ μάλιστα ὁ δημώδης ὄχλος τὰ γενόμενα ἁπλῶς καὶ κατὰ τὸ τυχὸν κρίνων οὐκ ἀπὸ τῶν ἑκάστῳ πεπραγμένων φέρει τὰς ψήφους, ἀλλ᾽ ἀπὸ τῶν τιμωριῶν καὶ τῶν κολάσεων. ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνος· τίς γὰρ βροτὸς καθαρὸς ἐνώπιον κυρίου;, διὰ τοῦτό φησιν· «οὐ δύναμαι ἀντιφθέγξασθαι οὐδὲ εἰπεῖν, ὅτι τοσαῦτα καὶ τοιαῦτα πέπονθα οὐδὲν ἁμαρτών. ἀντιφθέγγεται γάρ μοι τὰ τῶν τιμωριῶν· ἐπεὶ ἠδυνάμην ἐλέγξαι», φησίν, «τὸν ἰσχυρόν;»—τουτέστιν· ἀντειπεῖν. 6,3b 〈ἀλλ᾽ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα·〉 6,4a 〈βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν,〉 4b 〈ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα.〉 4c 〈ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.〉 τί ποτε τοῦτό ἐστιν; «οὐχὶ ταύτῃ μόνον», φησίν, «κεντοῦσιν, τῷ ἐμπεπηγέναι τῇ σαρκί, ἀλλὰ καὶ τῷ τὴν ψῆφον μου ἀφαιρεῖσθαι τὴν δικαίαν.

ἵνα τί ὅταν 〈ἄρξωμαι λαλεῖν〉, κεντοῦσί με καὶ τὸ ἐναντίον δοκεῖ λέγειν, ὅτι »ὅταν κεντῶσί με, τότε λαλῶ«; σχεδὸν ἀπολογεῖται ὑπὲρ τῶν προτέρων, ὑπὲρ ὧν ἐπηράσατο τὴν ἡμέραν. »οὐ γάρ«, φησίν, »ἀπὸ πονηρίας οὐδὲ εἰκῇ οὐδὲ ἁπλῶς ταῦτα φθέγγομαι, ἀλλ᾽ ὑπὸ τῆς ὀδύνης κεντούμενος. τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος ὡς εἰκῇ βούλεσθαι θρηνεῖν;«—διὰ τὸ λέγειν αὐτόν· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. καθάπερ ἐκεῖνοι τὰ ἄλογα παρήγαγον λέγοντες· σθένος λέοντος, οὕτω καὶ οὗτος· 6,5a 〈τί γάρ; μὴ διὰ κενῆς κεκράξεται,〉 φησίν, 〈ὄνος ἄγριος ἀλλ᾽ ἢ τὰ σῖτα ζητῶν;〉 5b 〈εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων βρώματα;〉 καλῶς προσέθηκεν· ἐπὶ φάτνης· ἀλλαχοῦ γὰρ βοᾷ. καὶ πάλιν· 6,6a 〈εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός,〉 6b 〈εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς;〉 »ὥσπερ«, φησίν, »οὐκ ἂν ἕλοιτο βοῆσαι εἰκῇ ὄνος οὐδὲ βοῦς ἐπὶ φάτνης, καὶ ὥσπερ οὐκ ἄν τις ἕλοιτο φαγεῖν ἄρτον ἄνευ ἁλὸς οὐδὲ προσέχειν ῥήμασι κενοῖς«—ἐκεῖνα τὰ μάλιστα ἀδύνατα τέθεικεν—, »οὕτως οὐδ᾽ ἂν αὐτὸς ἑλοίμην«, φησίν, »τοιαῦτα θρηνεῖν οὐκ οὔσης ἀνάγκης τῆς κεντούσης. ὥσπερ γὰρ ἀηδὲς ἄρτον ἄνευ ἁλὸς φαγεῖν, οὕτω καὶ ἐμοὶ ἀηδὲς θρηνεῖν καὶ ὀδύρεσθαι καὶ ῥήματα περιττὰ φθέγγεσθαι. τίς γὰρ ἂν ἕλοιτο ἁπλῶς ὀδύρεσθαι;» ἀπὸ τοῦ πορρωτέρου ἐπὶ τὸ ἐγγύτερον ἐλήλυθεν, ἀπὸ τοῦ ὄνου ἐπὶ τὸν ἄρτον. «ποία γὰρ ἡδονὴ ἐν ῥήμασι κενοῖς;»

γεῦμα ἡδονή ἐστιν. εἰ δέ τι ῥῆμα ἀληθινόν, φησίν, ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων συνήντησέ σοι. διὰ τοῦτό φησιν· ἀλλ᾽ ὡς ἔοικε, τὰ ῥήματά μού ἐστι φαῦλα. 6,7a 〈οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή.〉 διὰ τί; 6,7b 〈βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.〉 οὐκ ἤρκει τὸ ἕλκος οὐδὲ ὁ ἰχώρ, ἀλλὰ καὶ ἑτέρα τιμωρία. ἀπὸ τῆς νόσου καὶ τὴν αἴσθησιν ἅπασαν ἐβλάβη, ὥστε αὐτῷ καὶ αὐτὴν τὴν τροφὴν τιμωρίαν γενέσθαι. ἡ δυσωδία τῆς σηπεδόνος τὸ κριτήριον ἀφεῖλε τῶν αἰσθήσεων. τί ταύτης τῆς τιμωρίας χαλεπώτερον γένοιτο; οὐχ ὕπνος ἀνέπαυεν, οὐ τροφὴ ἔτρεφεν. ὥσπερ ὀσμὴ λέοντος, φησίν. δυσῶδες γὰρ τοῦτο τὸ θηρίον μεθ᾽ ὑπερβολῆς. ἐπειδὴ γὰρ ἔχει τὴν ἀπὸ τῆς φύσεως πλεονεξίαν, ἑτέρως αὐτὸ τῶν ἄλλων ἐποίησε φαυλότερον ὁ θεός. 6,8a 〈εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις〉 8b 〈καὶ τὴν ἐλπίδα μου δώῃ ὁ κύριος.〉 6,9a 〈ἀρξάμενος ὁ κύριος τρωσάτω με,〉 9b 〈εἰς τέλος δὲ μή με ἀνελέτω.〉 6,10a 〈εἴη δὲ πόλις μου τάφος, ἐφ᾽ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾽ αὐτῆς.〉 «μία λύσις τούτων ἐστίν», φησίν, «τῶν δεινῶν θάνατος καὶ ἀνάπαυσις.» τί ἐστιν· ἡλλόμην; «γαῦρος ἤμην», φησίν, «καὶ πεποιθώς.» 6,10a 〈οὐ μὴ φείσωμαι·〉 10b 〈οὐ γὰρ ἐψευσάμην ἐν ῥήμασιν ἁγίου θεοῦ μου.〉 «οὐ μὴ φείσωμαι τῆς πρὸς ὑμᾶς ἀντιλογίας», φησίν· «οὐ γὰρ σύνοιδα ἐμαυτῷ τοιοῦτον οὐδέν, οἷον ὑμεῖς λέγετε.

ἀλλ᾽ οὐ λέγω τοῦτο, ἀλλ᾽ ὅτι μείζονα τῆς οἰκείας», φησίν, «φύσεως μεμαστίγωμαι· ὑπὲρ γὰρ δύναμιν θνητῶν σωμάτων τῶν βασάνων τὸ μέγεθος.» σὺ δέ μοι παρατήρει πανταχοῦ, πῶς καὶ τοσαύτην ἀνάγκην ὁρῶν οὐδαμοῦ πρὸς τὴν τῶν κατορθωμάτων αὐτοῦ διήγησιν ἐξελθεῖν ἠνέσχετο, ἀλλὰ κρύπτει τέως. καὶ τὰ μὲν ἁμαρτήματα μετὰ πολλῆς τῆς παρρησίας ἐπὶ συλλόγου καὶ λαμπροῦ θεάτρου πολλάκις ἐξεπόμπευεν, τὰ δὲ κατορθώματα καὶ τοσαύτην ἀνάγκην ὁρῶν σιγᾷ. οὐ γὰρ δὴ λέγει, ὅτι «δίκαιος ὢν τοιαῦτα πέπονθα», ἀλλ᾽ ὅτι «οὐ δύναμαι ἐνεγκεῖν», ὥσπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· ἐλέησόν με, ὅτι ἀσθενής εἰμι. τοῦτο δὲ τὸ ῥῆμα τῶν οὐκ ἐχόντων ἐστὶ παρρησίαν ὥστε ἐπὶ τὴν ἀσθένειαν καταφεύγειν τῆς φύσεως. τὸ γὰρ λέγειν, ὅτι «ἀσθενής εἰμι, οὐκ εἰμὶ λίθος οὐχὶ δεικνύντος ἐστίν, ὅτι ἀναξίως παιδεύεται, ἀλλ᾽ ὅτι δικαίως μέν, οὐ δύναται δὲ ἐνεγκεῖν. καὶ διὰ τοῦτο συγγνώμης ἀξιοῖ τυχεῖν. 6,11a 〈τίς γάρ μού ἐστιν ἡ ἰσχύς,〉 φησίν, 〈ὅτι ὑπομένω;〉 11b 〈ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;〉 〈6,12a 〈μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου;〉〉 τί ἐστιν· τίς μου ὁ χρόνος; »ὀλιγοχρόνιός εἰμι«, φησίν, »μὴ γὰρ ἔχω μεγάλην τὴν ἐκ τοῦ χρόνου ἀντίδοσιν; μὴ γὰρ ἔστιν ἐλπίσαι μακρὸν ζήσεσθαι χρόνον;» τίς γάρ μού ἐστιν ἡ ἰσχύς, ὅτι ὑπομένω; οὐκοῦν οὐκ ἀπὸ ἰσχύος ὑπομένει, ἀλλ᾽ ἀπὸ εὐλαβείας καὶ φόβου θεοῦ.

εἰ γὰρ ἐβούλετο, οὐκ ἂν ὑπέμεινεν, ἀλλ᾽ ἑαυτὸν ἂν διεχρήσατο, ὥστε, εἰ καὶ μηδαμόθεν ἑτέρωθεν, ἐντεῦθεν κατάμαθε τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, ὃς ἄνθρωπος ὢν τὰ μείζονα τῶν λίθων ὑπομένει διὰ τὸν τοῦ θεοῦ φόβον, καὶ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ. 6,12b 〈ἢ αἱ σάρκες,〉 φησίν, 〈χαλκαῖ,〉 6,13a 〈ἢ οὐκ ἐπ᾽ αὐτῷ ἐπεποίθειν;〉 13b 〈βοήθεια δὲ ἀπ᾽ ἐμοῦ ἄπεστιν,〉 6,14a 〈ἀπείπατο δέ με ἔλεος,〉 14b 〈καὶ ἐπισκοπὴ κυρίου ὑπερεῖδέ με.〉 ἢ οὐκ ἐπ᾽ αὐτῷ, φησίν, ἐπεποίθειν; ἐπειδὴ τοῦτο παρῄνει οὗτος, ὅτι κύριον τὸν παντοκράτορα ἐπικάλεσαι, φησίν, ὅτι ἢ οὐκ ἐπ᾽ αὐτῷ ἐπεποίθειν; σὺ δὲ ἐννόησον, ὅτι οὐκ ἐν προοιμίοις τῆς συμφορᾶς ταῦτα λέγεται, ἀλλὰ χρόνου πολλοῦ προβεβηκότος, πρὸς αὐτῷ τῷ τέλει τῶν ἀγώνων. 6,15a 〈οὐ προσεῖδόν με,〉 φησίν, 〈οἱ ἐγγύτατοί μου. ὥσπερ χειμάρρους ἐκλείπων〉 15b 〈ἢ ὥσπερ κῦμα παρῆλθόν με.〉 6,16a 〈οἵτινές με ηὐλαβοῦντο, νυνὶ ἐπιπεπτώκασί μοι.〉 καὶ τοῦτο τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἔργον τὸ καὶ τοὺς οἰκείους αὐτὸν ὑπερορᾶν τοιαῦτα πάσχοντα. ὅταν γὰρ αὐτὸς ἀποστῇ καὶ γυμνωθῇ τῆς παρ᾽ αὐτοῦ βοηθείας, πάντα ἐχθρὰ καὶ πολέμια. «οὐδεὶς ἐπέγνω με», φησίν, «ἐν τῇ συμφορᾷ, ἀλλὰ τοῦτο οὔπω μέγα· οἵτινές με ηὐλαβοῦντο, νυνὶ δὲ ἐπιπεπτώκασί μοι. τοῦτο πολλῷ χαλεπώτερον τὸ καὶ ἐπεμβαίνειν κειμένῳ.»

ἐμοὶ δοκεῖ τούτους αἰνίττεσθαι. 6,16a 〈ὥσπερ χιὼν〉 16b 〈ἢ κρύσταλλος,〉 φησίν, 〈πεπηγώς·〉 6,17 〈καθὼς τακεῖσα θέρμης γενομένης οὐκέτι ἐπεγνώσθη, ὅτι ἦν,〉 6,18a 〈οὕτως ἐγὼ κατελείφθην ὑπὸ πάντων.〉 18b 〈ἀπωλόμην τε καὶ ἔξοικος ἐγενόμην.〉 τουτέστιν· «οὐδὲ μνημόσυνον ὑπολέλειπται οὐδὲ λείψανον τῆς προτέρας εὐπραγίας.» ταῦτα τῆς συμφορᾶς χαλεπώτερά ἐστιν. εἴ τις ἄραι μου τὰς ὀδύνας ὁμοθυμαδὸν 〈ἐν ζυγῷ〉. καὶ πειρᾶται αὐτὰς διηγεῖσθαι· «βρῶμον γὰρ ὁρῶ, φησίν, τὰ σῖτά μου. εὔχομαι ἀποθανεῖν καὶ οὐκ ἀποθνῄσκω· ἄνθρωπος ὢν ταῦτα πάσχω, οὐ λίθος, ἄνθρωπος ὀλιγοχρόνιος. οὐκ ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς. οἱ μὲν παρατρέχουσί με τῶν οἰκείων, οἱ δὲ καὶ ἐπεμβαίνουσιν. οὐδὲν λείψανον τῆς προτέρας ὑπολέλειπται εὐπραγίας.» 6,19a 〈ἴδετε ὁδοὺς Θαιμανῶν〉 19b 〈καὶ ἀτραποὺς Σαβῶν, οἱ διορῶντες,〉 6,20a 〈αἰσχύνθητε αἰσχύνην, οἱ ὁρῶντες. ὀφειλήσουσιν〉 20b 〈οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.〉 «ἐπιβλέψατε», φησίν, «καὶ ἴδετε.» τουτέστιν· «τὰ οἰκεῖα ἀναμνήσθητε. τὸ μέλλον ἄδηλον καὶ πάντες ὁμοίως ὑποκείμεθα. ταῦτα καὶ ὑμεῖς λογίζεσθε περὶ ὑμῶν αὐτῶν καὶ τοῦ φρονήματος ἑαυτοὺς καταστέλλετε.» 6,21a 〈ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως.〉 «ἀσυμπαθῶς», φησίν, «ἐλεγκτικῶς, κατηγορικῶς.» 6,21b 〈ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.〉 «φοβήθητε, μὴ δίκας ἐξαιτηθῆτε τῆς ἀγριότητος.

εἰ καὶ μηδὲν ἕτερον», φησίν, «μήτε φιλία μήτε ἡ τὸ πρότερον εὐεργεσία μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ἐποίει, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.» 6,22a 〈τί γάρ; μή τι ὑμᾶς ᾔτησα〉 22b 〈ἢ τῆς παρ᾽ ὑμῶν ἰσχύος ἐπιδέομαι,〉 6,23a 〈ὥστε με σῶσαι ἐκ χειρὸς κακῶν〉 23b 〈ἢ ῥύσασθαί με ἐκ χειρὸς δυνάστου;〉 τουτέστιν· «οὔτε πρότερον ὑμῶν ἐδεήθην οὔτε νῦν, ἀλλ᾽ αὐτόματοι παρεγένεσθε ὡς δὴ παρακαλέσοντες· τί οὖν τὰ τῶν ἐχθρῶν διαπράττεσθε;» 6,24a 〈διδάξατέ με, ἐγὼ δὲ κωφεύσω.〉 24b 〈εἴ τι πεπλάνημαι, φράσατέ μοι.〉 «ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἀρνοῦμαι μανθάνειν, μόνον εἴ τι χρήσιμον δυνήσεσθε εἰπεῖν, ἀλλὰ σιγήσομαι, ἄν τι εἴπητε τῶν δεόντων.» οὐ γὰρ δὴ εἶχον ἐκεῖνοι φανερὰ ἐγκλήματα προβάλλεσθαι, ἀλλ᾽ ἁπλῶς ἀπὸ στοχασμοῦ. καὶ ὅτι μὲν βίου ἐναρέτου ἦν, φανερὸν ἦν· ὅτι δὲ οὐκ ἦν, ἐστοχάζοντο οὗτοι ἀπὸ τῶν τιμωριῶν. 6,25a 〈ἀλλ᾽ ὡς ἔοικεν, φαῦλα ἀνδρὸς ἀληθινοῦ ῥήματα.〉 «ἀλλ᾽ οὐ δυνατόν», φησίν, «ἀγωνίσασθαι καλῶς μοι τῆς συμφορᾶς ἀντιφθεγγομένης.» ἢ ὅτι ὁ τὰ ὀρθὰ λαλῶν καὶ μετὰ παρρησίας φθεγγόμενος οὐκ ἔστι τοῖς ἀκούουσι φορητός· τὰ γὰρ τοῦ δικαίου ῥήματα πάντες φαυλίζουσιν.

τοῦτο καὶ γνωμικῶς εἶπεν, οὐχὶ διὰ τὴν συμφορὰν μόνον. 6,25b 〈οὐ γὰρ παρ᾽ ὑμῶν,〉 φησίν, 〈ῥῆμα οὐδὲ ἰσχὺν αἰτοῦμαι,〉 6,26a 〈οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει.〉 μάλιστα μὲν οὐδὲ μέλλοντας ὑμᾶς ἀπὸ τῶν παρόντων τὰ κατ᾽ ἐμὲ κρίνειν παραιτήσομαι, πολλῷ δὲ πλέον νῦν. 6,25b 〈οὐ γὰρ παρ᾽ ὑμῶν ἰσχὺν αἰτοῦμαι,〉 6,26a 〈οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει,〉 26b 〈οὐδὲ φθέγμα ῥήματος ὑμῶν ἀνέξομαι,〉 6,27a 〈πλὴν ὅτι ἐπ᾽ ὀρφανῷ ἐπιπίπτετε,〉 27b 〈ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.〉 «οὐχ ἡ συμφορά, οὐχ ἡ φιλία κατέκαμψεν ὑμᾶς», φησίν. «πλὴν ἀλλ᾽ εἰ βούλεσθε, πάλιν ἀναλάβωμεν τὸν λόγον. οὐ παραιτοῦμαι, κἂν εἰς τὴν ἐναντίαν μοῖραν ἑαυτοὺς τάξητε, καὶ ἀντερῶ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα.» 6,28 〈νυνὶ δέ,〉 φησίν, 〈ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι.〉 6,29a 〈καθίσατε δή, καὶ μὴ εἴη ἄδικον ἐν κρίσει,〉 29b 〈καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.〉 6,30a 〈νῦν ἄρξασθε· οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον.〉 30b 〈οὐχὶ δὲ καὶ ὁ λάρυγξ μου σύνεσιν μελετᾷ;〉 ὅρα πανταχοῦ τῆς δόξης τῆς ἑαυτοῦ φροντίζοντα τὸν ἄνθρωπον, μὴ πονηροῦ τινος καὶ ἀσεβοῦς λάβῃ δόξαν. 7,1a 〈πότερον οὐχὶ πειρατήριον,〉 φησίν, 〈ἐστὶν ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς;〉 τοῦτο καὶ αὐτός φησιν· ἀλλ᾽ ἄνθρωπος ἐν κόπῳ γεννᾶται. τί οὖν τοῦτο πρὸς αὐτόν; ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ᾽ αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν.

οὕτως ὁ θεὸς ὥρισεν ἐπίπονον εἶναι τὸν ἀνθρώπινον βίον. ἀλλὰ προσέθηκεν· ἐπὶ τῆς γῆς, οὐκέτι “ἐν τοῖς οὐρανοῖς”. 7,1b 〈καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ.〉 τὸ ἐπίπονόν φησιν· καθάπερ ἐκεῖνος δι᾽ ὅλης πονεῖται καὶ ταλαιπωρεῖ τῆς ἡμέρας, οὕτω καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος καὶ οὐδὲν μέγα συλλέγων· καθάπερ γὰρ ἐκεῖνος ὁ μίσθιος πάντα μὲν τὸν χρόνον πονεῖται τῆς ἡμέρας, οὐδὲν δὲ μέγα συλλέγει, οὕτω καὶ ὁ ἅνθρωπος. ἆρ᾽ οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; 7,2a 〈ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον ἑαυτοῦ καὶ τετευχὼς σκιᾶς.〉 «κἂν ἀναπαύσωμαι μικρόν», φησίν, «καθάπερ οἰκέτης μικρὸν ἀναπνεῖ οὐ μετὰ ἀδείας οὐδὲ μετὰ παρρησίας, οὕτω πολλαὶ πολλαχόθεν αἱ τῆς τυραννίδος ἐπιθέσεις.» ἐμοὶ δοκεῖ τὸν δραπέτην λέγειν οἰκέτην· καθάπερ ἐκεῖνος ὁ φυγὼν τὸν δεσπότην ἐν ἀγωνίᾳ διὰ παντός ἐστιν. 7,2b 〈ἢ ὥσπερ μίσθιος ἀναμένων τὸν μισθόν.〉 ἐκεῖνον τὸν χρόνον ἀναπαύεται μόνον. 7,3a 〈οὕτω κἀγὼ ὑπέμεινα μῆνας κενούς.〉 «μετὰ ἀγωνίας, μετὰ ταλαιπωρίας, μετὰ φόβου.»

τοῦτο δὲ οὐχὶ περὶ πάντων λέγει, ἀλλὰ περὶ ἑαυτοῦ. 7,3b 〈νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.〉 7,4a 〈ἐὰν κοιμηθῶ, λέγω πάλιν· πότε ἡμέρα;〉 4b 〈ὡς δ᾽ ἀναστῶ, λέγω πάλιν· πότε ἑσπέρα;〉 4c 〈πλήρης γὰρ γίνομαι ὀδυνῶν ἀφ᾽ ἑσπέρας ἕως πρωί.〉 7,5a 〈φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων,〉 5b 〈τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων.〉 «ὅτι πειρατήριόν ἐστιν», φησίν, «ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς, οὕτω κἀγὼ ἀνέμεινα μῆνας κενούς.» κενοὺς διὰ τί; ὅτι ἐταλαιπώρησα καὶ μισθὸν οὐκ ἔλαβον, ὅτι ἐν συμφοραῖς καὶ οὐδὲν ἔχω τέλος χρηστὸν φλογμῷ καὶ ἱδρῶτι παλαίων τοσούτῳ. νύκτες, φησίν, ὀδυνῶν δεδομέναι μοί εἰσιν. τὸ μεῖζον τούτου· πανταχοῦ δυσάρεστος ἦν. «οὔτε τὸ φῶς με τῆς ἡμέρας παραμυθεῖται οὔτε τῆς νυκτὸς ἡ ἀνάπαυσις. ἕκαστος καιρὸς ἐμοὶ φορτικός, τῶν παρόντων ἀπαλλαγὴν μόνον ζητῶ.» ὅπερ τῶν δυσαρέστων ἐστίν. εἶτα τὴν συμφορὰν λέγει· τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. οὐκέτι γὰρ ὀστράκῳ, ὡς ἐμοὶ δοκεῖ, ταλαιπωρηθείς, ἀλλὰ γῇ λοιπὸν τοῦτο ἐποίει. 7,6a 〈ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως,〉 6b 〈ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι.〉 ἐπειδὴ λέγει· “ὑπόμεινον τὸν κύριον καὶ αὐτός σοι ἀποδώσει”, «οὐδὲν ὑπολέλειπταί μοι», φησίν, «λοιπὸν τῆς ζωῆς, οὕτω ταχὺ παρέρχομαι πρὶν ἢ φανῆναι, οὕτως ὀλίγος ἡμῶν ὁ χρόνος.

οὐκ ἔστιν εἰπεῖν, ὅτι πολὺν χρόνον ἀπολαύσας τῆς ζωῆς ἢ μέλλων ἀπολαύσεσθαι ταῦτα πάσχω τὰ δεινά, ἀπόλωλα δὲ ἐν κενῇ ἐλπίδι προσδοκήσας μεταβολήν τινα καὶ λύσιν.» 7,7a 〈μνήσθητι δή, ὅτι πνεῦμά μου ἡ ζωή.〉 ὅρα οὐδαμοῦ ἀπὸ κατορθωμάτων ἀξιοῦντα σωθῆναι ἑαυτόν, ἀλλ᾽ ἐπειδὴ ὀλιγοχρόνιός ἐστιν. 7,7b 〈καὶ οὐκέτι,〉 φησίν, 〈ἐπανελεύσεται ὁ ὀφθαλμός μου τοῦ ἰδεῖν ἀγαθόν.〉 τὴν ἐνταῦθα ἐπάνοδόν φησιν. ἐμοὶ δοκεῖ τὸν περὶ ἀναστάσεως ἀγνοεῖν λόγον τοῦτον· οὐ γὰρ ἂν οὕτως ἤνεγκε χαλεπῶς ἐπιστάμενος.

ταῦτα γὰρ τὰ ῥήματα τοῦτον εἶχε τὸν σκοπόν· ταῦτα διανοουμένου ἦν καὶ ἐνθυμουμένου καὶ ἐννοοῦντος. 7,8a 〈οὐ κατανοεῖ μοι ὁ ὀφθαλμὸς ὁρῶντός με,〉 8b 〈οἱ ὀφθαλμοί σου ἐν ἐμοὶ καὶ οὐκέτι εἰμί,〉 7,9a 〈ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ᾽ οὐρανοῦ.〉 9b 〈ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ ἔτι〉 7,10a 〈οὐδὲ μὴ ἐπιστραφῇ ἔτι εἰς τὸν ἴδιον οἶκον,〉 10b 〈οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ ἔτι.〉 7,11a 〈τοιγαροῦν,〉 φησίν, 〈οὔτε ἐγὼ φείσομαι τῷ στόματί μου, οὐ τῇ διανοίᾳ,〉 11b 〈λαλήσω δὲ ἐν ἀνάγκῃ τοῦ πνεύματός μου.〉 ὅρα πρῶτον μέν, πῶς οἶδεν ἐπιγινώσκειν ἑαυτοῦ τὰ ῥήματα καὶ σχεδὸν ἀπολογίαν ἀπαιτεῖ παρὰ τῶν δικαστῶν καὶ συγγνώμης ἀπολαῦσαι ἀξιοῖ, ὡς οὐκ αὐτοῦ, ἀλλὰ τῆς θλίψεως ταῦτα φθεγγομένης. 7,11c 〈ἀνοίξω,〉 φησίν, 〈τὸ στόμα μου ἐν πικρίᾳ ψυχῆς συνεχόμενος.〉 7,12a 〈πότερον θάλασσά εἰμι ἢ δράκων,〉 12b 〈ὅτι κατέταξας ἐπ᾽ ἐμὲ φυλακήν;〉 τουτέστιν· «ὅτι τοσαύτῃ κέχρησαι φρουρᾷ περὶ ἐμέ.» φυλακὴν δὲ τὸν φόβον λέγει. 7,13a 〈εἶπον· παρακαλέσει με ἡ κλίνη μου,〉 13b 〈ἀνοίσω δὲ πρὸς ἐμαυτὸν διάλογον ἰδίᾳ τῇ κοίτῃ μου.〉 τὸν φόβον φυλακὴν λέγει.

εἶπον· παρακαλέσει με ἡ κλίνη μου, τουτέστιν· «τὴν ἀπὸ τοῦ ὕπνου λήψομαι παραμυθίαν.» 7,14 〈διὰ τί ἐκφοβεῖς με ἐν ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήττεις;〉 καὶ τοῦτο ἄρα τῆς τοῦ διαβόλου ἐνεργείας ἦν· οὐδὲν γὰρ ὁ θεὸς αὐτῷ ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν. 7,15a 〈ἀπαλλάξεις δέ,〉 φησίν, 〈ἀπὸ πνεύματός μου τὴν ζωήν μου, τὴν δὲ ψυχήν μου ἀπὸ τοῦ σώματος,〉 15b 〈ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.〉 7,16a 〈οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω.〉 16b 〈ἀπόστα ἐπ᾽ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.〉 μονονουχὶ λέγων· «ἄνελέ με» ταῦτά φησιν. «ἰδοὺ τὰ φορτικὰ ῥήματα.» τί φορτικὸν ἔχει; εἶπε τὴν συμφορὰν καὶ ᾔτησε θάνατον καὶ λύσιν. οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, φησίν, ἵνα μακροθυμήσω. ὁρᾷς, πῶς καὶ ταύτην ἀφῄρητο τὴν ἐλπίδα; τίς γάρ μού ἐστιν ὁ χρόνος, φησίν, ὅτι ἀνέχομαι; ὁρᾷς, πῶς τοῦτο μάλιστα πάντων αὐτὸν ἐθορύβει τὸ μηδὲ προσδοκᾶν τινα μεταβολήν, εἴ γε καὶ γένοιτο βραχεῖαν ἔσεσθαι; οὐ γὰρ εἰς τὸν αἰῶνα, φησίν, ζήσομαι· ὥστε εἰ ᾔδει τοῦτο, ἐμακροθύμησεν ἄν. ἀπόστα, φησίν, ἀπ᾽ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. δοκεῖ τοῦτο βαρὺ εἶναι, ἀλλ᾽ ἐξετάσωμεν αὐτό. τί γάρ ἐστιν; ὅπερ καὶ ὁ Δαυίδ φησιν· ἀπόστησον ἀπ᾽ ἐμοῦ τὴν μάστιγά σου. «κενὸς γάρ μου», φησίν, «ὁ βίος. ἀρκεῖ καὶ αὐτὸς εἰς τιμωρίαν ἐμοί. μὴ γάρ εἰμί τι», φησίν, «ἵνα ταῦτα πάσχω;

σκιᾷ καὶ ὀνείρατι τὰ ἡμέτερα ἔοικεν.» 7,17a 〈τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν〉 17b 〈ἢ ὅτι προσέχεις τὸν νοῦν ἐπ᾽ αὐτῷ;〉 καὶ αὐτὸ τοῦτο τοῦ μεγαλῦναι τεκμήριον τίθεται· ὅλως ἄξιος γάρ ἐστι τοῦ κολάζεσθαι ἢ τοῦ κἂν ἐν διανοίᾳ εἶναι. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; τοῦτο γὰρ αὐτὸ τὸ δίκας ἀπαιτεῖν καὶ τιμωρίας ὡς ὄντος τι τοῦ ἀνθρώπου τεκμήριόν ἐστιν. 7,18a 〈καὶ ἐπισκοπὴν αὐτοῦ,〉 φησίν, 〈ποιῇ τὸ πρωί.〉 τουτέστιν· «ἀντιλαμβάνῃ αὐτοῦ.» 7,18b 〈καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις.〉 «πολλάκις δὲ ἀντιλαμβάνῃ.» ὅρα μεμιγμένα τὰ ῥήματα, τὰ μὲν ἐπιεικείας, τὰ δὲ ὀδύνης. ἐμοὶ δοκεῖ κατὰ τὴν ἐπίτασιν τῶν ἀλγηδόνων ταῦτα λέγεσθαι. τί ἐστιν· εἰς ἀνάπαυσιν; τουτέστιν· «ἀποθανεῖν κελεύεις καὶ ἀναπαύεσθαι», ἐμοὶ δοκεῖ. 7,19a 〈ἕως τίνος,〉 φησίν, 〈οὐκ ἐᾷς με〉 19b 〈οὐδὲ προΐῃ με;〉 καθάπερ ὁ Δαυὶδ ἔλεγεν· ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; 7,19b 〈ἕως ἄν,〉 φησίν, 〈καταπίω ἐν ὀδύνῃ τὸν πτύελόν μου;〉 τουτέστιν· «ἕως ἂν ἀποξηρανθῶ εἰς τέλος καὶ ζῶν ἀποθάνω.» 7,20a 〈εἰ ἐγὼ ἥμαρτον,〉 φησίν, 〈τί δύναμαί σοι πρᾶξαι;〉 τουτέστιν· «τί ὀφείλω ποιῆσαι λοιπόν; παρῆλθεν ἡ ἁμαρτία.»

ὅρα, πῶς ἑαυτὸν διέθηκεν, ὅτι καὶ ὑπὲρ ἁμαρτημάτων τίνει δίκας ὁ μαρτυρηθεὶς παρὰ τοῦ θεοῦ δίκαιος, ἄμεμπτος. τί ἐστιν· τί δύναμαί σοι πρᾶξαι; «τί με δεῖ ποιῆσαι νῦν ὥστε μὴ εἶναι τὴν ἁμαρτίαν ἁμαρτίαν, ὥστε ἐξιλεώσασθαι καὶ καταλλάξαι;» 7,20b 〈ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκτήν σου;〉 οὐχ ὡς αὐτοῦ κατεντυγχάνοντος, ἄπαγε, ἀλλ᾽ ὡς τῶν εἰς αὐτὸν συμβαινόντων πολλὴν τῷ θεῷ τικτόντων κατηγορίαν. διὰ τοῦτό φησιν· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. «κἂν μὴ λέγωσιν, οἶδας αὐτῶν τὰ ἀπόρρητα, ὅτι κατὰ διάνοιαν ἐνθυμοῦνται· “οὗτος ὁ τοιοῦτος τοιαῦτα πέπονθεν”.» ταῦτα δὲ οὐχὶ δικαιοῦντός ἐστιν ἑαυτόν· οὐ γὰρ δὴ εἶπεν, ὅτι «δίκαιός εἰμι», ἀλλ᾽ ὅτι «δόξαν εἶχον περὶ ἐμοῦ χρηστήν, καὶ νῦν κατενέτυχόν σοι δι᾽ ὧν πάσχω». 7,20d 〈εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον;〉 βάρος ῥημάτων φησὶ καὶ βλασφημίας. 7,21a 〈καὶ διὰ τί οὐ λήθην ἐποιήσω τῆς ἁμαρτίας μου;〉 ὁρᾷς, πῶς ὁ δίκαιος λέγει ἡμαρτηκέναι; 7,21b 〈καὶ καθαρισμὸν τῆς ἀνομίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι,〉 21c 〈ὀρθρίζων δὲ οὐκέτι εἰμί.〉 «καὶ αὐτὴ ἡ φύσις ἐπιγνώσεται», φησίν, «τὴν οἰκείαν τελευτήν, καὶ ἔνι, ὅτι αὔριον οὐκ ἔσομαι.»