Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἡρῴδην καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Η σφαγή των νηπίων και ο θρήνος των μητέρων

Περιγραφή της ακραίας βιαιότητας των στρατιωτών εναντίον των βρεφών και απόδοση του απελπισμένου οδυρμού και των ερωτημάτων των μητέρων προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Οὐκ ἦν ποῦ κρύψωσιν αἱ μητέρες τὰ τέκνα· ἔξω γὰρ τῶν μητρικῶν ἀγκαλῶν μένειν οὐκ ἠνείχοντο. Εἰ δέ ποτε μήτηρ ἠβουλήθη κρύψαι τὸ ἴδιον τέκνον ἐκεῖνο κλαυθμῷ ἑαυτὸ παρεδίδου, τῇ πρὸς τὸν μαστὸν φιλίᾳ τὸν θάνατον ἐφελκόμενον.

Ὥσπερ γὰρ ἰχθὺς ἔξω τοῦ ὕδατος ζῇν οὐκ ἀνέχεται, οὕτω καὶ βρέφος μητρικῶν μαστῶν στερούμενον οὐκ εἰς μακρὰν τὴν διαφθορὰν δέχεται. Ὢ τῆς καθολικῆς θρηνῳδίας ἐκείνης! οὐχ εὑρίσκω πῶς διαγράψω τῶν μητρικῶν ὀδυρμῶν τὰ σχήματα. Εἰ βαρβάρων ἔφοδος ἐγεγόνει, κουφότερον ἂν αἱ μητέρες τὴν ὀδύνην ἔφερον· συμφορὰ γὰρ μεριζομένη μετριώτερον οἶδε δάκνειν τὸν πάσχοντα. Οὐκ ἦν βαρβάρων ἔφοδος, ἀλλ᾽ ἐμφύλιος πόλεμος· βία ἦν ἐντυχίαν μὴ ἔχουσα, παρανομία ἦν νόμον ἔχουσα συνήγορον. Αἱ μητέρες ἐβόων, καὶ ὁ ἀκούων οὐκ ἦν· τὰ βρέφη ἀντεθρήνουν, καὶ ὁ ἐλεῶν οὐ παρῆν· οἱ μαστοὶ τῷ γάλακτι τὴν γῆν κατέῤῥεον, καὶ ὁ Ἡρώδης μᾶλλον ὡς λίθος ἐπεπήγει.

Ὠμότεροι τοῦ βασιλέως οἱ δορυφόροι, ἀλληνάλλως τὰ βρέφη μετήρχοντο, τὰ μὲν αὐτῶν πρὸς τοὺς τοίχους σπαράττοντες, τὰ δὲ ἐπὶ τῶν πετρῶν ἐδαφίζοντες, τὰ δὲ καὶ μακρόπνικτα καταλιμπάνοντες. Ἐθορύβει γὰρ αὐτοὺς τοῦ τοιούτου δράματος ὁ ἐργοδιώκτης διάβολος.

Ἐπὶ τούτοις οὖν καὶ τοῖς παραπλησίοις αἱ μητέρες ἠσθένουν, καὶ τῷ πάθει μεθύουσαι τῆς εὐπρεπείας οὐκ ἐφρόντιζον. Τοὺς χιτῶνας διεῤῥήγνυον, τοὺς πλοκάμους τῷ ἀέρι διέῤῥιπτον, τοὺς ὀφειλομένους κρύπτεσθαι μαστοὺς ἐδημοσίευον, τὸ στῆθος λίθοις κατήρασσον, τὰς παρειὰς ὡς δήμιοι κατέξεον, τὸν οὐρανὸν ὡς σιωπῶντα κριτὴν ἐμαρτύροντο, ἐντυχίαν ἐποιοῦντο πρὸς τὸν τῶν ὅλων κριτὴν καὶ Δεσπότην, λέγοντες· Τίς ἡ τοσαύτη τοῦ βασιλέως ὠμότης, Δέσποτα; Ἐν τοῖς σοῖς ἐκεῖνος πλάσμασι διαπράττεται· σὺ ἐδημιούργησας, ἐκεῖνος κατασφάττων οὐ παύεται· σὺ εὐχαρίσω, ἐκεῖνος ζημιοῖ.