Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων

Ἰωάννης ὁ Χρυσόστομος

Το μέτρο της συγχώρησης και το ερώτημα του Πέτρου

Μετάβαση στο θέμα της ανεξικακίας, η παράθεση της παραβολής του οφειλέτη και η απάντηση του Χριστού στον απόστολο Πέτρο περί απεριόριστης συγχώρησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 7

Διὰ δὴ ταῦτα ταύτην ἀφεὶς λοιπὸν τὴν ἐντολὴν (οἶδα γὰρ ὅτι Θεοῦ χάριτι πᾶσαν ἐπιδραμεῖται τὴν πόλιν ὑμῖν θερμὰ προοίμια ἀναλαβοῦσι καὶ ἀρχὴν ἰσχυρὰν), ἐφ᾽ ἑτέραν μεταβήσομαι· τὴν τῆς ὀργῆς ὑπεροψίαν. Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος· οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ μόνος ἡμῖν εἰς σωτηρίαν εἷς νόμος, καθάπερ ἔφθην εἰπὼν, ἀλλὰ δεῖ πάντας αὐτοὺς μετὰ ἀκριβείας φυλάττειν, εἰ δὴ μέλλοιμεν τὴν ἁπάσης ἁρμονίας ἡδίω καὶ χρησιμωτέραν μελῳδίαν ἐργάζεσθαι. Ἔμαθέ σου τὸ στόμα μὴ ὀμνύναι; ἐπαιδεύθη ἡ γλῶττα Ναὶ καὶ Οὒ λέγειν πανταχοῦ;

Μαθέτω καὶ λοιδορίαν ἀποστρέφεσθαι ἅπασαν, καὶ πλείονα περὶ τὴν ἐντολὴν ταύτην εἰσφέρειν σπουδὴν, ἐπειδὴ καὶ πλείονος ἡμῖν δεῖται καὶ πόνου. Ἐκεῖ μὲν γὰρ συνηθείας περιγενέσθαι μόνον ἔδει, ἐπὶ δὲ τῆς ὀργῆς εὐτονωτέρας δεῖ τῆς σπουδῆς· τυραννικὸν γὰρ τὸ πάθος, καὶ πολλάκις παρασύρει τοὺς νήφοντας, καὶ πρὸς τὸ βάραθρον αὐτὸ κατάγει τῆς ἀπωλείας. Ἀνάσχεσθε τοίνυν τοῦ μήκους τῶν λόγων. Καὶ γὰρ ἄτοπον καθ᾽ ἑκάστην ἡμέραν τραυματιζομένους ἐν ἀγοραῖς, ἐν οἰκίαις, ὑπὸ φίλων, ὑπὸ συγγενῶν, ὑπὸ ἐχθρῶν, ὑπὸ γειτόνων, ὑπὸ οἰκετῶν, ὑπὸ γυναικὸς, ὑπὸ παιδίου, ὑπὸ οἰκείων λογισμῶν, μηδὲ ἅπαξ τῆς ἑβδομάδος ἁπάσης ὑπὲρ τῆς θεραπείας τῶν τραυμάτων ἐκείνων φροντίζειν, καὶ ταῦτα εἰδότας ὡς ἀδάπανός τε καὶ ἀνώδυνος οὗτος τῆς θεραπείας ὁ τρόπος. Οὐδὲ γὰρ τὸ σιδήριον ἐν τῇ χειρὶ κατέχω νῦν, ἀλλὰ λόγον ἀντὶ σιδηρίου μεταχειρίζομαι, σιδηρίου μὲν παντὸς ὄντα τομώτερον, καὶ πᾶσαν τῆς ἁμαρτίας ἐκκόπτοντα τὴν σηπεδόνα, οὐ παρέχοντα δὲ ὀδύνην τῷ τεμνομένῳ. Οὐκ ἔχω πῦρ ἐν τῇ δεξιᾷ, ἀλλ᾽ ἔχω διδασκαλίαν πυρὸς σφοδροτέραν, οὐ καυτῆρα ἐπάγουσαν, ἀλλ᾽ ἀναστέλλουσαν μὲν τὴν νομὴν τῆς κακίας, ἀντὶ δὲ ἀλγηδόνος πολλὴν τῷ τῆς κακίας ἀπαλλαττομένῳ παρέχουσαν τὴν ἡδονήν.

Οὐ χρεία χρόνων ἐνταῦθα, οὐ χρεία πόνων, οὐ χρεία χρημάτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα τὰ τῆς ἀρετῆς ἡμῖν κατώρθωται· κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν· οὐδὲ γὰρ οἴκοθεν φθεγγόμεθα, ἀλλ᾽ ἐπὶ τὸν νομοθέτην ἅπαντας ὑμᾶς ἄγομεν. Ἕπεσθε τοίνυν, τῶν θείων ἀκούετε νόμων. Ποῦ τοίνυν περὶ ὀργῆς καὶ τοῦ μνησικακεῖν διελέχθη; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ, μάλιστα δὲ διὰ τῆς παραβολῆς ἐκείνης, ἣν πρὸς τοὺς μαθητὰς ἔλεγεν, οὑτωσί πως ἀρξάμενος· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὑτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.

Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος ἐκεῖνος εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· Κύριε, μακροθύμησον ἐπ᾽ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι ὅ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ᾽ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ ἠγανάκτησαν, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν. Τότε καλέσας αὐτὸν ὁ κύριος αὐτοῦ εἶπε· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Τότε παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

γʹ. Ἡ μὲν παραβολὴ αὕτη· δεῖ δὲ εἰπεῖν, τίνος ἕνεκεν μετὰ αἰτίας αὐτὴν προτέθεικεν· οὐ γὰρ ἁπλῶς εἶπεν, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ, Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν. Τίνος οὖν ἕνεκεν ἡ αἰτία πρόσκειται; Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ᾽ ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου τοῖς μαθηταῖς καὶ φιλοσοφεῖν διδάσκοντος, Πέτρος, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος, τὸ στόμα τῶν μαθητῶν, ὁ στῦλος τῆς Ἐκκλησίας, τὸ στερέωμα τῆς πίστεως, ὁ τῆς ὁμολογίας θεμέλιος, ὁ τῆς οἰκουμένης ἁλιεὺς, ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν, ὁ πανταχοῦ θερμὸς καὶ παῤῥησίας γέμων, μᾶλλον δὲ ἀγάπης, ἢ παῤῥησίας, σιγώντων ἁπάντων προσελθὼν τῷ διδασκάλῳ φησί· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ καὶ ὑπισχνεῖται, καὶ πρὶν μάθῃ, φιλοτιμεῖται.

Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει, καὶ πλέον ἐκεῖνος μάλιστα πάντων αὐτῷ χαρίζεται ὁ μάλιστα πάντων τὰ ἁμαρτήματα τῶν πλησίον παρατρέχων καὶ μὴ πικρῶς ἐξετάζων, βουλόμενος ἀρέσαι τῷ νομοθέτῃ, φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τούτου φιλοτιμία, ὅπουπερ ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη, πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, εἰπόντος αὐτοῦ, Ἕως ἑπτάκις; καὶ νομίσαντος αὐτοῦ μεγάλα φιλοτιμεῖσθαι, καὶ δαψιλεύεσθαι, ἄκουσον τί φησιν· Οὐ λέγω σοι, ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά· τινὲς ἑπτὰ καὶ ἑβδομήκοντα νομίζουσιν, οὐκ ἔστι δέ· ἀλλὰ παρολίγον πεντακοσιοστόν ἐστι· τὸ γὰρ ἑπτάκις ἑβδομήκοντα, τετρακόσια καὶ ἐννενήκοντά ἐστι. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα, ἀγαπητέ.

Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας, κἂν σφόδρα ᾖ λίθινος, κἂν αὐτῶν τῶν δαιμόνων ἀγριώτερος ὁ λελυπηκὼς, οὐκ ἔσται οὕτως ἀναίσθητος, ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, ἀλλὰ τῇ πυκνότητι τῆς συγχωρήσεως σωφρονισθεὶς, βελτίων ἔσται καὶ ἐπιεικέστερος· σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος, οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ, μελετήσας καθάπαξ τῇ πυκνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων. Ταῦτα ἀκούσας ὁ Πέτρος, ἀχανὴς εἱστήκει, οὐχ ὑπὲρ ἑαυτοῦ φροντίζων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων αὐτῷ ἐμπιστεύεσθαι. Ἵνα οὖν μὴ τὸ αὐτὸ ποιήσῃ, ὅπερ καὶ ἐφ᾽ ἑτέρων ἐντολῶν ἐποίησε, προλαβὼν ἀπέκλεισεν αὐτῷ πᾶσαν ἐρώτησιν. Τί δὲ ἐπὶ τῶν λοιπῶν ἐντολῶν ἐποίησεν; Εἴ ποτέ τι τοιοῦτον ὁ Χριστὸς ἐπέταττεν, ὃ δυσκολίαν τινὰ ἔχειν ἐδόκει, προπηδῶν τῶν ἄλλων ἠρώτα καὶ ἐπυνθάνετο περὶ τῆς ἐντολῆς.

Καὶ γὰρ ὅτε προσελθὼν ὁ πλούσιος περὶ τῆς αἰωνίου ζωῆς τὸν Χριστὸν ἠρώτα, καὶ μαθὼν τὰ ποιητικὰ τῆς τελειότητος, ἀπῄει λυπούμενος ὑπὸ τῶν χρημάτων, εἰπόντος τοῦ Χριστοῦ, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· ὁ Πέτρος, καίτοι πάντων ἑαυτὸν γυμνώσας, καὶ οὐδὲ τὸ ἄγκιστρον κατέχων λοιπὸν, ἀλλὰ καὶ τῆς τέχνης καὶ τοῦ ἀκατίου καταφρονήσας, προσελθὼν ἔλεγε τῷ Χριστῷ· Καὶ τίς δύναται σωθῆναι; Καὶ ὅρα καὶ ἐπιείκειαν μαθητοῦ, καὶ θερμότητα· οὔτε γὰρ εἶπεν· Ἀδύνατα ἐπιτάττεις, δύσκολον τὸ ἐπίταγμα, χαλεπὸς ὁ νόμος· οὔτε ἐσίγησεν, ἀλλὰ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν κηδεμονίαν ἐπεδείξατο, καὶ τὴν διδασκάλῳ παρὰ μαθητοῦ τιμὴν ὀφειλομένην ἀπένειμεν, οὕτως εἰπών· Καὶ τίς δύναται σωθῆναι; καὶ μηδέπω γενόμενος ποιμὴν, ποιμένος εἶχε ψυχὴν, καὶ μηδέπω τὴν ἀρχὴν ἐγχειρισθεὶς, τὴν πρέπουσαν ἄρχοντι κηδεμονίαν ἐφύλαττεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης φροντίζων. Εἰ μὲν γὰρ πλούσιος ἦν, καὶ πολλὰ χρήματα περιβεβλημένος, ἴσως εἶπέ τις ἂν, ὅτι οὐ τῶν λοιπῶν, ἀλλ᾽ ἑαυτοῦ κηδόμενος, καὶ ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν πραγμάτων φροντίζων, ταύτην προσῆγε τὴν πεῦσιν· νυνὶ δὲ ἡ πενία ταύτης αὐτὸν ἀπαλλάττει τῆς ὑποψίας, καὶ δείκνυσιν ὡς τῆς ἑτέρων κηδόμενος σωτηρίας ἐμερίμνα καὶ περιειργάζετο, καὶ παρὰ τοῦ διδασκάλου μαθεῖν ἐβούλετο τὴν τῆς σωτηρίας ὁδόν.

Διὰ τοῦτο καὶ ὁ Χριστὸς αὐτὸν παραθαῤῥύνων λέγει· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, παρὰ τῷ Θεῷ δυνατά ἐστι. Μὴ γὰρ νομίσῃς, φησὶν, ὑμᾶς ἐρήμους ἐγκαταλιμπάνεσθαι· ἐγὼ συνεφάπτομαι ταύτης ὑμῖν τῆς σπουδῆς, καὶ τὰ ἄπορα ποιῶ ῥᾴδια γενέσθαι καὶ εὔκολα. Πάλιν περὶ γάμου καὶ γυναικὸς διαλεγομένου τοῦ Χριστοῦ καὶ λέγοντος, ὅτι Ὁ ἀπολύων γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ πᾶσαν κακίαν γυναικὸς παραινοῦντος φέρειν πλὴν πορνείας μόνης, ὁ Πέτρος, τῶν ἄλλων σιγώντων, προσελθὼν ἔλεγε τῷ Χριστῷ· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι.

Ὅρα καὶ ἐνταῦθα πῶς καὶ τὴν πρέπουσαν διδασκάλῳ τιμὴν ἐφύλαξε, καὶ τῆς τῶν λοιπῶν ἐφρόντισε σωτηρίας, οὐδὲ ἐνταῦθα ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν μεριμνῶν. Ἵνα οὖν μὴ καὶ ἐνταῦθα εἴπῃ τι τοιοῦτον, προλαβὼν διὰ τῆς παραβολῆς προανεῖλεν αὐτοῦ τὴν ἀντίῤῥησιν. Τούτου χάριν καὶ ὁ εὐαγγελιστὴς εἶπε· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὑτοῦ· δεικνὺς ὅτι διὰ τοῦτο λέγει τὴν παραβολὴν ταύτην, ἵνα μάθῃς ὅτι κἂν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς τῆς ἡμέρας τῷ ἀδελφῷ τὰ ἁμαρτήματα, οὐδέπω οὐδὲν μέγα εἰργάσω, ἀλλὰ πολὺ καὶ ἄφατον ἀπολείπῃ τῆς δεσποτικῆς φιλανθρωπίας, καὶ οὐ τοσοῦτον δίδως ὅσον λαμβάνεις.