Ἐπεὶ οὖν εἰκὸς ἦν καὶ τὸν πλούσιον, εἰ καὶ πρὸς ἔσχατον ἐληλάκει πονηρίας, ἐργάσασθαί τι ἀγαθὸν, καὶ τὸν Λάζαρον, εἰ καὶ πρὸς ἄκρον ἀφίκετο ἀρετῆς, ἡμαρτηκέναι τι μικρὸν, ὅρα πῶς ἀμφότερα ταῦτα ᾐνίξατο ὁ πατριάρχης, εἰπὼν, ὅτι Καὶ σὺ ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ ὁ Λάζαρος ὁμοίως τὰ κακά. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Εἴ τι καὶ σὺ ἀγαθὸν εἰργάσω, καὶ ὠφείλετό σοι τούτου ὁ μισθὸς, πάντα ταῦτα ἐν ἐκείνῳ τῷ κόσμῳ ἀπέλαβες, τρυφῶν, πλουτῶν, εὐημερίας ἀπολαύων καὶ εὐπραγίας πολλῆς· καὶ οὗτος εἴ τι κακὸν εἰργάσατο, πάντα ἀπέλαβεν ἐν πενίᾳ καὶ λιμῷ καὶ τοῖς ἐσχάτοις ταλαιπωρούμενος κακοῖς· καὶ γυμνὸς ἑκάτερος ὑμῶν ἐνταῦθα ἀφῖκται, ἐκεῖνος μὲν ἁμαρτημάτων, σὺ δὲ δικαιοσύνης κατορθωμάτων. Διὰ τοῦτο καὶ οὗτος καθαρὰν ἔχει τὴν παράκλησιν, καὶ σὺ ἀπαραμύθητον ὑπομένεις τὴν τιμωρίαν. Ὅταν γὰρ μικρὰ καὶ εὐτελῆ τὰ κατορθώματα ἡμῶν ᾖ, καὶ πολὺς καὶ ἄφατος ὁ τῶν ἁμαρτημάτων ὄγκος, εἶτα ἐνταῦθα εὐπραγίας ἀπολαύσωμεν, καὶ μηδὲν πάθωμεν δεινὸν, καὶ αὐτῆς τῶν ἀγαθῶν τῆς ἀμοιβῆς ἔρημοι καὶ γυμνοὶ πάντως ἀπελευσόμεθα, πάντα ἐνταῦθα ἀπολαβόντες· ὥσπερ οὖν ὅταν μεγάλα μὲν ᾖ τὰ κατορθώματα καὶ πολλὰ, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινὸν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τὴν τῶν ἀγαθῶν ἔργων ἀπολαμβάνομεν ἀντίδοσιν.