Ἐδύνατο μὲν γὰρ ὁ Θεὸς καὶ παρ᾽ αὐτὴν αὐτὰ πληρῶσαι τὴν ἡμέραν, ἀλλ᾽ ἵνα καὶ τὴν αὐτοῦ δύναμιν ἐπιδείξηται, καὶ τὴν πίστιν τῶν αὐτοῦ δούλων, ἀφίησι χρόνον μεταξὺ παρεμπεσεῖν μακρὸν, καὶ πολλὰ γενέσθαι κωλύματα, ἵνα καὶ τὴν αὐτοῦ μάθῃς ἰσχὺν, τότε πληροῦντος τὰ ἐπηγγελμένα, ὅταν εἰς ἀπόγνωσιν ἐμπέσῃ, καὶ τὴν τῶν δούλων ἴδῃς ὑπομονὴν καὶ πίστιν, οὐδενὶ τῶν ἐν μέσῳ συμβαινόντων τῆς ἀγαθῆς προσδοκίας ἐκπιπτόντων. Ἀλλ᾽, ὅπερ ἔλεγον, ἐπανῆλθον οὗτοι, τοῦ λιμοῦ, καθάπερ στρατιώτου τινὸς, ἐπὶ κεφαλὴν αὐτοὺς ὠθοῦντος καὶ παριστάντος ἄρχοντι τῷ Ἰωσὴφ, καὶ ἐβούλοντο πρίασθαι σῖτον· ὁ δὲ τί φησι πρὸς αὐτούς; Κατάσκοποί ἐστε. Οἱ δὲ εἶπον ἐν ἑαυτοῖς, Τί ποτε τοῦτό ἐστι; τροφὴν ἤλθομεν ἐμπορευσόμενοι, καὶ περὶ ψυχῆς κινδυνεύομεν; Εἰκότως, ἐπεὶ καὶ αὐτὸς τροφὴν ὑμῖν ἐκόμισε, καὶ περὶ τῆς ζωῆς ἐκινδύνευσεν· ἀλλ᾽ αὐτὸς μὲν ἀληθείᾳ ὑπέμενεν, ὑμεῖς δὲ ὑποκρίσει τοῦτο πάσχετε· οὐ γὰρ ἐχθρὸς ἦν, ἀλλὰ προσωπεῖον ἀνέλαβεν ἐχθροῦ, ἵνα τὰ κατὰ τὴν οἰκίαν μετὰ ἀκριβείας μάθῃ. Ἐπειδὴ γὰρ πονηροὶ περὶ αὐτὸν ἐγένοντο καὶ ἀγνώμονες, τόν τε Βενιαμὶν οὐκ εἶδε μετ᾽ αὐτῶν ὄντα, δείσας ὑπὲρ τοῦ παιδὸς, μήποτε κἀκεῖνος τὰ ἀδελφὰ αὐτῷ πέπονθε, κελεύει δεθῆναί τινα ἕνα καὶ ἀφεθῆναι ἐκεῖ· εἶτα αὐτοὺς λαβόντας τὸν σῖτον ἅπαντας ἀπελθεῖν, ἀπειλήσας θάνατον αὐτοῖς, εἰ μὴ τὸν ἀδελφὸν τὸν ἑαυτῶν ἐπαγάγοιεν.