Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Β΄: Η ορθή διαχείριση των υλικών αγαθών και το πρότυπο φιλοξενίας του Αβραάμ

Η παρακράτηση των αγαθών από τους έχοντες ανάγκη ταυτίζεται με αρπαγή. Προβάλλεται η ανιδιοτελής φιλοξενία του πατριάρχη Αβραάμ ως υπέρτατο παράδειγμα ελεημοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 16

Οὐ γὰρ μαρτύρων ἐκεῖ χρεία, οὐδὲ κατηγόρων, οὐδὲ ἀποδείξεων, οὐδὲ τεκμηρίων· ἀλλ᾽ αὐτὰ καθ᾽ ἑαυτὰ τὰ πράγματα, οἷάπερ αὐτὰ κατεσκευάσαμεν, πρὸ τῶν ὀφθαλμῶν φαίνεται τῶν ἡμετέρων. Ἰδοὺ γὰρ, φησὶν, ἄνθρωπος, καὶ τὰ ἔργα αὐτοῦ· καὶ γὰρ καὶ τοῦτο ἁρπαγὴ τὸ μὴ μεταδοῦναι τῶν ὄντων. Καὶ τάχα ὑμῖν θαυμαστὸν εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλὰ μὴ θαυμάσητε· μαρτυρίαν γὰρ ὑμῖν ἀπὸ τῶν θείων παρέξομαι Γραφῶν λέγουσαν, ὅτι οὐ τὸ τὰ ἀλλότρια ἁρπάζειν μόνον, ἀλλὰ καὶ τὸ τῶν ἑαυτοῦ μὴ μεταδιδόναι ἑτέροις, καὶ τοῦτο ἁρπαγὴ καὶ πλεονεξία καὶ ἀποστέρησίς ἔστι. Τίς οὖν ἐστιν αὕτη; Τοῖς Ἰουδαίοις ἐγκαλῶν ὁ Θεὸς διὰ τοῦ προφήτου, φησίν· Ἐξήνεγκεν ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ οὐκ εἰσηνέγκατε τὰ ἐπιδέκατα· ἀλλ᾽ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Ἐπειδὴ τὰς προσφορὰς, φησὶ, τὰς εἰωθυίας οὐκ ἐδώκατε, ἡρπάσατε τὰ τοῦ πένητος. Τοῦτο δὲ λέγει, δεικνὺς τοῖς πλουσίοις, ὅτι τὰ τῶν πενήτων ἔχουσι, κἂν πατρῷον διαδέξωνται κλῆρον, κἂν ὁθενδήποτε συλλέξωσι τὰ χρήματα.

Καὶ πάλιν ἀλλαχοῦ λέγει· Μὴ ἀποστερήσῃς τὴν ζωὴν τοῦ πτωχοῦ· ὁ δὲ ἀποστερῶν, τὰ ἀλλότρια ἀποστερεῖ· ἀποστέρησις γὰρ λέγεται, ὅταν τὰ ἀλλότρια λαβόντες κατέχωμεν. Καὶ διὰ τούτου τοίνυν παιδευόμεθα, ὅτι ὅταν ἐλεημοσύνην μὴ παράσχωμεν, ἐν ἴσῳ τοῖς ἀποστεροῦσι κολασόμεθα. Δεσποτικὰ γάρ ἐστι τὰ χρήματα, ὅθεν ἂν αὐτὰ συλλέξωμεν· κἂν τοῖς δεομένοις αὐτὰ παρέξωμεν, πολλῆς ἐπιτευξόμεθα τῆς ἀφθονίας. Καὶ διὰ τοῦτο σοι πλείονα ἔχειν συνεχώρησεν ὁ Θεὸς, οὐχ ἵνα εἰς πορνείαν, καὶ μέθην, καὶ ἀδηφαγίαν, καὶ ἱματίων πολυτέλειαν, καὶ τὴν ἄλλην βλακείαν ἀναλώσῃς, ἀλλ᾽ ἵνα τοῖς δεομένοις αὐτὰ διανείμῃς. Καθάπερ γὰρ ὑποδέκτης τις βασιλικὰ δεξάμενος χρήματα, ἂν ἀφεὶς οἷς ἂν κελεύηται διανεῖμαι, εἰς οἰκείαν καταναλώσῃ βλακείαν, εὐθύνας δίδωσι καὶ προσαπόλλυται· οὕτω δὴ καὶ ὁ πλούσιος, ὑποδέκτης τίς ἐστι τῶν τοῖς πένησιν ὀφειλομένων χρημάτων διανεμηθῆναι, ἐπιταχθεὶς αὐτὰ διανέμειν τῶν ἑαυτοῦ συνδούλων τοῖς πενομένοις. Ἂν οὖν πλέον τι τῆς χρείας εἰς ἑαυτὸν ἀναλώσῃ τῆς ἀναγκαίας, χαλεπωτάτας ἐκεῖ δώσει τὰς εὐθύνας. Οὐ γάρ ἐστιν αὐτοῦ τὰ αὑτοῦ, ἀλλὰ τῶν συνδούλων τῶν ἑαυτοῦ.

εʹ. Φειδώμεθα τοίνυν αὐτῶν, ὡς ἀλλοτρίων, ἵνα γένηται ἡμέτερα. Πῶς δὲ αὐτῶν φεισόμεθα, ὡς ἀλλοτρίων; Ὅταν μὴ εἰς περιττὰς αὐτὰ ἀναλίσκωμεν χρείας, μηδὲ εἰς ἡμετέρας μόνον, ἀλλὰ ταῖς τῶν πενήτων αὐτὰ συμμερίζωμεν χερσί· κἂν εὔπορος ᾖς, πλέον δέ τι τῆς χρείας ἀναλίσκῃς, λόγον δώσεις τῶν ἐμπιστευθέντων σοι χρημάτων. Τοῦτο καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν μεγάλων. Πολλοὶ γοῦν τὰ ταμεῖα τὰ ἑαυτῶν τοῖς οἰκέταις τοῖς ἑαυτῶν ἐνεπίστευσαν· ἀλλ᾽ ὅμως οἱ πιστευθέντες ἐκεῖνοι φυλάττουσι τὰ δεδομένα, καὶ οὐκ ἀποχρῶνται τοῖς ἐμπιστευθεῖσιν, ἀλλ᾽ οἷς ἂν ὁ δεσπότης, καὶ ἡνίκα κελεύσῃ, διανέμουσι.

Τοῦτο καὶ σὺ ποίησον. Καὶ γὰρ ἔλαβες ἑτέρων πλείονα, καὶ ὑπεδέξω, οὐχ ἵνα αὐτὰ ἀναλώσῃς μόνος, ἀλλ᾽ ἵνα καὶ ἑτέροις οἰκονόμος γένῃ καλός. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, τί δήποτε οὐχὶ παρ᾽ ἑτέρῳ δικαίῳ τὸν Λάζαρον ὁρᾷ, ἀλλ᾽ ἐν τοῖς κόλποις εἶδε τοῦ Ἀβραάμ. Φιλόξενος ἦν ὁ Ἀβραάμ· ἵν᾽ οὖν καὶ οὗτος ἔλεγχος αὐτῷ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ᾽ ἐκείνου βλέπει. Ἐκεῖνος γὰρ καὶ τοὺς παριόντας ἐθήρευε, καὶ εἰς τὴν οἰκίαν εἷλκεν εἴσω τὴν ἑαυτοῦ· οὗτος δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα, καὶ θησαυρὸν τοσοῦτον ἔχων καὶ σωτηρίας ὑπόθεσιν, παρέτρεχε καθ᾽ ἑκάστην ἡμέραν, καὶ οὐκ ἐχρήσατο εἰς δέον τῇ τοῦ πένητος προστασίᾳ. Ἀλλ᾽ οὐχ ὁ πατριάρχης τοιοῦτος, ἀλλὰ τοὐναντίον ἅπαν· πρὸ τῶν θυρῶν καθήμενος ἐσαγήνευε τοὺς παριόντας ἅπαντας, καὶ καθάπερ τις ἁλιεὺς ἀμφίβληστρον βάλλων εἰς τὴν θάλασσαν ἀνασπᾷ μὲν ἰχθὺν, ἀνασπᾷ δὲ καὶ χρυσίον πολλάκις καὶ μαργαρίτας· οὕτω δὴ καὶ οὗτος, σαγηνεύων ἀνθρώπους, ἡλίευσέ ποτε καὶ ἀγγέλους, καὶ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι μὴ εἰδώς.

Ὅπερ οὖν καὶ Παῦλος ἐκπληττόμενος παραινεῖ καὶ λέγει· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ γὰρ ταύτης ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Καὶ καλῶς εἶπεν, Ἔλαθον. Εἰ γὰρ εἰδὼς αὐτοὺς ὑπεδέξατο μετὰ τοσαύτης εὐνοίας, οὐδὲν μέγα καὶ θαυμαστὸν ἐποίησεν· ὁ δὲ πᾶς ἔπαινος, ὅτι ἀγνοῶν τίνες οἱ παριόντες ἦσαν, καὶ ἀνθρώπους αὐτοὺς εἶναι νομίζων ἁπλῶς ὁδίτας, μετὰ τοσαύτης αὐτοὺς ἔνδον ἐκάλεσε τῆς προθυμίας. Καὶ σὺ τοίνυν, ἂν μέν τινα περιφανῆ καὶ λαμπρὸν ὑποδεξάμενος, πολλὴν ἐπιδείξῃ τὴν προθυμίαν, θαυμαστὸν οὐδὲν εἰργάσω· ἡ γὰρ ἀρετὴ τοῦ ξενισθέντος καὶ τὸν μισόξενον καταναγκάζει πολλάκις πᾶσαν εὔνοιαν ἐπιδείξασθαι· τὸ δὲ μέγιστον καὶ θαυμαστὸν, ὅταν καὶ τοὺς τυχόντας, καὶ τοὺς ἀπεῤῥιμμένους, καὶ τοὺς εὐτελεῖς μετὰ πολλῆς δεχώμεθα τῆς εὐνοίας. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς ποιοῦντας οὕτως ὑποδεχόμενος ἔλεγεν· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Καὶ πάλιν· Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Καὶ πάλιν· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ ἐν τῇ θαλάσσῃ. Καὶ πανταχοῦ πολὺς τῷ Χριστῷ τῶν μικρῶν καὶ ἐλαχίστων ὁ λόγος. Ὅπερ οὖν καὶ ὁ Ἀβραὰμ εἰδὼς, οὐκ ἐξήταζε τοὺς παριόντας τίνες εἶεν, καὶ πόθεν, καθάπερ ἡμεῖς νῦν· ἀλλ᾽ ἁπλῶς τοὺς παριόντας ὑπεδέχετο πάντας. Τὸν γὰρ φιλοφροσύνην ἐπιδεικνύμενον οὐκ εὐθύνας ἀπαιτεῖν δεῖ βίου, ἀλλὰ μόνον τὴν πενίαν διορθοῦν, καὶ τὴν χρείαν πληροῦν.

Μίαν ἔχει συνηγορίαν ὁ πένης, τὴν ἔνδειαν καὶ τὸ καθεστάναι ἐν χρείᾳ· μηδὲν αὐτὸν λοιπὸν ἀπαίτει πλέον, ἀλλὰ κἂν ἁπάντων ᾖ πονηρότατος καὶ τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, λύωμεν αὐτοῦ τὸν λιμόν. Οὕτω καὶ ὁ Χριστὸς ἐκέλευσε ποιεῖν, λέγων· Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Λιμήν ἐστι τῶν ἐν ἀνάγκῃ ὁ ἐλεήμων· ὁ δὲ λιμὴν τοὺς ναυαγίῳ περιπεσόντας ἅπαντας ὑποδέχεται, καὶ λύει τῶν κινδύνων· κἂν πονηροὶ, κἂν χρηστοὶ, κἂν ὁτιοῦν ὦσιν οἱ κινδυνεύοντες, εἴσω τῶν οἰκείων αὐτοὺς παραπέμπει κόλπων. Καὶ σὺ τοίνυν, ὁρῶν ἐπὶ τῆς γῆς τῷ τῆς πενίας ναυαγίῳ περιπεσόντα τὸν ἄνθρωπον, μὴ δίκαζε, μηδὲ εὐθύνας ἀπαίτει, ἀλλὰ λῦσον τὴν συμφοράν. Τί σαυτῷ παρέχεις πράγματα; Ἀπήλλαξέ σε περιεργείας ἁπάσης καὶ πολυπραγμοσύνης ὁ Θεός. Πόσα ἔμελλον πολλοὶ λέγειν καὶ δυσχεραίνειν, εἰ προσέταξεν ὁ Θεὸς τὸν βίον μετὰ ἀκριβείας ἐξετάζειν, τὴν ἀναστροφὴν, τὰ πεπραγμένα ἑκάστῳ περιεργάζεσθαι πρότερον, καὶ τότε ἐλεεῖν; Νυνὶ δὲ πάσης τοιαύτης ἀπηλλάγμεθα δυσκολίας. Τί οὖν περιττὰς ἐπισπώμεθα φροντίδας; Ἕτερόν ἐστι δικαστὴς, ἕτερον ἐλεήμων. Ἐλεημοσύνη διὰ τοῦτο λέγεται, ὅτι καὶ τοῖς ἀναξίοις διδόαμεν.

Τοῦτο καὶ Παῦλος παραινεῖ ποιεῖν, λέγων, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῆτε, πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἂν τοὺς ἀναξίους περιεργαζώμεθα καὶ πολυπραγμονῶμεν, οὐδὲ ἄξιοί ποτε ῥᾳδίως ἐμπεσοῦνται ἡμῖν· ἂν δὲ καὶ τοῖς ἀναξίοις παρέχωμεν, πάντως καὶ οἱ ἄξιοι καὶ οἱ πάντων ἐκείνων ἀντάξιοι εἰς τὰς ἡμετέρας ἥξουσι χεῖρας· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν Ἀβραὰμ, ὃς οὐ περιεργαζόμενος, οὐδὲ πολυπραγμονῶν τοὺς παριόντας, ἐδυνήθη καὶ ἀγγέλους ὑποδέξασθαί ποτε.

Τοῦτον καὶ ἡμεῖς ζηλώσωμεν, καὶ μετ᾽ αὐτοῦ τὸν ἔγγονον τὸν ἐκείνου τὸν Ἰώβ. Καὶ γὰρ καὶ οὗτος τὴν τοῦ προγόνου μεγαλοψυχίαν μετὰ πάσης ἐμιμήσατο τῆς ἀκριβείας, καὶ διὰ τοῦτο ἔλεγεν· Ἡ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο· οὐχὶ τῷ δεῖνι μὲν ἀνέῳκτο, ἑτέρῳ δὲ ἀπεκέκλειστο, ἀλλὰ πᾶσιν ἁπλῶς ἀνεῖτο.

ϛʹ. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, παρακαλῶ, μηδὲν ἀκριβολογούμενοι πέρα τοῦ δέοντος. Ἀξία γὰρ τοῦ πένητος ἡ χρεία μόνον ἐστί· κἂν ὁστισοῦν μετὰ ταύτης ἔλθῃ πρὸς ἡμᾶς ποτε, μηδὲν περιεργαζώμεθα πλέον οὐ γὰρ τῷ τρόπῳ παρέχομεν, ἀλλὰ τῷ ἀνθρώπῳ· οὐδὲ διὰ τὴν ἀρετὴν αὐτὸν, ἀλλὰ διὰ τὴν συμφορὰν ἐλεῶμεν, ἵνα καὶ αὐτοὶ παρὰ τοῦ Δεσπότου τὸν πολὺν ἔλεον ἐπισπασώμεθα, ἵνα καὶ αὐτοὶ, ἀνάξιοι ὄντες, φιλανθρωπίας ἐπιτύχωμεν. Εἰ γὰρ μέλλοιμεν τὴν ἀξίαν ἐπιζητεῖν ἐπὶ τῶν συνδούλων τῶν ἡμετέρων, καὶ ἀκριβολογεῖσθαι, τοῦτο καὶ ὁ Θεὸς ἐφ᾽ ἡμῶν ἐργάσεται· καὶ ζητοῦντες τοὺς ὁμοδούλους ἀπαιτῆσαι εὐθύνας, αὐτοὶ τῆς ἄνωθεν ἐκπεσούμεθα φιλανθρωπίας· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, φησίν.

Ἀλλ᾽ ἐπὶ τὴν ὑπόθεσιν πάλιν τὸν λόγον ἐπαναγάγωμεν. Ἰδὼν τοίνυν αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, φησί· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον. Τίνος ἕνεκεν οὐχὶ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν; Ἐμοὶ δοκεῖ ὅτι ᾐσχύνθη καὶ ἠρυθρίασε, καὶ ἐκ τῶν κατ᾽ αὐτὸν πραγμάτων ἐνόμιζεν αὐτὸν μνησικακήσειν πάντως. Εἰ γὰρ ἐγὼ, φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ μηδὲν ἠδικημένος, ἐν τοσούτοις ὄντα κακοῖς ὑπερεῖδον τὸν ἄνθρωπον, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς ὁ οὕτως ὑπεροφθεὶς οὐκ ἐπινεύσει τῇ χάριτι. Ταῦτα οὐχὶ τοῦ Λαζάρου κατηγοροῦντες λέγομεν· οὐ γὰρ δὴ οὕτως ἐκεῖνος διέκειτο, μὴ γένοιτο· ἀλλ᾽ ὅτι οὗτος ταῦτα δεδοικὼς, οὐκ ἐκάλεσεν ἐκεῖνον, ἀλλὰ τὸν Ἀβραὰμ ἐφώνησεν, ὃν ἀγνοεῖν ᾤετο τὰ γεγενημένα· καὶ τὸν δάκτυλον ἐπεζήτησεν ἐκεῖνον, ὃν ταῖς γλώσσαις τῶν κυνῶν ἀφῆκε περιλειχθῆναι πολλάκις. Τί οὖν ἐκεῖνος; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ὅρα φιλοσοφίαν, ὅρα φιλοστοργίαν δικαίου.

Οὐκ εἶπεν· Ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέου καὶ συγγνώμης; οὐκ ἐρυθριᾷς, οὐδὲ αἰσχύνῃ; Ἀλλὰ τί; Τέκνον, φησὶν, ἀπέλαβες τὰ ἀγαθά σου. Ψυχὴν γὰρ κεκακωμένην μὴ προσταράξῃς, φησίν. Ἀρκεῖ τὰ τῆς τιμωρίας αὐτῷ· μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμφοραῖς.

Ἄλλως δὲ, καὶ ἵνα μὴ νομίσῃ, ὅτι μνησικακῶν ὑπὲρ τῶν παρελθόντων ἐκώλυσεν ἀπελθεῖν τὸν Λάζαρον, τέκνον αὐτὸν καλεῖ, μονονοὺχ ὑπὲρ ἑαυτοῦ διὰ τῆς προσηγορίας ἀπολογούμενος. Οὗ κύριός εἰμι, σοὶ, φησὶ, μεταδίδωμι· τὸ δὲ ἐντεῦθεν ἀπελθεῖν ἐκεῖ οὐκ ἔστιν ἡμέτερον λοιπόν. Ἀπέλαβες τὰ ἀγαθά σου. Καὶ διὰ τί οὐκ εἶπεν, ἔλαβες, ἀλλὰ, ἀπέλαβες; Πολὺ πέλαγος ἐντεῦθεν ἡμῖν νοημάτων ὁρῶ ἀνοιγόμενον.

Διὸ δὴ πάντα τὰ εἰρημένα μετὰ ἀκριβείας φυλάξαντες, τά τε νῦν, τά τε πρώην λεχθέντα, μετὰ ἀσφαλείας ἁπάσης ἀποθώμεθα, καὶ πρὸς τὴν τῶν μελλόντων ῥηθήσεσθαι ἀκρόασιν ἐκ τῶν εἰρημένων ἐπιτηδειοτέρους ἑαυτοὺς κατασκευάσατε· καὶ εἰ μὲν δυνατὸν ὑμῖν γένοιτο, πάντα μοι μνημονεύετε· εἰ δὲ μὴ δύνασθε πάντα, ἀντὶ πάντων ἐκεῖνο, παρακαλῶ, μέμνησθε διηνεκῶς, ὅτι τὸ μὴ μεταδιδόναι πένησιν ἐκ τῶν οἰκείων χρημάτων, ἁρπαγὴ πενήτων ἐστὶ καὶ ἀποστέρησις τῆς ἐκείνων ζωῆς· καὶ οὐ τὰ ἡμέτερα, ἀλλὰ τὰ ἐκείνων κατέχομεν. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, πάντως προησόμεθα τὰ χρήματα, καὶ πεινῶντα θρέψαντες τὸν Χριστὸν ἐνταῦθα, καὶ πολλὴν ἐκεῖ τὴν ἐμπορίαν ἀποθέμενοι, δυνησόμεθα τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.