Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου), τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ᾽ ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ᾽ ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ᾽ ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ· καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν τοῦ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις;