Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων

Ἰωάννης ὁ Χρυσόστομος

Η αγνωμοσύνη και η σκληρότητα προς τον σύνδουλο

Η λήθη της θείας ευεργεσίας, η απόρριψη της παράκλησης του συνδούλου και η δυσαναλογία μεταξύ των δύο οφειλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 7

Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὑτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Ἆρα τί τούτου γένοιτ᾽ ἂν μιαρώτερον; Ἔναυλον ἔχων τὴν εὐεργεσίαν, ἐπελήσθη τῆς τοῦ δεσπότου φιλανθρωπίας.

ζʹ. Ὁρᾷς ὅσον ἐστὶν ἀγαθὸν ἁμαρτημάτων μεμνῆσθαι; Καὶ γὰρ οὗτος, εἰ διηνεκῶς τούτων ἐμέμνητο, οὐκ ἂν οὕτως ἄγριος ἐγένετο καὶ ἀπάνθρωπος. Διὰ τοῦτο συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι χρήσιμον σφόδρα καὶ ἀναγκαῖον τὸ διηνεκῶς μνημονεύειν ἡμᾶς τῶν πεπλημμελημένων ἡμῖν ἁπάντων· οὐδὲν γὰρ οὕτω φιλόσοφον καὶ ἐπιεικῆ καὶ πρᾶον τὴν ψυχὴν ἐργάσασθαι δύναται, ὡς ἡ διηνεκὴς τῶν ἁμαρτημάτων μνήμη. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐ μόνον τῶν μετὰ τὸ λουτρὸν, ἀλλὰ καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἁμαρτημάτων ἐμέμνητο, καίτοι γε ἀφανισθέντων καθάπαξ. Εἰ δὲ ἐκεῖνος τῶν πρὸ τοῦ βαπτίσματος ἐμέμνητο, πολλῷ μᾶλλον ἡμᾶς τῶν μετὰ τὸ βάπτισμα μεμνῆσθαι δεῖ· οὐ γὰρ δὴ μόνον αὐτὰ διαλύομεν τῇ μνήμῃ, ἀλλὰ καὶ πρὸς ἅπαντας ἀνθρώπους ἐπιεικέστερον διακεισόμεθα, καὶ τῷ Θεῷ μετὰ πλείονος δουλεύσομεν τῆς εὐνοίας, τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἐκ τῆς τούτων μνήμης καταμανθάνοντες.

Ὅπερ οὗτος οὐκ ἐποίησεν, ἀλλ᾽ ἐπιλαθόμενος τοῦ μεγέθους τῶν ὀφλημάτων, καὶ τῆς εὐεργεσίας ἐπελάθετο· τῆς δὲ εὐεργεσίας ἐπιλαθόμενος, πονηρὸς περὶ τὸν σύνδουλον ἐγένετο, καὶ διὰ τῆς εἰς ἐκεῖνον πονηρίας ἅπαντα, ἅπερ ἐκέρδανεν ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἀπώλεσε. Κρατήσας γὰρ αὐτὸν ἔπνιγε λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Οὐκ εἶπεν, Ἀπόδος μοι τὰ ἑκατὸν δηνάρια· ᾐσχύνετο γὰρ τοῦ χρέους τὴν εὐτέλειαν· ἀλλ᾽, Ἀπόδος, εἴ τι ὀφείλεις.

Ὁ δὲ πεσὼν ἐπὶ τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· Μακροθύμησον ἐπ᾽ ἐμοῦ, καὶ πάντα σοι ἀποδώσω. Διὰ τῶν ῥημάτων, δι᾽ ὧν ἐκεῖνος εὕρετο τὴν συγχώρησιν, διὰ τούτων καὶ οὗτος ἀξιοῖ σωθῆναι. Ὁ δὲ ὑπὸ τῆς ἄγαν ὠμότητος οὐδὲ τούτοις τοῖς λόγοις κατεκάμπτετο, οὐδὲ ἐνενόησεν, ὅτι διὰ τούτων ἐσώθη τῶν ῥημάτων. Καίτοι γε καὶ εἰ συνεχώρησεν, οὐδὲ οὕτω φιλανθρωπία τὸ πρᾶγμα λοιπὸν ἦν, ἀλλ᾽ ὀφειλὴ καὶ χρέος. Εἰ μὲν γὰρ, πρὶν ἢ γενέσθαι τὸ λογοθέσιον, καὶ τὴν ψῆφον ἐξενεχθῆναι ἐκείνην, καὶ τοσαύτης ἀπολαῦσαι εὐεργεσίας, τοῦτο ἐποίησεν, οἰκείας μεγαλοψυχίας ἦν τὸ γινόμενον· νυνὶ δὲ μετὰ τοσαύτην δωρεὰν καὶ τοσούτων ἁμαρτημάτων ἄφεσιν, ὥσπερ ἀναγκαίου τινὸς ὀφλήματος λοιπὸν ὑπεύθυνος ἦν τῆς περὶ τὸν σύνδουλον ἀνεξικακίας.

Ἀλλ᾽ ὅμως οὐδὲ τοῦτο ἐποίησεν, οὐδὲ ἐνενόησεν ὅσον τὸ μέσον ἦν τῆς ἀφέσεως, ἧς τε αὐτὸς ἀπήλαυσε, καὶ ἣν περὶ τὸν σύνδουλον ἐπιδείκνυσθαι ἔμελλεν· οὐ γὰρ δὴ τῇ ποσότητι τῶν ὀφλημάτων, οὐδὲ τῷ ἀξιώματι τῶν προσώπων μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ τρόπῳ πολλὴν τὴν διαφορὰν ἴδοι τις ἄν.

Ἐκεῖνα μὲν γὰρ μύρια τάλαντα ἦν, ταῦτα δὲ ἑκατὸν δηνάρια· καὶ οὗτος μὲν εἰς τὸν δεσπότην ὕβρισεν, ὁ δὲ ὀφείλων αὐτῷ εἰς τὸν σύνδουλον· καὶ οὗτος μὲν εὖ παθὼν ἔμελλε χαριεῖσθαι, δεσπότης δὲ οὐ μικρὸν, οὐ μέγα ἀγαθὸν ἰδὼν παρ᾽ αὐτοῦ γενόμενον, πάντα ἀφῆκεν. Ἀλλ᾽ ὅμως οὐδὲν τούτων ἐνενόησεν, ἀλλὰ καθάπαξ ὑπὸ τῆς ὀργῆς πηρωθεὶς ἦγχεν αὐτὸν, καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλεν. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ, φησὶν, ἠγανάκτησαν, καὶ πρὸ τοῦ δεσπότου οἱ σύνδουλοι καταψηφίζονται, ἵνα μάθῃς τοῦ δεσπότου τὸ ἥμερον. Ἀκούσας δὲ ὁ δεσπότης αὐτοῦ, καὶ καλέσας αὐτὸν, πάλιν κρίνεται πρὸς αὐτὸν, καὶ οὐδὲ οὕτως ἁπλῶς ἐκφέρει τὴν καταδίκην, ἀλλὰ πρότερον δικαιολογεῖται. Καὶ τί φησι; Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι.