Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία ΣΤ΄: Η αληθινή ελευθερία, η δουλεία της αμαρτίας και η ματαιότητα της τρυφής

Μέσα από τον πλούσιο της παραβολής και το παράδειγμα του Ονήσιμου και του Νώε, ορίζεται ως αληθινή δουλεία η υποταγή στα πάθη, ενώ η ευγένεια καταγωγής και ο πλούτος κρίνονται ως άχρηστα χωρίς την αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 16

Ἄκανθαν ἔχει ἐκεῖνος, τεθορυβημένον λογισμόν· ἀλλὰ κατάβηθι πρὸς αὐτὸν, καὶ ἔξελε τὴν ἄκανθαν. Τί οὖν φησιν; Ἦν τις πλούσιος, ὀνόματι, οὐχὶ πράγματι. Ἦν τις πλούσιος, πορφύραν ἐνδιδυσκόμενος, τράπεζαν παρατιθέμενος πολυτελῆ, κρατῆρας ἔχων ἐστεμμένους οἴνου, συμπόσια καθ᾽ ἑκάστην ἡμέραν ποιῶν· ἕτερος δέ τις ἦν πένης, Λάζαρος ὀνόματι.

Καὶ ποῦ τὸ ὄνομα τοῦ πλουσίου; Οὐδαμοῦ· ἀνώνυμος γάρ ἐστι. Πόσος πλοῦτος; καὶ ὄνομα αὐτῷ οὐχ εὑρίσκεται. Ποῖος πλοῦτος οὗτος; Δένδρον φύλλοις μὲν κομῶν, καρποῦ δὲ ἀπεστερημένον, δρῦς πρὸς ὕψος ἀνατεταμένη, ἀλόγοις τροφὴν παρέχουσα τὴν βάλανον, ἄνθρωπος οὐκ ἔχων ἀνθρώπου καρπόν.

Ὅπου γὰρ πλοῦτος καὶ ἁρπαγαὶ, λύκος ὁ βλεπόμενος· ὅπου πλοῦτος καὶ θηριωδία, λέοντα ὁρῶ, καὶ οὐκ ἄνθρωπον· ἀπώλεσε τὴν εὐγένειαν τῇ δυσγενείᾳ τῆς πονηρίας. Ἦν τις πλούσιος, πορφύραν καθ᾽ ἑκάστην ἡμέραν ἐνδιδυσκόμενος, τὴν δὲ ψυχὴν ἀράχνης γέμων, μύρου πνέων, δυσωδίας δὲ ἐμπεπλησμένος, τράπεζαν παρατιθέμενος πολυτελῆ, παρασίτους τρέφων καὶ κόλακας, τὴν δούλην πιαίνων τὴν σάρκα, τὴν δέσποιναν δὲ τὴν ψυχὴν λιμῷ φθειρομένην περιορῶν· κατεστεμμένη αὐτῷ ἡ οἰκία, καὶ ὁ τῆς ἁμαρτίας θεμέλιος κεκονιαμένος· ἐν οἴνῳ τὴν ψυχὴν ἔχων κατορωρυγμένην. Ἦν τοίνυν ὁ πλούσιος ἐκεῖνος τράπεζαν ἔχων πολυτελῆ, κρατῆρας ἐστεμμένους οἴνου, παρασίτους τρέφων καὶ κόλακας, τὸ πονηρὸν τοῦ διαβόλου θέατρον, τοὺς λύκους τοὺς αἰχμαλωτίζοντας πολλοὺς τῶν πλουτούντων, τοὺς ὠνουμένους τῆς οἰκείας γαστρὸς τῇ πλησμονῇ τὴν ἐκείνων ἀπώλειαν, τοὺς πολλῇ τιμῇ καὶ κολακείᾳ τὸν πλοῦτον λυμαινομένους.

Οὐκ ἄν τις ἁμάρτοι τοὺς τοιούτους λύκους προσειπὼν, οἳ καθάπερ πρόβατον τὸν πλούσιον ἐν μέσῳ λαβόντες, ἐπαίρουσι τοῖς ἐπαίνοις, καὶ φυσῶσι τοῖς ἐγκωμίοις, καὶ οὐκ ἀφιᾶσιν αὐτὸν οὐδὲ τὸ ἕλκος ἰδεῖν, ἀλλὰ τυφλοῦσιν αὐτοῦ τὴν διάνοιαν, καὶ αὔξουσιν αὐτοῦ τὴν σηπεδόνα. Εἶτα καταλαμβάνοντος καιροῦ μεταβολῆς, ἐν φυγῇ οἱ φίλοι, ἐν συμπαθείᾳ ἡμεῖς οἱ ἐπιτιμῶντες· τὰ προσωπεῖα ἐκείνων κρύπτεται· ὅπερ δὴ καὶ πολλάκις νῦν γέγονεν.

εʹ. Ἦν τοίνυν ὁ πλούσιος ἐκεῖνος παρασίτους τρέφων καὶ κόλακας, θέατρον τὴν οἰκίαν ἐργαζόμενος, οἴνῳ ἕκαστον ἐκλύων, ἐν εὐημερίᾳ πολλῇ διατρίβων· ἕτερος δέ τις ἦν Λάζαρος ἑλκῶν γέμων, πρὸς τὸν πυλῶνα τοῦ πλουσίου καθεζόμενος, καὶ ἐπιθυμῶν ψιχίων.

Παρὰ τὴν πηγὴν ἐδίψα, ἐν εὐημερίᾳ ἐλίμωττεν. Καὶ ποῦ ἔῤῥιπτο; Οὐκ εἰς τὸ ἄμφοδον, οὐκ εἰς ῥύμην, οὐκ εἰς στενωπὸν, οὐκ εἰς μέσην ἀγορὰν, ἀλλ᾽ εἰς τὸν πυλῶνα τοῦ πλουσίου, ὅπου ἀνάγκην εἶχεν εἰσόδων καὶ ἐξόδων ὁ πλούσιος, ἵνα μὴ λέγῃ· Οὐκ εἶδον, παρέδραμον, οὐκ εἶδόν μου οἱ ὀφθαλμοί. Εἰς τὴν εἴσοδόν σου κεῖται, ὁ μαργαρίτης ἐν βορβόρῳ, καὶ οὐ βλέπεις; ὁ ἰατρὸς παρὰ τὸν πυλῶνα, καὶ οὐ θεραπεύῃ; ὁ κυβερνήτης ἐν τῷ λιμένι, καὶ ναυάγιον ὑπομένεις; παρασίτους τρέφεις, καὶ πένητας οὐ τρέφεις;

Ἐγίνετο τότε ταῦτα, γίνεται δὲ καὶ σήμερον. Διὰ γὰρ τοῦτο ἐκεῖνα γέγραπται, ἵνα οἱ μετὰ ταῦτα ἀπὸ τῶν πραγμάτων παιδευθῶσι, καὶ μὴ πάθωσιν ἐκεῖνα, ἅπερ ἔπαθεν οὗτος. Ἔκειτο τοίνυν ἐν τῷ πυλῶνι ὁ πένης· πένης μὲν ἔξωθεν, πλούσιος δὲ ἔσωθεν· ἔκειτο ἡλκωμένος τὸ σῶμα· θησαυρὸς ἄνωθεν ἀκάνθας ἔχων, κάτωθεν δὲ μαργαρίτας. Τί γὰρ αὐτῷ βλάβος ἀπὸ τῆς ἀῤῥωστίας τοῦ σώματος, τῆς ψυχῆς ὑγιαινούσης; Ἀκουέτωσαν οἱ πένητες, καὶ μὴ ἀποπνιγήτωσαν ἀπὸ τῆς ἀθυμίας· ἀκουέτωσαν οἱ πλούσιοι, καὶ μεταβαλέσθωσαν ἀπὸ τῆς πονηρίας. Διὰ γὰρ τοῦτο αὗται αἱ δύο ἡμῖν εἰκόνες πρόκεινται, πλούτου καὶ πενίας, ὠμότητος καὶ καρτερίας, ὑπομονῆς καὶ πλεονεξίας, ἵν᾽ ὅταν ἴδῃς πένητα ἡλκωμένον, καὶ καταφρονούμενον, μὴ αὐτὸν ταλανίσῃς· ὅταν ἴδῃς πλούσιον καλλωπιζόμενον, μὴ αὐτὸν μακαρίσῃς.

Ἀνάδραμε ἐπὶ τὴν παραβολήν· ἐὰν θορυβῇ σε τὸ ναυάγιον τῶν λογισμῶν, δράμε ἐπὶ τὸν λιμένα, λαβὲ ἀπὸ τῆς διηγήσεως παραμυθίαν, ἐννόησον τὸν Λάζαρον καταφρονούμενον, ἐννόησον τὸν πλούσιον εὐημεροῦντα καὶ ἀπολαύοντα τρυφῆς, καὶ μηδέν σε θορυβείτω τῶν ἐν τῷ βίῳ γινομένων. Ἐὰν γὰρ λογισμὸν ἔχῃς ἠκριβωμένον, οὐ βαπτίζει σε τὰ κύματα, οὐ γίνεται ὑποβρύχιον τὸ πλοῖον, ἐὰν τῇ διακρίσει τῶν λογισμῶν διαιρῇς τῶν πραγμάτων τὴν φύσιν. Τί μοι λέγεις, Τὸ σῶμά μου στενοχωρεῖται; Ἡ διάνοιά σου μὴ παραβλαβείη. Ὁ δεῖνα πλούσιος καὶ πονηρός· καὶ τί τοῦτο; ἀλλ᾽ ἡ κακία οὐκ αἰσθητή. Μή μοι ἀπὸ τῶν ἔξωθεν τὸν ἄνθρωπον, ἀλλὰ τῶν ἔνδοθεν δοκίμαζε.

Ἐὰν ἴδῃς δένδρον, τὰ φύλλα καταμανθάνεις, ἢ τὸν καρπόν; Οὕτω δὴ καὶ ἐπὶ τοῦ ἀνθρώπου, ἐὰν ἴδῃς ἄνθρωπον, μὴ τὰ ἔξωθεν δοκίμαζε, ἀλλὰ τὰ ἔνδοθεν· τὸν καρπὸν καταμάνθανε, καὶ μὴ τὰ φύλλα. Μήποτε ἀγριελαία μὲν ἔστι, νομίζεται δὲ ἐλαία· μήποτε λύκος μὲν ἔστι, νομίζεται δὲ εἶναι ἄνθρωπος.

Μὴ τοίνυν ἀπὸ τῆς φύσεως καταμάνθανε, ἀλλ᾽ ἀπὸ τῆς προαιρέσεως, μὴ ἀπὸ τῆς ὄψεως, ἀλλ᾽ ἀπὸ τῆς γνώμης· καὶ οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ περιεργάζου αὐτοῦ τὸν βίον. Εἰ φιλοπτωχίαν ἔχει, ἄνθρωπός ἐστιν· εἰ δὲ ἐν ἐμπορίαις ἀναστρέφεται, δρῦς ἐστιν· εἰ δὲ θυμῷ θηριώδης ἐστὶ, λέων ἐστίν· εἰ δὲ ἅρπαξ ἐστὶ, λύκος ἐστίν· εἰ δὲ ὕπουλός ἐστι, ἀσπίς ἐστι. Καὶ εἰπέ· Ἐγὼ ἄνθρωπον ζητῶ, τί μοι ἔδειξας θηρίον ἀντὶ ἀνθρώπου; Μάθε τί ποτε ἀρετὴ ἀνθρώπου, καὶ μὴ θορυβοῦ. Ἦν τοίνυν ὁ Λάζαρος ἐν τῷ πυλῶνι κείμενος, ἡλκωμένος, λιμῷ τηκόμενος· οἱ δὲ κύνες ἐρχόμενοι ἔλειχον αὐτοῦ τὰ τραύματα· τοῦ ἀνθρώπου οἱ κύνες φιλανθρωπότεροι ἔλειχον αὐτοῦ τὰ τραύματα, καὶ τὴν σηπεδόνα περιῄρουν καὶ ἐξεκάθαιρον. Ἔκειτο δὲ ἐκεῖνος καθάπερ χρυσίον ἐν καμίνῳ παρακαθεζόμενος, καὶ δοκιμώτερος γινόμενος· οὐκ εἶπεν ὃ πολλοὶ τῶν πενήτων· Ταῦτα προνοίας; ἆρα Θεὸς ἐφορᾷ τὰ ἀνθρώπινα; ἐγὼ ἐν δικαιοσύνῃ, καὶ πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ, καὶ πλουτεῖ;

Οὐδὲν τούτων ἐλογίσατο, ἀλλὰ παρεχώρει τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τὴν ψυχὴν τὴν ἑαυτοῦ ἀποσμήχων, τὴν καρτερίαν φέρων, τὴν ὑπομονὴν ἐνδεικνύμενος, κείμενος τῷ σώματι, καὶ τρέχων τῇ διανοίᾳ, ἐπτερωμένος τῇ γνώμῃ, τὸ βραβεῖον ἁρπάζων, ἀναδὺς τῶν κακῶν, καὶ τῶν ἀγαθῶν μάρτυς. Οὐκ εἶπεν· Παράσιτοι μετὰ δαψιλείας ἀπολαύουσι, ἐγὼ δὲ ψιχίων οὐ καταξιοῦμαι· ἀλλὰ τί;

Ηὐχαρίστει, καὶ ἐδόξαζε τὸν Θεόν. Ἐγένετο ἀποθανεῖν αὐτούς· ἀπέθανεν ὁ πλούσιος, καὶ ἐτάφη· ἀπῆλθε καὶ ὁ Λάζαρος· οὐ γὰρ ἂν εἴποιμι, ἀπέθανε. Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος, τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεῖα ὁ δρόμος, ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, ὁποῦ τὰ ἀληθινὰ πράγματα· ἐλύθη τὸ θέατρον, καὶ ἀπεκαλύφθη τὰ προσωπεῖα.

Καθάπερ γὰρ ἐν τῷ θεάτρῳ τούτῳ ἐν μεσημβρίᾳ μέσῃ παραπετάσματα γίνεται, καὶ εἰσέρχονται πολλοὶ τῶν σκηνικῶν, ὑποκρινόμενοι, προσωπεῖα ἐν τῇ ὄψει ἔχοντες, καὶ μῦθον παλαιὸν ἀπαγγέλλοντες, καὶ τὰ πράγματα διηγούμενοι, καὶ ὁ μὲν γίνεται φιλόσοφος, οὐκ ὢν φιλόσοφος, ὁ δὲ γίνεται βασιλεὺς, οὐκ ὢν βασιλεὺς, ἀλλὰ σχῆμα ἔχων διὰ τῆς ὑφηγήσεως· ὁ δὲ ἰατρὸς οὐδὲ ξύλον μεταχειρίσασθαι δυνάμενος, ἀλλὰ ἰατροῦ ἱμάτια περιβεβλημένος, ὁ δὲ δοῦλος ἐλεύθερος ὢν, ὁ δὲ διδάσκαλος οὐδὲ γράμματα ἐπιστάμενος, οὐδὲν ὧν εἰσι φαίνονται, ἃ δέ εἰσιν οὐ φαίνονται (φαίνεται γὰρ ἰατρὸς οὐκ ὢν ἰατρὸς, καὶ φαίνεται φιλόσοφος κόμην ἔχων ἐν τῷ προσωπείῳ, καὶ φαίνεται στρατιώτης στρατιώτου σχῆμα περιβεβλημένος· καὶ ἀπατᾷ ἡ ὄψις τοῦ προσωπείου, ἀλλ᾽ οὐ ψεύδεται τὴν φύσιν, ἧς μεταβάλλει τὴν ἀλήθειαν. Καὶ ἕως μὲν καθέζονται οἱ τερπόμενοι, τὰ προσωπεῖα ἵσταται· ἐπειδὰν δὲ ἑσπέρα καταλάβῃ, καὶ λυθῇ τὸ θέατρον, καὶ πάντες ἀναχωρήσωσι, ῥίπτονται τὰ προσωπεῖα, καὶ ὁ ἔνδον βασιλεὺς εὑρίσκεται ἔξω χαλκότυπος.

Ἀπεῤῥίφη τὰ προσωπεῖα, ἀπῆλθεν ἡ ἀπάτη, ἐδείχθη ἡ ἀλήθεια· καὶ εὑρίσκεται ὁ ἔνδον ἐλεύθερος, ἔξω δοῦλος· ὅπερ γὰρ εἶπον, ἔσω μὲν ἡ ἀπάτη, ἔξω δὲ ἡ ἀλήθεια· κατέλαβεν δὲ ἡ ἑσπέρα· ἐλύθη τὸ θέατρον, ἐφάνη ἡ ἀλήθεια)· οὕτω καὶ ἐν τῷ βίῳ καὶ ἐν τῷ τέλει· τὰ παρόντα θέατρον, τὰ πράγματα ὑπόκρισις, πλοῦτος καὶ πενία, καὶ ἄρχων καὶ ἀρχόμενος, καὶ ὅσα τοιαῦτα· ὅταν δὲ ἀποβληθῇ ἡ ἡμέρα ἐκείνη, καὶ ἔλθῃ ἡ νὺξ ἐκείνη ἡ φοβερὰ, μᾶλλον δὲ ἡ ἡμέρα, νὺξ μὲν τοῖς ἁμαρτωλοῖς, ἡμέρα δὲ τοῖς δικαίοις· ὅταν λυθῇ τὸ θέατρον, ὅταν ῥιφῇ τὰ προσωπεῖα, ὅταν δοκιμάζηται ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, οὐχ ἕκαστος καὶ ὁ πλοῦτος αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ ἀρχὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ τιμὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ δυναστεία αὐτοῦ, ἀλλ᾽ ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, καὶ ἄρχων, καὶ βασιλεὺς, καὶ γυνὴ, καὶ ἀνὴρ, ὅτε ἡμᾶς βίον ἀπαιτεῖ καὶ πράξεις ἀγαθὰς, οὐκ ἀξιωμάτων ὄγκον, οὐ πενίας εὐτέλειαν, οὐ καταφρονήσεως τυραννίδα· ἐμοὶ ἔργα δὸς, κἂν δοῦλος ᾖς, τοῦ ἐλευθέρου ἀμείνων, κἂν γυνὴ ᾖς, τοῦ ἀνδρὸς ἀνδρειοτέρα· ἐπειδὰν ῥιφῇ τὰ προσωπεῖα, τότε φαίνεται καὶ ὁ πλούσιος, καὶ ὁ πένης· καὶ ὥσπερ ὧδε ἐπειδὰν λυθῇ τὸ θέατρον, καί τις ἡμῶν ἄνω καθήμενος ἴδῃ τὸν ἔσω φιλόσοφον, ἔξω χαλκότυπον, λέγει· Οὐὰ, οὗτος οὐκ ἦν ἔσω φιλόσοφος; ἔξω χαλκότυπον ὁρῶ· οὗτος οὐκ ἔσω βασιλεύς; ἔξω εὐτελῆ τινα ὁρῶ· οὗτος οὐκ ἦν ἔνδον πλούσιος;

ἔξω πένητα ὁρῶ· οὕτως καὶ ἐκεῖ γίνεται.

ϛʹ. Διὰ τοῦτο οὐκ ἄγω τὸν λόγον εἰς πλάτος, ἵνα μὴ συγχέω τὸν ἀκροατὴν τῷ πλήθει τῶν λεγομένων· ἀλλ᾽ εἰς δύο προσωπεῖα τὴν ὑπόκρισιν τοῦ θεάτρου παραστῆσαι βούλομαι. Δύο προσωπεῖα μετεχειρισάμην, ἀπὸ τῶν δύο τούτων τέμνων ὑμῖν ὁδὸν, καὶ διδοὺς ἀφορμήν. Ἐνεπλάτυνα ὑμῶν τὴν διάνοιαν τῇ διηγήσει τοῦ παρόντος βίου, ὥστε ἕκαστον καταμαθεῖν τὴν διαφορὰν τῶν πραγμάτων. Δύο τοίνυν προσωπεῖα· ὁ μὲν προσωπεῖον εἶχε πλουσίου, ὁ δὲ πένητος· ὁ Λάζαρος προσωπεῖον πένητος, ὁ δὲ πλούσιος προσωπεῖον πλουσίου· προσωπεῖα τὰ φαινόμενα, οὐ πραγμάτων ἀλήθεια. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, ὅ τε πλούσιος, καὶ ὁ πένης· ἔλαβον τὸν Λάζαρον οἱ ἄγγελοι· μετὰ τοὺς κύνας ἄγγελοι, μετὰ τὸν πυλῶνα τοῦ πλουσίου ὁ κόλπος τοῦ Ἀβραὰμ, μετὰ τὸν λιμὸν εὐθηνία πέρας οὐκ ἔχουσα, μετὰ τὴν θλῖψιν ἄνεσις ἀκατάλυτος· ἐκεῖνον δὲ τὸν πλούσιον μετὰ τὸν πλοῦτον πενία, μετὰ τὴν τράπεζαν τὴν πλουσίαν κόλασις καὶ τιμωρία, μετὰ τὴν ἄνεσιν ὀδύναι ἀκαρτέρητοι.

Καὶ ὅρα τί γίνεται· Ἀπῆλθον ἐκεῖ, καὶ ἐλύθη τὸ θέατρον· ἀπεκαλύφθη τὰ προσωπεῖα, φαίνονται λοιπὸν αἱ ὄψεις. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, καὶ ὁρᾷ ὁ πλούσιος ἀποτηγανιζόμενος τὸν Λάζαρον ἐν κόλποις τοῦ Ἀβραὰμ εὐθηνούμενον, ἀπολαύοντα, τρυφῶντα· καὶ λέγει πρὸς αὐτόν· Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ αὐτοῦ ἐπιστάξῃ μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι. Τί οὖν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἄλλως δὲ καὶ χάος μεταξὺ ἡμῶν καὶ ὑμῶν ἐστήρικται, ἵνα, ἐάν τις βούληται ἐντεῦθεν ἐκεῖ διαβῆναι πρὸς ὑμᾶς, μὴ δύνηται. Προσέχετε· χρήσιμος γὰρ ὁ περὶ τούτων λόγος, φοβῶν μὲν, καθαίρων δὲ, ὀδυνῶν μὲν, διορθούμενος δέ. Δέχου τὰ λεγόμενα. Ὢν δὴ ἐν τοῖς βασάνοις ὁ πλούσιος ἀνέβλεψε, καὶ εἶδε τὸν Λάζαρον· εἶδε καινὰ πράγματα. Εἰς τὸν πυλῶνά σου ἦν καθ᾽ ἑκάστην ἡμέραν· δεύτερον καὶ τρίτον εἰσήρχου καὶ ἐξήρχου, καὶ οὐκ ἔβλεπες αὐτόν· καὶ ὅτε εἰς τὰ τήγανα εἶ, ἀπὸ διαστήματος βλέπεις; Ὅτε ἐν τῷ πλούτῳ διῆγες, ὅτε ἐν τῇ βουλῇ σου τὸ ὁρᾷν ἦν, οὐ προέθου τοῦ ἰδεῖν αὐτόν· ἱνατί νῦν ὀξυδερκεῖς; οὐκ ἐν τῷ πυλῶνί σου ἦν; πῶς αὐτὸν οὐκ ἔβλεπες; ἐγγὺς ὄντα οὐκ εἶδες, καὶ νῦν ἀπὸ διαστήματος βλέπεις, καὶ τοσούτου χάους ὄντος; Καὶ τί ποιεῖ; Τὸν Ἀβραὰμ πατέρα καλεῖ. Τί λέγεις πατέρα, οὗ οὐκ ἐμιμήσω τὴν φιλοξενίαν;

Πατέρα καλεῖ οὗτος, τέκνον ἐκεῖνος· τὰ ὀνόματα τῆς συγγενείας, καὶ οὐδαμοῦ ἡ ἀντίληψις.

Ἀλλὰ προφέρει τὰ ὀνόματα, ἵνα μάθητε, ὅτι γένους ὄφελος οὐδέν. Εὐγένεια γὰρ οὐ προγόνων περιφάνεια, ἀλλὰ τρόπων ἀρετή. Μή μοι λέγε· Πατέρα ἔχω ὕπατον. Τί πρὸς ἐμέ; Οὐ λέγω τοῦτο. Μή μοι λέγε· Πατέρα ἔχω ὕπατον. Παῦλον τὸν ἀπόστολον ἐὰν ἔχῃς πατέρα, καὶ ἀδελφοὺς ἐὰν ἔχῃς μάρτυρας, σὺ δὲ μὴ μιμήσῃ αὐτῶν τὴν ἀρετὴν, οὐδέν σοι ὄφελος τῆς συγγενείας, ἀλλὰ μᾶλλον ἔβλαψε καὶ κατεδίκασεν. Ἡ μήτηρ μου, φησὶν, ἐλεήμων ἐστίν. Καὶ τί πρὸς σὲ τὸν ἀπάνθρωπον; ἡ γὰρ ἐκείνης φιλανθρωπία προσθήκη κατηγορίας τῆς σῆς κακοτροπίας. Τί γὰρ ὁ Βαπτιστὴς Ἰωάννης φησὶ πρὸς τὸν δῆμον τὸν Ἰουδαϊκόν;

Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Εὐδόκιμον ἔχεις πρόγονον; ἐὰν ζηλώσῃς, ἐκέρδανας· ἐὰν δὲ μὴ ζηλώσῃς, κατήγορος γίνεται ὁ εὐδόκιμος ὅτι ἀπὸ ῥίζης δικαίας πικρὸς ἔφυς καρπός. Μηδέποτε μακαρίσῃς ἄνθρωπον ἔχοντα συγγενῆ δίκαιον, ἐὰν μὴ μιμῆται αὐτοῦ τοὺς τρόπους. Μητέρα ἔχεις ἁγίαν; Οὐδὲν πρὸς σέ. Μητέρα ἔχεις πονηράν; Οὐδὲν πρὸς σέ. Ὥσπερ ἐκείνης ἡ ἀρετὴ οὐκ ὠφελεῖ σε μὴ ζηλοῦντα αὐτῆς τὴν ἀρετὴν, οὕτως οὐδὲ ἡ κακία αὐτῆς βλάπτει σε, ἐὰν μεταβάλῃς τὴν πονηρίαν.

Ἀλλ᾽ ὥσπερ ἐκεῖ μεῖζον τὸ ἔγκλημα, ὅτι, οἴκοθεν ἔχων ὑπόδειγμα, οὐκ ἐμιμήσω τὴν ἀρετήν· οὕτω καὶ ἐνταῦθα τὸ ἐγκώμιον μεῖζον, ὅτι μητέρα τις ἔχων πονηρὰν, οὐκ ἐμιμήσατο τὴν πονηρίαν αὐτῆς, ἀλλ᾽ ἀπὸ ῥίζης πικρᾶς ἔφυ καρπός· οὐ γὰρ προγόνων περιφάνεια, ἀλλὰ τρόπος ἀρετῆς ζητεῖται.

Ἐγὼ καὶ δοῦλον εὐγενῆ καλῶ, καὶ δεσπότην ἅλυσιν περικείμενον, ἐὰν καταμάθω αὐτοῦ τὸν τρόπον· ἐμοὶ καὶ ὁ ἐν ἀξιώματι δυσγενὴς, ἐὰν δούλην ἔχῃ τὴν ψυχήν. Τίς γάρ ἐστι δοῦλος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν;

Ἡ μὲν γὰρ ἄλλη δουλεία περιστάσεως πραγμάτων· αὕτη δὲ ἡ δουλεία διαφορὰ γνώμης, ἐπεὶ καὶ ἡ δουλεία ἐξ ἀρχῆς ἐντεῦθεν εἰσῆλθεν. ζʹ. Οὐκ ἦν δοῦλος τὸ παλαιόν· ὁ γὰρ Θεὸς πλάττων τὸν ἄνθρωπον, οὐκ ἐποίησεν αὐτὸν δοῦλον, ἀλλ᾽ ἐλεύθερον.

Ἐποίησε τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, καὶ ἀμφότεροι ἦσαν ἐλεύθεροι· πόθεν οὖν ἡ δουλεία ἐγένετο; Ἐξώκειλε τὸ γένος τῶν ἀνθρώπων, καὶ τὰ μέτρα τῆς ἐπιθυμίας ὑπερβάντες, εἰς ἀκολασίαν ἐπήρθησαν· καὶ ὅπως, ἄκουε· Ἐγένετο κατακλυσμὸς, τὸ κοινὸν τῆς οἰκουμένης ναυάγιον, καταῤῥάκται ἠνεῴχθησαν, καὶ ἄβυσσοι ἀνεβλύσθησαν, καὶ πάντα ἦν ὕδωρ, καὶ τὰ φαινόμενα ἀνεστοιχειοῦντο καὶ διελύοντο, καὶ γῆ οὐκ ἐφαίνετο, ἀλλ᾽ ἦν ἅπαντα πέλαγος, ῥίζαν ἔχοντα τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ πάντα κύματα ἦν, καὶ πάντα πελάγη· ὄρη πρὸς ὕψος ἀνατεταμένα, ἀλλὰ τὸ πέλαγος αὐτὰ ἐκάλυπτε· καὶ ἦν πέλαγος καὶ οὐρανὸς μόνον, καὶ ἦν τὸ γένος τῶν ἀνθρώπων ἀπολωλὸς, καὶ ἦν ὁ σπινθὴρ τοῦ γένους τοῦ ἡμετέρου ὁ Νῶε, σπινθὴρ ἐν μέσῳ πελάγους, καὶ μὴ σβεννύμενος, τὰς ἀπαρχὰς τοῦ γένους ἡμῶν ἔχων, γυναῖκα καὶ παιδία, περιστερὰν καὶ κόρακα, καὶ τὰ ἄλλα πάντα. Καὶ ἦσαν πάντες ἔνδον, καὶ ἐφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος ἐν μέσῳ τοῦ κλύδωνος, καὶ οὐκ ἐναυάγει· εἶχε γὰρ κυβερνήτην τὸν τοῦ παντὸς Δεσπότην. Αἱ γὰρ σανίδες αὐτὸν οὐ διέσωσαν, ἀλλ᾽ ἡ χεὶρ ἡ κραταιά· καὶ ὅρα θαῦμα· Ὅτε καὶ ἐξεκλύσθη ἡ γῆ, ὅτε ἀνῃρέθησαν οἱ τὰ κακὰ ἐργασάμενοι, ὅτε ἐλώφησεν ὁ χειμὼν, ἐφάνησαν αἱ κορυφαὶ τῶν ὀρέων, ἐκάθισεν ἡ κιβωτὸς, ἔπεμψε τὴν περιστερὰν ὁ Νῶε.

Μυστήρια δὲ ἦν τὰ λεγόμενα, καὶ τῶν μελλόντων τύπος τὰ γινόμενα· οἷον, ἡ Ἐκκλησία κιβωτὸς, ὁ Νῶε ὁ Χριστὸς, ἡ περιστερὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ φύλλον τῆς ἐλαίας ἡ φιλανθρωπία τοῦ Θεοῦ. Τὸ ἥμερον ζῶον ἐξεπέμπετο, καὶ ἐξῆλθεν ἀπὸ τῆς κιβωτοῦ· ἀλλὰ τύπος ἐκεῖνα, ταῦτα δὲ ἀλήθεια. Ὅρα δὲ τὴν δαψίλειαν τῆς ἀληθείας. Καθάπερ ἡ κιβωτὸς ἐν μέσῳ τοῦ πελάγους διέσωζε τοὺς ἔσω ὄντας, οὕτω καὶ ἡ Ἐκκλησία διασώζει τοὺς πλανωμένους ἅπαντας. Ἀλλ᾽ ἡ μὲν κιβωτὸς ἔσωζε μόνον, ἡ δὲ Ἐκκλησία πλέον τι ἐργάζεται. Οἷόν τι λέγω· Ἔλαβεν ἡ κιβωτὸς τὰ ἄλογα, καὶ ἔσωσεν ἄλογα· ἔλαβεν ἡ Ἐκκλησία ἀλόγους ἀνθρώπους, καὶ οὐ σώζει μόνον, ἀλλὰ καὶ μεταβάλλει· ἔλαβεν ἡ κιβωτὸς κόρακα, καὶ κόρακα ἔπεμψε· λαμβάνει ἡ Ἐκκλησία κόρακα, καὶ ἐκπέμπει περιστεράν· λαμβάνει λύκον, καὶ ἐκπέμπει αὐτὸν πρόβατον. Ὅταν γὰρ εἰσέλθῃ ἐνταῦθα ἄνθρωπος ἁρπάζων, πλεονεκτῶν, ἀκούσῃ δὲ τῶν θείων λογίων τῆς διδασκαλίας, μεταβάλλει τὴν γνώμην, καὶ ἀντὶ λύκου γίνεται πρόβατον· ὁ μὲν γὰρ λύκος καὶ τὰ ἀλλότρια ἁρπάζει, τὸ δὲ πρόβατον καὶ τὸ ἔριον αὐτοῦ προΐεται. Ἐκάθισεν ἡ κιβωτὸς, καὶ ἀνεῴγησαν αἱ θύραι. Ἐξῆλθε Νῶε ἐκ τοῦ ναυαγίου διασωθείς· βλέπει τὴν γῆν ἠρημωμένην, βλέπει τάφον ἐσχεδιασμένον ἰλὺν, τάφον κοινὸν κτήνεσι καὶ ἀνθρώποις, πάντα ὁμοῦ τὰ σώματα ἵππων καὶ ἀνθρώπων καὶ κτηνῶν ἀλόγων πάντων ὁμοῦ κατακεχωσμένα.

Εἶδε τὴν τραγῳδίαν ἐκείνην, εἶδε τὴν γῆν πικρίας γέμουσαν· ἐν ἀθυμίᾳ πολλῇ ἦν, πάντες ἀπώλοντο· οὐκ ἄνθρωπος, οὐ κτῆνος, οὐκ ἄλλο τι τῶν ἔξω τῆς κιβωτοῦ διεσώθη· οὐρανὸν ἔβλεπε μόνον· ὑπὸ τῆς ἀθυμίας ἐτυραννεῖτο, κατείχετο ὑπὸ τῆς ὀδύνης, ἔπιεν οἶνον, ἔδωκεν ἑαυτὸν τῷ ὕπνῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος τῆς ἀθυμίας.

Ἔκειτο δὲ ἐπὶ τῆς κλίνης, καθάπερ ἰατρῷ τῷ ὕπνῳ ἑαυτὸν ἐκδοὺς, λήθην ἐργαζόμενος τῇ διανοίᾳ τῶν γεγενημένων, οἷα εἰκὸς γεγηρακότα, καὶ οἶνον πιόντα, καὶ ὕπνῳ κατεχόμενον. Δεῖ γὰρ ὑπὲρ τοῦ δικαίου ἀπολογήσασθαι, ὅτι οὐκ ἦν μέθης οὐδὲ πάθους ἐπιθυμία τὸ γινόμενον, ἀλλὰ δι᾽ ἀμφοτέρων ἰᾶτο τὸ ἕλκος. Τοῦτο γὰρ καὶ ὁ Σολομὼν ἔλεγε· Δότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύναις.

Διὰ τοῦτο πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα ἐν τοῖς ἐπικηδείοις, ὅταν τις παιδίον ἢ γυναῖκα ἀποβάλῃ, ἐπειδὴ τὸ πάθος τυραννεῖ, ἐπειδὴ ἀθυμία περιγίνεται, ἐπειδὴ κρατεῖ τὸ συνειδὸς, λαμβάνει φίλους εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ συμπόσιον δαψιλὲς ποιεῖ, καὶ οἶνος ἄκρατος δίδοται τῷ λυπουμένῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος. Τοῦτο ἔπαθε καὶ ὁ γέρων ἐκεῖνος τότε. Ὑπὸ γὰρ τῆς ἀθυμίας τυραννούμενος, καθάπερ φαρμάκῳ τῷ οἴνῳ ἐχρήσατο, καὶ ἀπὸ τοῦ οἴνου δέδωκεν ἑαυτὸν τῷ ὕπνῳ. Ἵνα δὲ μάθητε πόθεν ἡ δουλεία ἐδόθη, μετὰ μικρὸν εἰσελθὼν ὁ ἐπικατάρατος ἐκεῖνος υἱὸς αὐτοῦ, υἱὸς μὲν αὐτοῦ τῇ φύσει, οὐχ υἱὸς δὲ προαιρέσει (πάλιν δὲ λέγω εὐγένειαν, οὐ προγόνων περιφάνειαν, ἀλλὰ τρόπον ἀρετῆς)· εἰσελθὼν ὁ υἱὸς εἶδε τὴν γύμνωσιν τοῦ πατρός. Δέον περιστεῖλαι, δέον περικαλύψαι διὰ τὸ γῆρας, διὰ τὸ πένθος, διὰ τὴν συμφορὰν, διὰ τὸ πατέρα αὐτοῦ εἶναι· ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε καὶ ἐξετραγῴδησεν.

Οἱ δὲ ἄλλοι αὐτοῦ ἀδελφοὶ λαβόντες πάλλιον ὀπισθοφανῶς, ἵνα μὴ ἴδωσι τὰ παρ᾽ ἐκείνου ἐκπομπευόμενα, εἰσελθόντες ἐκάλυψαν τὸν πατέρα. Ἀναστὰς δὲ ὁ πατὴρ, ἔγνω πάντα, καὶ ἄρχεται λέγειν· Ἐπικατάρατος Χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Δοῦλος ἔσῃ, ὅτι ἐξεπόμπευσας τὴν ἀσχημοσύνην τοῦ πατρός σου. Ὁρᾷς ὅτι ἀπὸ ἁμαρτίας ἡ δουλεία, καὶ ἡ πονηρία τὴν δουλείαν εἰσήγαγε; Βούλει δείξω σοι ἐλευθερίαν ἀπὸ δουλείας;

Ἐγένετό τις Ὀνήσιμος οἰκέτης, κατάπτυστος δραπέτης· οὗτος ἔφυγε, καὶ ἀπῆλθε πρὸς τὸν Παῦλον, ἔτυχε τοῦ βαπτίσματος, ἀπελούσατο τὰ ἁμαρτήματα, παρέμενεν αὐτοῦ τοῖς ποσί· γράφει Παῦλος πρὸς τὸν δεσπότην αὐτοῦ· Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον, νῦν δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Τί γὰρ ἐγένετο; Ὃν ἐγὼ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.

ηʹ. Εἶδες εὐγένειαν, εἶδες τρόπον παρέχοντα ἐλευθερίαν; Δοῦλος γὰρ καὶ ἐλεύθερος, ὀνόματά ἐστιν ἁπλῶς. Τί ἐστι δοῦλος; Ὄνομα ψιλόν. Πόσοι δεσπόται ἐπὶ στιβάδος κεῖνται μεθύοντες, οἰκέται δὲ παρεστήκασι νήφοντες! Τίνα καλέσω δοῦλον; τὸν νήφοντα, ἢ τὸν μεθύοντα; τὸν δοῦλον ἀνθρώπου, ἢ τὸν αἰχμάλωτον πάθους; Ἐκεῖνος τὴν δουλείαν ἔξωθεν ἔχει, οὗτος τὴν αἰχμαλωσίαν ἔνδοθεν περιφέρει. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἔχητε γνώμην διακονοῦσαν τῶν πραγμάτων τῇ φύσει, καὶ μὴ ἀπάγησθε τῇ τῶν πολλῶν ἀπάτῃ, ἀλλ᾽ εἰδῆτε, τί δοῦλος, τί πένης, τί δυσγενὴς, τί μακάριος, τί πάθος. Ἐὰν γὰρ μάθητε ταῦτα διακρίνειν, οὐδένα ὑποστήσεσθε θόρυβον. Ἀλλ᾽ ἵνα μὴ τὸ πάρεργον τοῦ λόγου πλέον γενόμενον ἀπάγῃ τὸν λόγον, ἐχώμεθα τῆς ὑποθέσεως. Οὗτος τοίνυν ὁ πλούσιος, λοιπὸν δὲ πένης· μᾶλλον γὰρ ἡνίκα ἐπλούτει, πένης ἦν. Τί γὰρ ὄφελος ἀνθρώπῳ ἀλλότρια ἔχοντι, καὶ τὰ ἑαυτοῦ οὐκ ἔχοντι;