Πάντας γὰρ αὐτοὺς ὁμοῦ συλλαβὼν ὁ Παῦλος διέξεισι λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ ἁπλῶς πᾶσα ἀνάγκη τὸν μέλλοντα εὐαρεστεῖν τῷ Θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνὸν, μὴ τὸν ἄνετον καὶ ὑγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίπονον καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων· Οὐδεὶς γὰρ στεφανοῦται, φησὶν, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Καὶ ἑτέρωθι, Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, καὶ ἀπὸ ῥήματος, φησὶ, καὶ ἀπὸ βλέμματος, καὶ ἀπὸ φωνῆς αἰσχρᾶς, καὶ ἀπὸ λοιδορίας, καὶ ἀπὸ βλασφημίας, καὶ ἀπὸ αἰσχρολογίας. Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν μὴ πειρασμὸς ἡμῖν ἐπενεχθῇ ποθεν ἔξωθεν, ἑαυτοὺς γυμνάζειν δεῖ καθ᾽ ἑκάστην ἡμέραν νηστείαις, σκληραγωγίαις, εὐτελεῖ τροφῇ, λιτῇ τραπέζῃ, τὰς πολυτελείας πανταχοῦ φεύγοντας· ἄλλως γὰρ οὐκ ἔστιν εὐαρεστῆσαι Θεῷ. Μὴ γάρ μοι τὸ ψυχρὸν ῥῆμα ἐκεῖνο λεγέτω τις, ὅτι καὶ τὰ ἐνταῦθα ὁ δεῖνα ἔχει, καὶ τὰ ἐκεῖ· ἀμήχανον τοῦτο ἐπὶ τῶν πλουτούντων καὶ τρυφώντων καὶ ἁμαρτανόντων συμβῆναι· ἀλλ᾽, εἰ χρὴ τοῦτο εἰπεῖν, ἐπὶ τῶν θλιβομένων ἔστιν εἰπεῖν, τῶν ἐν στενοχωρίᾳ, ὅτι καὶ τὰ ἐνταῦθα ἔχουσι, καὶ τὰ ἐκεῖ.