Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἡρῴδην καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος της μανίας του Ηρώδη και σύγκριση με τον Φαραώ

Στηλίτευση της παράλογης και υποκινούμενης από τον διάβολο οργής του Ηρώδη, ο οποίος παρουσιάζεται ως σκληρότερος και απανθρωπότερος του Φαραώ απέναντι στους ομοεθνείς του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὁρᾷς πρὸ πόσων γενεῶν κατηγγέλλετο ἡ τοῦ Ἡρώδου ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν μανία; Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὢ τῆς τοῦ Ἡρώδου μανίας, μᾶλλον δὲ τῆς τοῦ διαβόλου κακίας! αὐτοῦ γὰρ ἦν καὶ τοῦτο τὸ ἔργον· αὐτὸς ὥπλισε τὸν Ἡρώδην κατὰ τῶν νηπίων. Ἀλλ᾽ ὅμως καθ᾽ ἑαυτοῦ τὸ ξίφος τῆς βρεφοκτονίας ἤγειρε· πολλὰ γὰρ ὁ Ἡρώδης μηχανησάμενος οὐκ ἀνεῖλεν Ἰησοῦν, ὃν ἐζήτει· ἡ δὲ τοῦ Ἡρώδου ἀποτυχία, τοῦ διαβόλου ταλαιπωρία. Ἰδὼν, φησὶν, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὦ Ἡρώδη, τί προπετῶς θυμοῦσαι; τί ὁπλίζῃ κατὰ τῶν νηπίων; Ὑπὸ τῶν μάγων ἐνεπαίχθης, καὶ τὰ βρέφη φονοκτονεῖς; μὴ γὰρ τὰ βρέφη τοὺς μάγους ὡδήγησαν; ἀστὴρ αὐτοῖς ἐμήνυσε τὸν τεχθέντα Δεσπότην. Τὸν ἀστέρα οὖν μὴ δυνάμενος τοξεῦσαι, τὰ βρέφη φονοκτονεῖς; ἢ διὰ τοῦτο τῆς βασιλείας ἐπελάβου, ἵνα κατὰ θηλαζόντων τὴν ἰσχὺν ἐπιδείξῃ; νηπίοις πολεμεῖς, Ἡρώδη; μητέρας ἀτεκνοῖς; μαστοὺς ξηραίνεις; ἀγκάλας γυμνοῖς; σπλάγχνα τιτρώσκεις; γυναιξὶν ὠδινούσαις θρήνους πληθύνεις; ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνελεῖς τὰ βρέφη; Ἔχεις γὰρ ποῦ ἐμπείρῃς τὸ ξίφος. Τοῦτο οὐκ ἔστι φονοκτονῆσαι, ἀλλὰ ἀωροτομῆσαι.

Ἐπίδειξον τοῖς παισὶ τὸ ξίφος· ἐὰν φοβηθέντα δειλιάσωσι, φόνευε, κατάσφαζε· ἐὰν δὲ ἱλαρυνόμενα προσδράμωσι τῷ ξίφει, τί προσφέρεις τὸ ξίφος τοῖς προσγελῶσι τῷ ξίφει; Νομίζεις, Ἡρώδη, μετελθεῖν τὸν Σωτῆρα καὶ φονοκτονῆσαι τοῦτον; Ἐπειδὴ δὲ ὅλως προῄρησαι, ἔκπεμψον δόγμα, τοὺς μάγους μετακάλεσαι, τὸν ἀστέρα παράστειλον, τὸν Γαβριὴλ φυλάκισον, τοὺς προφήτας ἀνάκρινον, μητέρα Παρθένον ζήτησον· ἐὰν τούτων ἐπιλάβῃ, τότε δυνήσῃ καὶ τὸν Χριστὸν εὕρασθαι. Οὐ δοξολογεῖς, ἀλλὰ ζητεῖς τὸν ἀρεύστως τεχθέντα; θεομαχεῖς, βασιλεῦ; τὸν βασιλέα τυγχάνοντα πολυπραγμονεῖς; κρατῆσαι θέλεις τὸν κρατοῦντά σε; ὀλέσθαι θέλεις τὸν θέλοντά σε σῶσαι; συσχεῖν πανουργεύεις τὸν παρεστῶτά σοι, καὶ διὰ τὴν πονηρίαν σου ὀφθῆναί σοι μὴ βουλόμενον; οὗτός ἐστιν, Ἡρώδη, ὁ ἐκ πολλῶν τῶν χρόνων βοήσας· Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν. Ὡς νηπίου καταφρονεῖς τούτου; Πολὺ τοῦ Ἀβραὰμ παλαιότερός ἐστι κατὰ τὴν θεότητα· οὐ μόνον δὲ τοῦ Ἀβραὰμ παλαιότερος, ἀλλὰ καὶ τοῦ Ἀδὰμ δημιουργός. Οὐ δειλίαν ἠμφίεσται, ἀλλ᾽ οἰκονομίαν μετέρχεται. Τί οὖν προπετῶς, Ἡρώδη, θυμοῦσαι; Ἀκαίρου θυμοῦ τὸ κέρδος πτῶσις. Τί τὰ ὅμοια Φαραὼ διαπράττῃ; Ἐκεῖνος ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἑβραίων ποταμοῤῥιφῆναι προσέταξε, καὶ σὺ ἐν Βηθλεὲμ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προστάττεις. Ὢ ὁμόθυμος θυμός! ὢ ἰσοτάλαντος ἀσπλαγχνία!

ὢ ὁμοδίαιτος πονηρίας! μᾶλλον δεῖ ἤδη τἀληθέστερον εἰπεῖν, ὅτι ὁ Ἡρώδης τοῦ Φαραὼ πολὺ θηριωδέστερος. Ὡσαύτως δὲ καὶ οἱ δορυφόροι τοῦ Ἡρώδου τῶν ὑπασπιστῶν τοῦ Φαραὼ πολὺ χαλεπώτεροι. Ὁ Φαραὼ, εἰ καὶ ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προσέταξεν, ἀλλ᾽ ὅμως ὡς ἀλλοεθνὴς ἐπεχείρει τοῦτο, δεδιὼς μὴ κατισχύσῃ τοῦτο τὸ τῶν Ἰσραηλιτῶν γένος, καὶ πορθήσῃ τοὺς Αἰγυπτίους. Φειδοῖ τῶν Αἰγυπτίων τοὺς Ἰσραηλιτῶν παῖδας κατασφάζει· διὰ φόβον πολεμεῖ, οὐ διὰ φθόνον ἀναιρεῖ. Οὕτω γὰρ ὁ Φαραὼ τοῦ Ἡρώδου φιλανθρωπότερος ἦν, ὅτι καὶ ὃν ἐθέσπισε νόμον ἀνέλυσε, καὶ διαλυτὴς ἐγένετο τοῦ ἰδίου θεσπίσματος.

Μόνον γὰρ εὗρε τὸν Μωϋσῆν ἐν θήκῃ τῷ ποταμῷ φερόμενον· ἀνείλατο τοῦτον διὰ τῆς θυγατρὸς αὐτοῦ, καὶ οὐ μόνον οὐκ ἐφόνευσεν, ἀλλὰ καὶ ὡς υἱὸν ἀνέθρεψε, φειδοῖ τοῦ βρέφους τὸν νόμον καταλύσας. Τί λέγεις, Ἡρώδη; Φαραὼ τὸν Μωϋσέα διασώζει, καὶ σὺ τὸν Δεσπότην Χριστὸν μετελθεῖν προῄρησαι; ἐκεῖνος τὸν μέλλοντα τὴν Αἴγυπτον μαστίζειν περιποιεῖται, καὶ σὺ τὸν σώζοντα τὴν οἰκουμένην φονεύειν θέλεις; Οὕτω πάλιν καὶ τῶν δορυφόρων τοῦ Ἡρώδου οἱ ὑπασπισταὶ τοῦ Φαραὼ αἰδεσιμώτεροι. Αἱ γὰρ μαῖαι ἅμα τῷ τοκετῷ τῶν βρεφῶν βροχῆσαι προσταχθεῖσαι τὰ ἄῤῥενα τῶν Ἑβραίων, οὐ μετῆλθον τοῦτο φιλόθεοι τυγχάνουσαι, καὶ ταῦτα Αἰγύπτιαι οὖσαι τῷ γένει· εἱλίσσετο γὰρ αὐτῶν ἔνδον σπλάγχνα, ἐπιστάμεναι τί πάσχουσι μητέρες ἀῤῥένων βρεφῶν βιαίῳ θανάτῳ στερούμεναι. Διὸ εἵλαντο μᾶλλον τῷ προσκαίρῳ προσκροῦσαι βασιλεῖ, ἢ τῷ μείζονι βασιλεῖ καὶ Θεῷ ἀντιτάξασθαι. Ὁ δὲ Ἡρώδης οὐ πρὸς ἄλλο ἔθνος τὴν κακίαν ἐπεδείξατο, ἀλλὰ πρὸς τοὺς ὁμοφύλους τὴν μανίαν ἐτεκτήνατο. Καὶ Φαραὼ μὲν τῇ Αἰγύπτῳ μόνῃ τὸν τοιοῦτον θυμὸν ἐγύμνωσε, καὶ οὐ περαιτέρω· Ἡρώδης δὲ οὐ μόνον ἐν Βηθλεὲμ, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς χλωροκοπεῖσθαι τὰ βρέφη προσέταξεν. Ὢ τοῦ ἀδίκου δόγματος ἐκείνου, τοῦ ἀθρόως ἐπισκηψαμένου τότε κατὰ πόλιν καὶ κώμας καὶ ἀγροὺς καὶ ῥύμας!