Ὁρᾷς ὅτι τὸ μόνος πάλιν οὐ πρὸς τὴν ἀντιδιαστολὴν τοῦ Υἱοῦ λέγεται; Εἰ γὰρ ὁ Πατὴρ ἐπίσταται καρδίας μονώτατος, πῶς ὁ Υἱὸς οἶδε τὰ ἀπόῤῥητα τῆς διανοίας; Αὐτὸς γὰρ ᾔδει, φησὶ, τί ἦν ἐν τῷ ἀνθρώπῳ· καὶ ὁ Παῦλος δεικνὺς, ὅτι ἴδιον Θεοῦ τοῦτό ἐστι τὸ τὰ ἀπόῤῥητα εἰδέναι, φησίν· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, δεικνὺς, ὅτι τῇ Θεὸς προσηγορίᾳ τὴν αὐτὴν ἰσχὺν ἔχει τοῦτο. Ὥσπερ γὰρ ἐὰν εἴπω ὁ βρέχων, οὐδένα ἄλλον δηλῶ ἢ τὸν Θεὸν διὰ τοῦ πράγματος, ἐπειδὴ αὐτοῦ μόνον τοῦτό ἐστι· καὶ ἐὰν εἴπω, ὁ ἀνατέλλων τὸν ἥλιον, καὶ μὴ προσθῶ τὸ Θεὸς, ὅμως αὐτὸν δηλῶ διὰ τοῦ πράγματος· οὕτω δὴ καὶ ὁ Παῦλός φησιν εἰπὼν, Ὁ ἐρευνῶν τὰς καρδίας, ἔδειξεν, ὅτι αὐτοῦ μόνον ἐστὶ τὸ ἐρευνᾷν τὰς καρδίας. Εἰ γὰρ μὴ τὴν αὐτὴν ἰσχὺν εἶχε τοῦτο τῷ Θεὸς ὀνόματι πρὸς τὸ δεῖξαι ἡμῖν τὸν δηλούμενον, οὐκ ἂν αὐτὸ κατ᾽ αὐτὸ τέθεικεν. Καὶ γὰρ εἰ κοινὸν ἦν αὐτῷ καὶ πρὸς τὴν κτίσιν τοῦτο, οὐκ ἂν ἔγνωμεν τὸν δηλούμενον, τῆς κοινωνίας σύγχυσιν ἐμποιησάσης τῇ διανοίᾳ τῶν ἀκροατῶν. Ὅταν οὖν φαίνηται ἴδιον Πατρὸς τοῦτο, φαίνηται δὲ καὶ τῷ Υἱῷ, πρὸς ὃν ἀναμφισβήτητος καὶ ἐντεῦθεν ἡ ἰσότης, διὰ τοῦτο, Τί, φησὶ, διαλογίζεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γὰρ εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει;