Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Ζ΄: Η στενή και η πλατιά οδός, το μέγα χάσμα και η τελική δικαίωση

Αναλύονται οι ευαγγελικές οδοί με άξονα τους πρωταγωνιστές της παραβολής. Εξετάζεται η μάταιη ικεσία του πλουσίου, η φύση του αγεφύρωτου χάσματος και παρέχεται τελική νουθεσία προς αποφυγήν της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 16

Κἂν τοῦτο ποιήσωμεν, ταχεῖαν ἡμῖν τὴν συγχώρησιν ἐπαγγέλλεται· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ταῦτα τοίνυν εἰδότες, μὴ καταφρονῶμεν τοῦ οὕτω φιλανθρώπου Δεσπότου, ἀλλὰ περιγινώμεθα τῆς συνηθείας τῆς ἐπιβλαβοῦς· καὶ μὴ τὴν πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν βαδίζωμεν· καθάπερ σήμερον ἠκούσατε τοῦ κοινοῦ πάντων Δεσπότου παραινοῦντος ἐν τῷ Εὐαγγελίῳ, καὶ λέγοντος· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς. Ἀκούσας πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν, μὴ τοῖς προοιμίοις ἀπατηθῇς, μηδὲ, ὅτι πολλοὶ εἰσέρχονται δι᾽ αὐτῆς, τοῦτο ἴδῃς, ἀλλ᾽ ἐννόει ὅτι εἰς στενὸν καταστρέφει τέλος. Κἀκεῖνο δὲ συνετῶς λογίζου, ὅτι οὐ περὶ αἰσθητῆς πύλης ἐστὶν ὁ λόγος, οὐδὲ περὶ ὁδοῦ ἁπλῶς, ἀλλὰ περὶ πάσης τῆς ζωῆς τῆς ἡμετέρας, καὶ περὶ ἀρετῆς καὶ κακίας ἐστὶν ἡ παραίνεσις.

Διά τοι τοῦτο καὶ ἀρχόμενος οὕτως ἤρξατο λέγων, Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τὴν τῆς ἀρετῆς πύλην οὕτω καλῶν. Εἶτα εἰπὼν, ὅτι Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, διδάσκει ἡμᾶς λοιπὸν τὴν αἰτίαν, δι᾽ ἣν τοῦτο παραινεῖ. Εἰ γὰρ καὶ στενὴ, φησὶν, αὕτη, καὶ πολὺν ἔχει τὸν κάματον ἐν τῇ εἰσόδῳ, ἀλλ᾽ ἐὰν μικρὸν κάμητε, εἰς πολὺ πλάτος ἐκβήσεσθε καὶ εὐρυχωρίαν πολλὴν τὴν ἄνεσιν δυναμένην ὑμῖν παρασχεῖν. Μὴ τοίνυν ὅτι στενή ἐστι, φησὶν, ἴδητε, μηδὲ τὰ προοίμια ὑμᾶς θορυβείτω, μηδὲ τὸ στενὸν τῆς εἰσόδου ὀκνηροὺς ἀπεργαζέσθω· ἡ γὰρ πλατεῖα αὕτη πύλη, καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ἀπώλειαν καταστρέφει. Διὸ καὶ πολλοὶ τῇ ἀρχῇ καὶ τοῖς προοιμίοις ἀπατώμενοι, καὶ οὐδὲν τῶν μελλόντων προορώμενοι, εἰς τὴν ἀπώλειαν ἑαυτοὺς ἐκδιδόασι. Διὰ τοῦτό φησιν, ὅτι Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς. Καὶ καλῶς αὐτὴν πλατεῖαν πύλην ἐκάλεσε, καὶ εὐρύχωρον ὁδὸν τὴν ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν.

Οἱ γὰρ ἐπὶ τὰς ἱπποδρομίας ἀναβαίνειν σπεύδοντες, καὶ τὰς ἄλλας τὰς σατανικὰς θεωρίας, καὶ τῆς σωφροσύνης ἀμελοῦντες, καὶ τῆς ἀρετῆς οὐδένα λόγον ποιούμενοι, καὶ ἀσελγαίνειν βουλόμενοι, καὶ οἱ τῇ τρυφῇ καὶ τῇ γαστριμαργίᾳ ἑαυτοὺς ἐκδιδόντες, καὶ περὶ τὴν τῶν χρημάτων μανίαν καὶ λύτταν καθ᾽ ἑκάστην ἡμέραν δαπανώμενοι, καὶ πρὸς τὰ τοῦ παρόντος βίου πράγματα κεχηνότες, διὰ τῆς πλατείας πύλης βαδίζουσι καὶ εὐρυχώρου ὁδοῦ· ἀλλ᾽ ἐπειδὰν ἐπὶ πολὺ προέλθωσι, καὶ πολλὰ τῶν ἁμαρτημάτων ἑαυτοῖς τὰ φορτία συνάξωσι, καταδαπανώμενοι, ἐλθόντες εἰς τὸ τῆς ὁδοῦ τέλος, οὐκέτι περαιτέρω προελθεῖν δύνανται, τῆς στενότητος τῆς ὁδοῦ πιεζούσης αὐτοὺς, διὰ τὸ μὴ δύνασθαι τῷ ὄγκῳ τῷ ἁμαρτημάτων βαρυνομένους ταύτην διελθεῖν· διὸ ἀνάγκη εἰς αὐτὸν τῆς ἀπωλείας τὸν κρημνὸν αὐτοὺς καταστρέψαι. Ποῖον οὖν ὄφελος, εἰπέ μοι, πρὸς ὀλίγον τὴν εὐρύχωρον βαδίσαντας, ἐν διηνεκεῖ ἀπωλείᾳ γενέσθαι, καὶ ὄναρ, ὡς εἰπεῖν, τρυφήσαντας, ἐν ἀληθείᾳ κολάζεσθαι;

Ὅπερ γάρ ἐστι μιᾶς νυκτὸς ὄναρ, τοῦτο ἅπας ὁ παρὼν βίος πρὸς τὴν διαδεξομένην ἡμᾶς κόλασιν καὶ τιμωρίαν. Μὴ γὰρ, ἵνα ἁπλῶς ἀναγινώσκωμεν, ταῦτα γέγραπται; Διὰ τοῦτο ἡ τοῦ Πνεύματος χάρις γραφῇ τοὺς τοῦ Κυρίου λόγους παραδοθῆναι πεποίηκεν, ἵνα προφυλακτικὰ τῶν παθῶν τῶν ἡμετέρων φάρμακα ἐντεῦθεν λαμβάνοντες, τὴν ἐπηρτημένην κόλασιν διαφυγεῖν δυνηθῶμεν. Διὰ τοῦτο καὶ τότε κατάλληλα τοῖς τραύμασιν αὐτῶν τὰ φάρμακα ἐπιτιθεὶς ὁ Δεσπότης ἡμῶν Χριστὸς ἔλεγε παραινῶν· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης. Στενὴν δὲ αὐτὴν ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει στενὴ τυγχάνει, ἀλλ᾽ ἐπειδὴ ἡ γνώμη ἡ ἡμετέρα πρὸς ῥᾳθυμίαν μᾶλλον ῥέπουσα, στενὴν αὐτὴν εἶναι νομίζει. Οὐδὲ γὰρ ἵνα ἀποστρέψῃ ἡμᾶς, διὰ τοῦτο στενὴν αὐτὴν ὠνόμασεν, ἀλλ᾽ ἵνα τὸ πλάτος τῆς ἑτέρας φυγόντες καὶ ἐκ τοῦ τέλους ἑκάστην καταμαθόντες, οὕτω ταύτην μᾶλλον ἑλώμεθα.

γʹ. Ἀλλ᾽ ἵνα πᾶσιν ὁ λόγος εὐσύνοπτος γένηται, φέρε, εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον τοὺς διὰ τῆς πλατείας πύλης εἰσελθόντας καὶ διὰ τῆς εὐρυχώρου βαδίσαντας, καὶ ἴδωμεν οἷον αὐτοὺς ἐδέξατο τέλος, καὶ τοὺς διὰ τῆς στενῆς πύλης εἰσελθόντας καὶ τεθλιμμένης ὁδοῦ, καὶ καταμάθωμεν καὶ τούτους οἷα ἐδέξαντο τὰ ἀγαθά. Ἕνα τοίνυν τῶν διὰ ταύτης τῆς πύλης εἰσελθόντων τῆς πλατείας, καὶ ἕνα τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βαδισάντων εἰς μέσον ὑμῖν προθέντες, δείξωμεν τῶν παρὰ τοῦ Κυρίου εἰρημένων τὴν ἀλήθειαν, αὐτῇ πάλιν τῇ τοῦ Κυρίου παραβολῇ χρησάμενοι. Τίς οὖν ἐστιν ὁ διὰ τῆς πλατείας πύλης εἰσελθὼν, καὶ τὴν εὐρύχωρον ὁδὸν βαδίσας;

Πρότερον γὰρ προσήκει δεῖξαι τίς οὗτός ἐστι, καὶ πόσον μῆκος ὥδευσεν ὁδοῦ τῇ πλατείᾳ βαδίζων, καὶ τότε φανερὸν ὑμῖν ποιῆσαι, εἰς οἷον κατέστρεψε τέλος. Καὶ οἶδα μὲν, ὅτι συνετοὶ ὄντες ἤδη συνήκατε τὸ μέλλον ῥηθήσεσθαι· ἀλλ᾽ ὅμως καὶ ἡμᾶς ἀναγκαῖον εἰπεῖν.

Ἀναμνήσθητέ μοι τοῦ πλουσίου ἐκείνου, τοῦ καθ᾽ ἑκάστην ἡμέραν τὴν πορφύραν καὶ τὰ βύσσινα ἐνδιδυσκομένου, καὶ λαμπρῶς ἑστιωμένου, καὶ παρασίτους καὶ κόλακας τρέφοντος, καὶ πολὺν τὸν ἄκρατον ἐγχεομένου, καὶ γαστριζομένου καθ᾽ ἑκάστην ἡμέραν, καὶ τῇ τρυφῇ τῇ πολλῇ ἑαυτὸν ἐκδεδωκότος, καὶ διὰ τῆς πλατείας πύλης εἰσελθόντος, καὶ ἐν ἡδονῇ καὶ εὐθυμίᾳ βιωτικῇ διηνεκῶς τυγχάνοντος. Πάντα γὰρ αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, θεραπεία πολλὴ, τρυφὴ ἄφατος, σώματος ὑγεία, χρημάτων περιουσία, τιμὴ παρὰ τῶν πολλῶν, αἱ παρὰ τῶν κολάκων εὐφημίαι, καὶ οὐδὲν ἦν αὐτῷ τέως τὸ λυποῦν. Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν τοσαύτῃ κραιπάλῃ καὶ ἀδηφαγίᾳ διημερεύων, οὐ μόνον ὑγείας ἀπήλαυσε σωματικῆς καὶ ἀδείας πάσης, ἀλλὰ καὶ τὸν πένητα Λάζαρον ἐπὶ τοῦ πυλῶνος κατακείμενον καὶ ἡλκωμένον καὶ ὑπὸ τῶν κυνῶν κυκλούμενον καὶ διαλειχόμενον καὶ λιμῷ τηκόμενον ἀνηλεῶς παρέτρεχεν, οὐδὲ ψιχίων αὐτῷ μεταδιδούς.

Καὶ ὁ μὲν διὰ τῆς πύλης τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ὁδὸν ἐβάδιζε, τὴν τῆς τρυφῆς, τὴν τῆς ἀκολασίας, τὴν τοῦ γέλωτος, τὴν τῆς ἀνέσεως, τὴν τῆς γαστριμαργίας, τὴν τῆς μέθης, τῆς τῶν χρημάτων περιβολῆς, τῆς ἐν τῇ ἐσθῆτι βλακείας.

Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ὁδὸν ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβὼν, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ ἀεὶ δι᾽ εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν. Οὐδαμοῦ σκόπελοι, οὐδαμοῦ κρημνοὶ, οὐδαμοῦ ὕφαλοι σπιλάδες, οὐδαμοῦ ναυάγιον, οὐδαμοῦ ἀνώμαλος μεταβολὴ, ἀλλὰ διηνεκῶς στερεὰν καὶ ἰσόπεδον ὁδεύων, οὕτω τὸν παρόντα βίον διέδραμε, καθ᾽ ἑκάστην τὴν ἡμέραν ὑπὸ τῶν κυμάτων τῆς κακίας καταποντιζόμενος, καὶ οὐ λαμβάνων αἴσθησιν· καθ᾽ ἑκάστην ἡμέραν σπαραττόμενος ὑπὸ τῶν ἀτόπων ἐπιθυμιῶν, καὶ μᾶλλον ἡδόμενος· διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος, ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρύχωρον ὁδὸν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος, ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων. Ἡ γὰρ ἐν πᾶσι τοῖς βιωτικοῖς εὐημερία καταβαπτίσασα αὐτοῦ τὸν λογισμὸν, ἐτύφλωσε τὸ ὄμμα τῆς διανοίας, καὶ καθάπερ πεπηρωμένος λοιπὸν τὰς ὄψεις, οὕτως ἐβάδιζεν, οὐκ εἰδὼς ποῦ φέρεται· τάχα δὲ οὐδὲ ἔννοιαν ἐλάμβανε τῆς ἀνθρωπίνης φύσεως, ὁρῶν ἑαυτὸν οὐδεμίαν δυσκολίαν ὑπομένοντα.

Οὐδὲ γὰρ ἐτρύφα μόνον, ἀλλὰ καὶ ἐπλούτει· οὐδὲ ἐπλούτει μόνον, ἀλλὰ καὶ ὑγείας σώματος ἀπήλαυεν· οὐδὲ ὑγείας σώματος ἀπήλαυε μόνον, ἀλλὰ καὶ θεραπείας, καὶ οὐ θεραπείας μόνον πολλῆς, ἀλλὰ καὶ ἐπιῤῥέοντα ὥσπερ ἐκ πηγῶν αὐτῷ πάντα ὁρῶν, ἐν ἡδονῇ διῆγε διηνεκεῖ. Εἴδετε, ἀγαπητοὶ, τὸν διὰ τῆς πλατείας πύλης εἰσελθόντα, καὶ τὴν εὐρύχωρον ὁδὸν δι᾽ ὅλου βαδίσαντα, ὅσης ἀνέσεως ἀπήλαυεν;

Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων πρὸ τοῦ τέλους μακαρίσαι αὐτὸν ἀνάσχηται, ἀλλὰ ἀναμεινάτω τῶν πραγμάτων τὸ τέλος, καὶ τότε οἴσει τὴν ψῆφον. Εἰ δοκεῖ τοίνυν, καὶ τὸν διὰ τῆς στενῆς πύλης εἰσελθόντα, καὶ τὴν τεθλιμμένην ὁδὸν ὁδεύσαντα παραγάγωμεν εἰς μέσον, καὶ οὕτω τὸ τέλος ἀμφοτέρων θεασάμενοι, τὴν προσήκουσαν περὶ ἑκάστου ψῆφον οἴσομεν. Τίνα δὲ ἄλλον ἔχομεν νῦν παραγαγεῖν, ἢ τὸν Λάζαρον, τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ πλουσίου κατακείμενον, καὶ ὑπὸ τῶν ἑλκῶν ἐκείνων πολιορκούμενον, καὶ ὁρῶντα τὰς γλώσσας τῶν κυνῶν ψαυούσας αὐτοῦ τῶν τραυμάτων, καὶ μηδὲ ἀπελάσαι τούτους ἰσχύοντα;

Καθάπερ γὰρ ἐκεῖνος διὰ τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ἐβάδιζεν· οὕτω δὴ καὶ ὁ μακάριος οὗτος (μακάριον γὰρ αὐτὸν ἤδη καλῶ διὰ τῆς στενῆς εἰσελθεῖν ἑλόμενον) εἰσῆλθε διὰ τῆς στενῆς πύλης τῆς ἀπεναντίας ἐκείνης πάντα ἐχούσης. Καθάπερ ἐκεῖνος διηνεκῶς ἐτρύφα, οὕτω καὶ οὗτος λιμῷ παλαίων διετέλει.

Καὶ ἐκεῖνος μὲν μετὰ τῆς τρυφῆς καὶ ὑγείας σώματος ἀπήλαυε καὶ χρημάτων περιουσίας, καὶ ἐν γαστριμαργίᾳ καὶ μέθῃ διημερεύων κατεδαπανᾶτο· οὗτος δὲ μετὰ τοῦ λιμοῦ καὶ ἐσχάτῃ πενίᾳ περιβεβλημένος καὶ νόσῳ διηνεκεῖ καὶ ἕλκεσιν ἀφορήτοις, οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, ἀλλὰ τῶν ψιχίων ἐπεθύμει τῶν ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδὲ τούτων ἠξίωτο.

Εἶδες πῶς διὰ τῆς στενῆς πύλης οὗτος εἰσελθὼν, τὴν τεθλιμμένην ὁδὸν διηνεκῶς ἐβάδιζεν; εἶδες πῶς ἐκεῖνος διὰ τῆς πλατείας πύλης καὶ τῆς εὐρυχώρου ὁδοῦ ἐπορεύετο; Ἀλλ᾽ ἴδωμεν λοιπὸν ἑκατέρων τὸ τέλος, καὶ πῶς μὲν ἐκεῖνος εἰς στενὸν κατέστρεψε τέλος, πῶς δὲ οὗτος εἰς πλατὺ καὶ πολλῆς ἀνέσεως γέμον· ἵνα ταῦτα μαθόντες ἀκριβῶς, μὴ τὴν εὐρύχωρον ἐκ παντὸς τρόπου διώκωμεν ὁδὸν, μηδὲ διὰ τῆς πλατείας πύλης εἰσέρχεσθαι σπουδάζωμεν, ἀλλὰ τὴν στενὴν πύλην μεταδιώκωμεν, καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζωμεν, ἵνα εἰς χρηστὸν καὶ ἀνέσεω, γέμον τέλος καταντῆσαι δυνηθῶμεν.

Ἐπειδὴ γὰρ τὸ τέλος τῆς ἑκάστου ζωῆς ἔφθασεν, ὅρα τί φησι περὶ τοῦ τὴν τεθλιμμένην ὁδεύοντος πρότερον. Ἐγένετο δὲ, φησὶν, ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ. Τάχα οἱ ἄγγελοι ἀπῆγον αὐτὸν προηγούμενοι καὶ δορυφοροῦντες, καὶ εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὰς πολλὰς ἐκείνας θλίψεις καὶ τὴν στενὴν ὁδοιπορίαν ἀποκαθιστῶντες. Εἶδες ὅσον τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ τὸ πλάτος ἐν τῷ τέλει φαίνεται; Ὅρα λοιπὸν καὶ τῆς εὐρυχώρου ὁδοῦ τὰ ὀλέθρια τέλη. Ἀπέθανε, φησὶ, καὶ ὁ πλούσιος, καὶ ἐτάφη. Οὐδεὶς ὁ προηγούμενος, οὐδεὶς ὁ δορυφορῶν, οὐδεὶς ὁ ὁδηγῶν, καθάπερ τὸν Λάζαρον. Ἐπειδὴ γὰρ ἐν τῇ εὐρυχώρῳ ὁδῷ τούτων ἁπάντων ἀπήλαυε, καὶ πολλοὺς ἔσχε τοὺς δορυφοροῦντας, τοὺς θεραπεύοντας, τοὺς κόλακας λέγω, τοὺς παρασίτους, ἡνίκα πρὸς τὸ τέλος ἔφθασε, γυμνὸς καὶ ἔρημος ἁπάντων γέγονε μετὰ τὰς πολλὰς ἐκείνας ἀνέσεις, μᾶλλον δὲ μετὰ τὴν βραχεῖαν ἐκείνην ἄνεσιν καὶ εὐημερίαν. Ἅπας γὰρ ὁ παρὼν βίος βραχὺς, τῷ μέλλοντι αἰῶνι συγκρινόμενος. Μετὰ τὴν βραχεῖαν τοίνυν ἄνεσιν, ἧς ἀπήλαυσε τὴν εὐρύχωρον ὁδὸν βαδίζων, τὸ τῆς στενοχωρίας καὶ τῆς θλίψεως χωρίον αὐτὸν ἐδέξατο.

Καὶ ἐκεῖνος μὲν ἐν τοῖς κόλποις τοῦ πατριάρχου ἐπανεπαύετο, τῶν πόνων καὶ τῆς πολλῆς ταλαιπωρίας τὰς ἀμοιβὰς ἀπολαμβάνων, καὶ μετὰ τὸν λιμὸν καὶ τὰ ἕλκη καὶ τὴν ἐν τῷ πυλῶνι κατάκλισιν, τῆς ἀποῤῥήτου ἐκείνης ἀνέσεως καὶ οὐδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης μετεῖχεν· οὗτος δὲ μετὰ τὴν τρυφὴν καὶ ἄνεσιν καὶ γαστριμαργίαν τὴν πολλὴν καὶ τὴν μέθην εἰς τὴν ἀπαραίτητον κόλασιν ἐκείνην καταντήσας ἀπετηγανίζετο. Καὶ ἵνα ἑκάτερος αὐτῶν διὰ τῶν πραγμάτων μάθῃ, ὁ μὲν τῆς στενῆς ὁδοῦ τὸ κέρδος, ὁ δὲ τῆς εὐρυχώρου τὴν ζημίαν καὶ τὸν ὄλεθρον, ἀπὸ πολλοῦ τοῦ διαστήματος ἀλλήλους ὁρῶσιν. Ἄκουε δὲ πῶς· Καὶ ἐν τῷ ᾅδῃ, φησὶν, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Ἐμοὶ δὲ δοκεῖ, ὅτι θεασάμενος τὴν ἀθρόαν οὕτω τῶν πραγμάτων μεταβολὴν, καὶ τὸν μὲν ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, καὶ ταῖς γλώσσαις τῶν κυνῶν προκείμενον, τοσαύτης ἀπολαύοντα τῆς παῤῥησίας, καὶ τοῖς κόλποις τοῦ πατριάρχου ἐνδιαιτώμενον, ἑαυτὸν δὲ τοσαύτῃ αἰσχύνῃ περιβεβλημένον, καὶ μετὰ ταύτης καὶ ὑπὸ τοῦ πυρὸς ἀποτηγανιζόμενον, πλείονα τῆς ὀδύνης τὴν αἴσθησιν ἐλάμβανεν.

Ὁρῶν τοιγαροῦν εἰς τὸ ἐναντίον τὰ πράγματα μεταστάντα, καὶ αὐτὸν μὲν, ὡς εἰπεῖν, ἐν ὀνείρῳ καὶ σκιᾷ τρυφήσαντα, καὶ νῦν τὴν ἀφόρητον κόλασιν ὑπομένοντα, καὶ μετὰ τὴν εὐρύχωρον ὁδὸν καὶ τὴν πλατεῖαν πύλην εἰς οὕτω στενὸν καταστρέψαντα τέλος· ἐπ᾽ ἐκείνου δὲ τὰ ἐναντία συμβεβηκότα, καὶ διὰ τὴν ἐνταῦθα ὑπομονὴν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν αὐτὸν ἀπολαύοντα· καὶ ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ τῇ πείρᾳ μαθὼν τὴν ἀπάτην, ἣν ὑπέμεινε δι᾽ ὅλου τὴν εὐρύχωρον ὁδὸν ἑλόμενος, ἱκετηρίαν τίθησι πρὸς τὸν πατριάρχην, καὶ ἐλεεινὰ φθέγγεται ῥήματα, καὶ δακρύων γέμοντα.

Καὶ ὁ πρὸ τούτου μηδὲ ἐπιστρεφόμενος, μηδὲ ἰδεῖν ἀνεχόμενος τὸν Λάζαρον, τὸν πένητα, τὸ ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, ἀλλὰ καὶ βδελυττόμενος αὐτὸν, ὡς εἰπεῖν, διὰ τὴν τῶν ἑλκῶν δυσωδίαν, καὶ τὴν οἰκείαν βλακείαν, ἐν ᾗ διηνεκῶς τρυφῶν διῆγε, νῦν ἱκετεύει τὸν πατριάρχην, καί φησι· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ἱκανὰ τὰ ῥήματα εἰς οἶκτον ἀφελκύσασθαι· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ὤνησέ τι πλέον· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις καὶ ἡ παράκλησις οὐκ ἐν καιρῷ τῷ δέοντι γινομένη. Πέμψον, φησὶ, τὸν Λάζαρον ἐκεῖνον, τὸν πένητα, ὃν πρὸ τούτου ἐβδελυττόμην, ᾧ τῶν ψιχίων οὐ μετεδίδουν· ἐκείνου δέομαι νῦν, καὶ τὸν δάκτυλον ἐκεῖνον ἐπιζητῶ, ὂν οἱ κύνες ἔλειχον. Εἶδες πῶς συνέστειλεν αὐτὸν ἡ τιμωρία; εἶδες πῶς εἰς στενὸν τέλος κατήντησεν ἡ εὐρύχωρος ὁδός; Καὶ οὐ ποιεῖται πρὸς τὸν Λάζαρον τὴν ἱκετηρίαν, ἀλλὰ πρὸς τὸν πατριάρχην. Εἰκότως· οὐδὲ γὰρ Ἀντιβλέψαι ἐτόλμα τῷ πένητι. Ἐνενόει γὰρ, οἶμαι, τὴν οἰκείαν ἀπανθρωπίαν, καὶ τὸ ἀνηλεὲς λογιζόμενος ὅπερ εἰς αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιοῦν. Διά τοι τοῦτο οὐδὲ πρὸς αὐτὸν ποιεῖται τὴν παράκλησιν, ἀλλὰ τὸν πατριάρχην ἱκετεύει. Ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἐκέρδανέ τι πλέον.

Τοσοῦτον κακόν ἐστιν ἡ ἀκαιρία, καὶ τὸ τὸν δεδομένον ἡμῖν τῆς ζωῆς καιρὸν παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας εἰς τὴν τῆς ἡμετέρας σωτηρίας ὑπόθεσιν προδιδόναι. Ποῖον γὰρ ἀδάμαντα οὐκ ἂν κατέκαμψε ταῦτα τὰ ῥήματα, καὶ εἰς οἶκτον καὶ συμπάθειαν ἤγαγεν;

Ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ὁ πατριάρχης ἐπινεύει τῇ αἰτήσει, ἀλλ᾽ ἀποκρίσεως μὲν αὐτὸν ἀξιοῖ, διδάσκει δὲ αὐτὸν ὅτι αὐτὸς ἑαυτῷ αἴτιος τούτων ἐγένετο τῶν κακῶν, Φησὶ γὰρ πρὸς αὐτὸν ὁ πατριάρχης· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὁ μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ὑμῶν καὶ ἡμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι. Φοβερὰ τὰ εἰρημένα, καὶ ἱκανὰ καθικέσθαι τῶν νοῦν ἐχόντων. Ἵνα γὰρ διδάξῃ αὐτὸν, ὅτι αὐτὸς μὲν τὴν οἰκείαν εὐσπλαγχνίαν περὶ αὐτὸν ἐπιδείκνυσι, καὶ εἰς οἶκτον ἐπικάμπτεται, ὁρῶν αὐτοῦ τῆς κολάσεως τὴν ἐπίτασιν, οὐδὲν δὲ πλέον αὐτῷ εἰς παραμυθίαν ἐνεγκεῖν δύναται, μονονουχὶ ἀπολογούμενος αὐτῷ φησιν, ὅτι Ἐβουλόμην χεῖρά σοι ὀρέξαι, καὶ ἐπικουφίσαι σου τὰς ἀλγηδόνας, καὶ τῶν τιμωριῶν ὑποτέμνεσθαι τὸ σφοδρὸν, ἀλλὰ προλαβὼν αὐτὸς ταύτης ἀπεστέρησας ἑαυτὸν τῆς παραμυθίας· διὰ τοῦτό φησι· Τέκνον, μνήσθητι. Ὅρα τοῦ πατριάρχου τὴν ἀγαθότητα· τέκνον αὐτὸν καλεί, Ἀλλὰ τοῦτο μὲν τὴν ἡμερότητα τὴν αὐτοῦ ἐμφῆναι δύναται, οὐδεμίαν δὲ αὐτῷ βοήθειαν παρέχει διὰ τὸ ὑφ᾽ ἑαυτοῦ αὐτὸν προδίδοσθαι.

Τέκνον, φησὶ, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· εἰς ἔννοιαν ἐλθὲ τῶν παρελθόντων, μὴ ἐπιλάθῃ πόσης τρυφῆς ἀπήλαυσας, πόσης ἀνέσεως, πόσης φαντασίας, πῶς ἐν γαστριμαργίᾳ καὶ μέθῃ πάντα τὸν βίον διετέλεσας, ἐν ἐκείνοις νομίζων εἶναι πάντα τὸν αἰῶνα, καὶ ἐκεῖνα ὁριζόμενος εἶναι τὰ ἀγαθά. Ἀπὸ τῆς ψήφου τῆς αὐτοῦ τὴν ἀπόκρισιν πρὸς αὐτὸν ἐποιήσατο. Οὐδὲν γὰρ ἐκεῖνος ὑψηλὸν φανταζόμενος, οὐδὲ τὰ μέλλοντα αὐτὸν διαδέχεσθαι κακὰ πρὸ τῶν ὀφθαλμῶν ἔχων, ἐκεῖνα ἀγαθὰ εἶναι ἐνόμιζε.

εʹ. Τοῦτο γὰρ καὶ νῦν ἔθος λέγειν τοῖς πολλοῖς τοῖς περὶ τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐπτοημένοις, ὅτι Πολλὰ ἀγαθὰ ἐσχήκαμεν, ὅταν βούλωνται ἀνάξαι τῆς πολλῆς τρυφῆς τὴν ἐπίτασιν. Μὴ κάλει ταῦτα ἁπλῶς ἀγαθὰ, ἄνθρωπε, ἐννοῶν ὅτι ταῦτα μὲν ἐδόθη παρὰ τοῦ Δεσπότου, ἵνα τῆς συμμετρίας ἀπολαύοντες, τὴν σύστασιν ἔχωμεν τῆς ζωῆς, καὶ τὴν ἀσθένειαν διακρατῶμεν τοῦ σώματος· ἕτερα δέ ἐστι τὰ ὄντως ἀγαθά.

Οὐδὲν γὰρ τούτων ἀγαθὸν, οὐ τρυφὴ, οὐ πλοῦτος, οὐκ ἐσθῆτος πολυτέλεια, ἀλλ᾽ ὄνομα μόνον ἔχει. Τί δὲ λέγω ὄνομα μόνον ἔχει; ταῦτα μὲν οὖν πολλάκις καὶ ὀλέθρου ἡμῖν αἴτια γίνεται, ἐπειδὰν μὴ δεόντως αὐτοῖς χρησώμεθα. Ὁ γὰρ πλοῦτος τότε ἂν γένοιτο ἀγαθὸς τῷ κεκτημένῳ, ὅταν μὴ εἰς τρυφὴν μόνον αὐτὸν ἀναλίσκῃ, μηδὲ εἰς μέθην καὶ τὰς ἐπιβλαβεῖς ἡδονὰς, ἀλλ᾽ ὅταν τῆς τρυφῆς συμμέτρως ἀπολαύων, τὰ λοιπὰ εἰς τὰς τῶν πενήτων διανέμῃ γαστέρας, τότε ἀγαθὸν ὁ πλοῦτος. Εἰ δὲ μέλλοι τις τρυφῇ ἑαυτὸν ἐκδιδόναι καὶ τῇ ἄλλῃ ἀσωτίᾳ, οὐ μόνον οὐδὲν αὐτὸν ὀνίνησιν, ἀλλὰ καὶ εἰς βαθὺν κρημνὸν κατάγει· ὃ δὴ καὶ ὁ πλούσιος οὗτος πέπονθε. Διό φησιν αὐτῷ ὁ πατριάρχης· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἐκεῖνα ἃ ἐνόμιζες εἶναι ὄντως ἀγαθὰ, ταῦτα ἀπέλαβες, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ, οὐκ ἐπειδὴ Λάζαρος αὐτὰ κακὰ ἐνόμιζε, μὴ γένοιτο· ἀλλ᾽ ἀπὸ τῆς ψήφου τοῦ πλουσίου καὶ τοῦτο ἐπήγαγεν. Ἐκεῖνος γὰρ ταύτην παρ᾽ ἑαυτῷ κυρώσας τὴν ψῆφον, τὸν μὲν πλοῦτον καὶ τὴν τρυφὴν καὶ τὴν ἀκολασίαν καὶ τὴν ἄλλην βλακείαν ἀγαθὰ ἐνόμιζε, τὴν δὲ πενίαν καὶ τὸν λιμὸν καὶ τὴν χαλεπὴν ἀῤῥωστίαν κακὰ ὑπώπτευεν.

Ὡς οὖν αὐτὸν ὑπελάμβανες, καὶ τὴν ἐψευσμένην κρίσιν ἐκείνην εἶχες, μνήσθητι ὅτι κατὰ τὴν σὴν ψῆφον καὶ σὺ τὰ ἀγαθὰ ἐκεῖνα ἀπέλαβες, τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύσας ὁδὸν, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ κατὰ τὸν σὸν λόγον, τὴν στενὴν πύλην καὶ τὴν τεθλιμμένην βαδίσας ὁδόν. Ἐπεὶ οὖν σὺ μὲν τὰ προοίμια μόνον εἶδες τῆς ὁδοῦ, οὗτος δὲ καὶ πρὸς τὸ τέλος ἑώρα, οὐδὲν ἀπὸ τοῦ προοιμίου τῆς ὁδοῦ γινόμενος ὀκνηρότερος, διὰ τοῦτο νῦν ἐνταῦθα παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι, καὶ ἀπεναντίας ἀλλήλοις τὸ τέλος κατήντησεν.

Εἴδετε δι᾽ αὐτῶν τῶν πραγμάτων τῆς εὐρυχώρου καὶ πλατείας ὁδοῦ τὸ τέλος, ἐμάθετε τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ ὅπως χρηστὸν τὸ πέρας ἐδέξατο τὸν ταύτην ἑλόμενον· ἀκούσατε δὴ καὶ τὸ φοβερώτερον· Καὶ ἐπὶ πᾶσι, φησὶ, τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν ἐκεῖ μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ λεχθὲν, ἀλλ᾽ ἐννοήσωμεν τῶν λεχθέντων τὴν ἀκρίβειαν, καὶ ὅσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος.

Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ᾽ ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις. Καὶ ἐπὶ πᾶσι τούτοις. Τί ἐστιν, Ἐπὶ πᾶσι τούτοις; Εἰπὼν, ὅτι σὺ μὲν ἅπαντα ἐν τῷ παρόντι βίῳ ἀπέλαβες, ἅπερ ἡγοῦ εἶναι ἀγαθὰ, καὶ ὅτι οὗτος ἀπέλαβεν ἅπερ σὺ ἐνόμιζες εἶναι κακὰ, τοῦτο προσέθηκε, διδάσκων αὐτὸν, ὅτι καὶ ἀκόλουθον ἕκαστον τέλος ἐδέξατο ἐπὶ πᾶσι τοῖς ῥηθεῖσι· σὲ μὲν μετὰ τὸ τῶν ἀγαθῶν ὧν ἐνόμιζες ἀπολαύειν, ἡ θλῖψις καὶ ἡ στενοχωρία καὶ τὸ πῦρ τὸ ἄσβεστον, τοῦτον δὲ μετὰ τὸ προσπαλαῖσαι ἐν διηνεκεῖ τῇ ζωῇ οἷς ἐνόμιζες αὐτὸς εἶναι κακοῖς, ἡ ἄνεσις καὶ ἡ τῶν ἀγαθῶν ἀπόλαυσις καὶ ἡ μετὰ τῶν ἁγίων λῆξις ἐδέξατο.

Ἐπειδὴ τοίνυν τὸ τέλος ἀκόλουθον ἕκαστος εὗρε, καὶ σὲ μὲν ἡ πλατεῖα πύλη καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ταύτην τὴν στενοχωρίαν καταντῆσαι πεποίηκε, τοῦτον δὲ ἡ στενὴ καὶ τεθλιμμένη εἰς ταύτην ἤγαγε τὴν ἄνεσιν, Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται.

Ὅρα τὸν πένητα, τὸν ἡλκωμένον (πάλιν γὰρ ταῦτα λέγω), τῷ πατριάρχῃ συναριθμούμενον, καὶ τῷ χορῷ τῶν δικαίων κατειλεγμένον. Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν, φησίν. Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ᾽ ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀῤῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα; Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν, φησὶ, χάσμα μέγα ἐστήρικται. Πολὺ, φησὶν, ἐστὶ τὸ διεῖργον, καὶ οὐχ ἁπλῶς χάσμα, ἀλλὰ μέγα. Καὶ γὰρ ἀληθῶς πολὺ τὸ μέσον τῆς ἀρετῆς καὶ τῆς κακίας, καὶ πολλὴ ἡ διαφορά· ἡ μὲν γάρ ἐστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη· ἡ μὲν τρυφὴ πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ πενία καὶ ἡ ἔνδεια στενὴ καὶ τεθλιμμένη. Ὥσπερ οὖν ἐνταῦθα ἐναντίαι εἰσὶν αἱ ὁδοὶ, καὶ ὁ μὲν τὴν παρθενίαν ἑλόμενος τὴν στενὴν ὁδεύει καὶ τεθλιμμένην, καὶ ὁ τὴν σωφροσύνην μεταδιώκων, καὶ ὁ τὴν ἀκτημοσύνην ἀσπαζόμενος, καὶ ὁ τῆς κενοδοξίας ὑπερορῶν, ὁ δὲ τὴν πλατεῖαν ὁδεύειν σπεύδων καὶ τὴν εὐρύχωρον, μέθῃ καὶ τρυφῇ καὶ χρημάτων μανίᾳ καὶ ἀκολασίᾳ καὶ ταῖς ἐπιβλαβέσι θεωρίαις ἑαυτὸν ἐκδίδωσι, καὶ πολλὴ ἑκατέρων ἐστὶν ἡ διαφορά· οὕτω δὴ καὶ ἐν τῷ τῆς κολάσεως καιρῷ καὶ τῆς ἀνταποδόσεως, τῶν ἀμοιβῶν πολὺ τὸ μέσον ἔστιν εὑρεῖν. Χάσμα γὰρ, φησὶ, μέγα ἐστήρικται μεταξὺ ἡμῶν, τουτέστι, τῶν δικαίων, τῶν ἐναρέτων, τῶν τὴν λῆξιν ἐκείνην λαχόντων· καὶ ὑμῶν, τουτέστι, τῶν ἐν πονηρίᾳ καὶ κακίᾳ καταδαπανηθέντων.

Καὶ τοσοῦτόν ἐστι μέγα τὸ χάσμα, ὥστε μήτε ἐντεῦθεν ἑστῶτά τινα πρὸς ὑμᾶς διαβῆναι δύνασθαι, μήτε ἐκεῖθεν πρὸς ἡμᾶς διαπερᾶσαι. Εἶδες χάσματος μέγεθος; εἶδες ἀπόκρισιν γεέννης βαρυτέραν; Ἆρα ἐν προοιμίοις ἀκούσαντες τὴν εὐημερίαν τοῦ πλουσίου καὶ τὴν πολλὴν θεραπείαν ἣν εἶχε παρὰ πάντων δορυφορούμενος, καὶ καθ᾽ ἑκάστην ἡμέραν τῇ τρυφῇ προσηλωμένος, οὐκ ἐνομίζετε μακαριστὸν εἶναι; καὶ πάλιν ὁρῶντες τὸν πένητα ἐπὶ τοῦ πυλῶνος ἐῤῥιμμένον καὶ τοῖς χαλεποῖς ἕλκεσιν ἐκείνοις ἐκδεδομένον, οὐκ ἐταλανίζετε αὐτοῦ τὴν ζωήν; Ἀλλ᾽ ἰδοὺ νῦν ἀπὸ τοῦ τέλους τῶν πραγμάτων τὰ ἐναντία ὁρῶμεν γινόμενα, καὶ τὸν μὲν ἐν τηγάνοις μετὰ τὴν τρυφὴν ἐκείνην καὶ τὴν μέθην, τὸν δὲ ἐν τοῖς κόλποις τοῦ πατριάρχου μετὰ τὴν πενίαν ἐκείνην τὴν ἐσχάτην καὶ τὸν λιμόν. Ἀλλ᾽ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὸν λόγον, ἀρκεῖ μέχρι τούτου συστεῖλαι τὴν διδασκαλίαν, καὶ παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην, μὴ τὴν πλατεῖαν μεταδιώκειν πύλην, μηδὲ τὴν εὐρύχωρον ὁδὸν, μηδὲ τὴν ἄνεσιν ἐκ παντὸς τρόπου ζητεῖν, ἀλλὰ τὸ τέλος ἑκατέρας ἐννοοῦντας, ταύτην μὲν φεύγειν, λογιζομένους τὰ κατειληφότα τὸν πλούσιον τοῦτον, τὴν δὲ στενὴν πύλην μεταδιώκειν καὶ τὴν τεθλιμμένην ὁδὸν, ἵνα εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὴν ἐνθάδε θλῖψιν καταντῆσαι δυνηθῶμεν. Φεύγετε τοίνυν, παρακαλῶ, τὰς σατανικὰς θεωρίας, καὶ τὴν ἐπιβλαβῆ τῶν ἱπποδρομιῶν θέαν.

Διὰ γὰρ τοὺς ὑποσυρέντας καὶ πρὸς τὴν εὐρύχωρον ὁδὸν βαδίσαντας, ταῦτα εἰπεῖν προήχθημεν, ἵνα μαθόντες, ἐκείνην μὲν καταλίπωσι, τὴν δὲ τεθλιμμένην ὁδεύσαντες, τὴν τῆς ἀρετῆς λέγω, τῶν κόλπων τοῦ πατριάρχου ὁμοίως τῷ Λαζάρῳ ἀξιωθῶσι, καὶ τῆς γεέννης τοῦ πυρὸς κοινῇ πάντες ἐλευθερωθέντες, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, ἀπολαύσωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν,