Ἄνθρωπός τις, φησὶν, ἦν πλούσιος κακίᾳ πολλῇ συζῶν, οὐδεμιᾶς πεῖραν ἐδέχετο συμφορᾶς, ἀλλὰ πάντα αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει. Ὅτι γὰρ οὐδὲν τῶν ἀδοκήτων συνέβαινεν αὐτῷ, οὐδ᾽ ἀθυμίας ὑπόθεσις, οὐδ᾽ ἀνωμαλία τις βιωτικὴ, αὐτὸ τοῦτο ᾐνίξατο τὸ εἰπεῖν, ὅτι ηὐφραίνετο καθ᾽ ἡμέραν. Ὅτι δὲ κακίᾳ συνέζη, δῆλον μὲν καὶ ἐκ τοῦ λαχόντος αὐτῷ τέλους, καὶ πρὸ τοῦ τέλους δὲ ἐκ τῆς περὶ τὸν πένητα γενομένης ὑπεροψίας. Ὅτι γὰρ οὐ μόνον ἐκεῖνον τὸν ἐν τῷ πυλῶνι, ἀλλ᾽ οὐδ᾽ ἄλλον τινὰ ἠλέει, αὐτὸς ἐκεῖνος τοῦτο ἔδειξεν. Εἰ γὰρ τὸν ἐν τῷ πυλῶνι διηνεκῶς ἐῤῥιμμένον, καὶ πρὸ τῶν ὀφθαλμῶν κείμενον, ὃν καθ᾽ ἑκάστην ἡμέραν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πλεονάκις, ὁρᾷν ἠναγκάζετο εἰσιὼν καὶ ἐξιών· οὐ γὰρ ἐν ἀμφόδῳ, οὐδ᾽ ἐν κρυπτῷ καὶ στενωπῷ κατέκειτο τόπῳ, ἀλλ᾽ ἔνθα συνεχεῖς τὰς εἰσόδους καὶ τὰς ἐξόδους ποιούμενος ὁ πλούσιος, ἄκων αὐτὸν ὁρᾷν ἠναγκάζετο· εἰ τοίνυν τοῦτον οὐκ ἠλέησε, τὸν ἐν τοσούτῳ χαλεπῷ πάθει κατακείμενον, καὶ ἀπορίᾳ τοσαύτῃ συζῶντα, μᾶλλον δὲ διὰ παντὸς τοῦ βίου ἀῤῥωστίᾳ ταλαιπωροῦντα, καὶ ἀῤῥωστίᾳ χαλεπωτάτῃ· πρὸς τίνα ἂν τῶν ἐντυγχανόντων ἐπεκάμφθη ποτέ; Καὶ γὰρ εἰς τὴν προτέραν ἡμέραν παρέδραμε, τὴν δευτέραν εἰκὸς ἦν τι παθεῖν· εἰ δὲ καὶ ἐν ταύτῃ παρεῖδεν, ἀλλὰ τὴν τρίτην, ἢ τὴν τετάρτην, ἢ τὴν μετ᾽ ἐκείνην, πάντως αὐτὸν ἐπικαμφθῆναι ἔδει, καὶ εἰ τῶν θηρίων ἀγριώτερος ἦν.