Καὶ γὰρ ὅταν λέγῃ· Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· καὶ διψῶντα, καὶ οὐκ ἐποτίσατε, διὰ τοῦτο λέγει κατὰ τὸν παρόντα καιρὸν, ἵνα μὴ κατὰ τὸν μέλλοντα τούτων ἀκουσώμεθα τῶν ῥημάτων. Ἀπειλεῖ, ἐκπομπεύει ἐνταῦθα, ἵνα μὴ ἐκπομπεύσῃ ἐκεῖ· ὥσπερ οὖν καὶ καταστρέψαι διὰ τοῦτο ἠπείλησε τὴν τῶν Νινευιτῶν πόλιν, ἵνα μὴ καταστρέψῃ. Εἰ γὰρ ἠβούλετο δημοσιεύειν ἡμῶν τὰ ἁμαρτήματα, οὐκ ἂν προεῖπεν, ὅτι δημοσιεύσει· νῦν δὲ διὰ τοῦτο προλέγει, ἵνα τῷ φόβῳ τῆς δημοσιεύσεως ἐκείνης, εἰ καὶ μὴ τῷ φόβῳ τῆς κολάσεως σωφρονισθέντες, ἀπονιψώμεθα ἅπαντα. Τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος γίνεται· καὶ γὰρ ἄγει πρὸς τὴν κολυμβήθραν τῶν ὑδάτων τὸν ἄνθρωπον, οὐδενὶ δῆλα ποιήσας αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλὰ τὴν μὲν δωρεὰν πᾶσι καθίστησι φανερὰν, καὶ ποιεῖ δήλην, τὰ δὲ ἁμαρτήματα πλὴν αὐτοῦ καὶ τοῦ τὴν ἄφεσιν λαμβάνοντος οὐδεὶς ἕτερος οἶδε. Τοῦτο καὶ ἐπὶ τούτου γέγονε, καὶ ἀμάρτυρον ποιεῖται τὸν ἔλεγχον, μᾶλλον δὲ οὐκ ἔλεγχος μόνον, ἀλλὰ καὶ ἀπολογία τὸ εἰρημένον ἐστὶν, ὥσπερ ὑπὲρ τῆς τοσαύτης κακώσεως ἀπολογούμενος καὶ λέγων αὐτῷ, καὶ δεικνὺς, ὅτι οὐ μάτην, οὐδὲ εἰκῆ τοσοῦτον αὐτὸν ἐπέτρεψε κακωθῆναι χρόνον, τῶν ἁμαρτημάτων ἀνέμνησεν αὐτὸν, καὶ τὴν αἰτίαν εἶπε τῆς ἀῤῥωστίας. Εὑρὼν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ ἱερῷ, εἶπεν αὐτῷ· Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.