Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἡρῴδην καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Η μακαριότητα των νηπίων και κατακλείδα

Ανάδειξη της πνευματικής μακαριότητας των νηπίων που σφαγιάστηκαν για τον Χριστό, ολοκληρώνοντας τον λόγο με την καθιερωμένη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Διὰ τί δὲ καὶ ἄῤῥενας ἐτέκομεν, εἰ οὕτω τῶν ἀῤῥένων πικρὸς ὁ θάνατος; Εἰ σὸν τὸ πρόσταγμα, καὶ ἡμᾶς αὐτὰς συναποθανεῖν κέλευσον· εἰ δὲ τοῦ παρανόμου βασιλέως τὸ ἐγχείρημα καὶ πρόσταγμα, τί θᾶττον αὐτὸν οὐ μετέρχῃ; Ἀλλ᾽ εἰκὸς μὲν τὰς μητέρας ὑπὸ τοῦ πάθους δακνομένας ταῦτα βοᾷν, μὴ εἰδυίας τὸ συμφέρον τοῖς αὐτῶν νεοττοῖς. Τί δὲ μακαριώτερον τῶν διὰ τὸν Δεσπότην Χριστὸν ἐπιβουλευομένων; τί μακαριώτερον τούτων τῶν παίδων, ὅτι οὐ δι᾽ ἑαυτῶν ἐσφάζοντο μόνον, ἀλλὰ καὶ ὡς αὐτὸς ὁ Χριστὸς ἐφονεύετο; Ὄντως εὔκαιρον εἰπεῖν πρὸς τὰς μητέρας τὸ τοῦ Κυρίου ῥητόν· Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· πρὸς ὀλίγον τοὺς ὑμετέρους κόλπους ἐζημίωσαν, ἀλλὰ τοὺς Ἀβραμιαίους κόλπους ἐκληρονόμησαν. Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· μηδὲ κωλύετε τὰ νήπια ἔρχεσθαι πρός με· Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.