Ἀπεῤῥίφη τὰ προσωπεῖα, ἀπῆλθεν ἡ ἀπάτη, ἐδείχθη ἡ ἀλήθεια· καὶ εὑρίσκεται ὁ ἔνδον ἐλεύθερος, ἔξω δοῦλος· ὅπερ γὰρ εἶπον, ἔσω μὲν ἡ ἀπάτη, ἔξω δὲ ἡ ἀλήθεια· κατέλαβεν δὲ ἡ ἑσπέρα· ἐλύθη τὸ θέατρον, ἐφάνη ἡ ἀλήθεια)· οὕτω καὶ ἐν τῷ βίῳ καὶ ἐν τῷ τέλει· τὰ παρόντα θέατρον, τὰ πράγματα ὑπόκρισις, πλοῦτος καὶ πενία, καὶ ἄρχων καὶ ἀρχόμενος, καὶ ὅσα τοιαῦτα· ὅταν δὲ ἀποβληθῇ ἡ ἡμέρα ἐκείνη, καὶ ἔλθῃ ἡ νὺξ ἐκείνη ἡ φοβερὰ, μᾶλλον δὲ ἡ ἡμέρα, νὺξ μὲν τοῖς ἁμαρτωλοῖς, ἡμέρα δὲ τοῖς δικαίοις· ὅταν λυθῇ τὸ θέατρον, ὅταν ῥιφῇ τὰ προσωπεῖα, ὅταν δοκιμάζηται ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, οὐχ ἕκαστος καὶ ὁ πλοῦτος αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ ἀρχὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ τιμὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ δυναστεία αὐτοῦ, ἀλλ᾽ ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, καὶ ἄρχων, καὶ βασιλεὺς, καὶ γυνὴ, καὶ ἀνὴρ, ὅτε ἡμᾶς βίον ἀπαιτεῖ καὶ πράξεις ἀγαθὰς, οὐκ ἀξιωμάτων ὄγκον, οὐ πενίας εὐτέλειαν, οὐ καταφρονήσεως τυραννίδα· ἐμοὶ ἔργα δὸς, κἂν δοῦλος ᾖς, τοῦ ἐλευθέρου ἀμείνων, κἂν γυνὴ ᾖς, τοῦ ἀνδρὸς ἀνδρειοτέρα· ἐπειδὰν ῥιφῇ τὰ προσωπεῖα, τότε φαίνεται καὶ ὁ πλούσιος, καὶ ὁ πένης· καὶ ὥσπερ ὧδε ἐπειδὰν λυθῇ τὸ θέατρον, καί τις ἡμῶν ἄνω καθήμενος ἴδῃ τὸν ἔσω φιλόσοφον, ἔξω χαλκότυπον, λέγει· Οὐὰ, οὗτος οὐκ ἦν ἔσω φιλόσοφος; ἔξω χαλκότυπον ὁρῶ· οὗτος οὐκ ἔσω βασιλεύς; ἔξω εὐτελῆ τινα ὁρῶ· οὗτος οὐκ ἦν ἔνδον πλούσιος;