Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πειράζοντα διάβολον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Β': Προοίμιο, η περιορισμένη εξουσία του διαβόλου και ο ρόλος της προαιρέσεως

Έναρξη της δεύτερης ομιλίας, υπενθύμιση ότι ο διάβολος ενεργεί με θεία παραχώρηση και θεολογική ερμηνεία της παραμονής του στον κόσμο ως πνευματικού αντιπάλου που δεν βλάπτει όσους διαθέτουν ορθή προαίρεση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν· καὶ περὶ μετανοίας. Ὁμιλία βʹ. αʹ. Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν ἐξέπεμψεν ἐκ τῆς οἰκίας· οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυμήσας ἄριστον ἐκ τῶν ἡμετέρων χειρῶν λαβεῖν, οὐχ ἡμᾶς ἐξέπεμψεν ἐκ τῆς οἰκίας, ἀλλ᾽ αὐτὸς πρὸς τὴν ἡμετέραν ἔδραμε τράπεζαν. Τί τούτου φιλοστοργότερον γένοιτ᾽ ἄν; τί δὲ ταπεινότερον; ὃς οὕτω θερμὴν ἐπιδείξασθαι τὴν ἀγάπην κατηξίωσε, καὶ τοσοῦτον καταβῆναι ἠνέσχετο. Διά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν καταβαλόντες ἀπὸ τῆς ἑωθινῆς διαλέξεως, ἰδόντες τὴν πατρικὴν ὄψιν, εὐθέως ἐπελαθόμεθα τῆς ἀσθενείας, ἀπεθέμεθα τὸν ὄκνον, ἀνεπτερώθημεν ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή. Διὰ τοῦτο καὶ μετὰ προθυμίας τὴν τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν εὐλογήσῃ ἡμᾶς. Οὐκ ἔστιν ἐνταῦθα κλοπὴ καὶ δόλος, καθάπερ ἐκεῖ τότε· ἕτερος μὲν ἐπετάγη εἰσενεγκεῖν, ἕτερος δὲ εἰσήνεγκεν· ἀλλ᾽ ἐγὼ καὶ ἐπετάγην εἰσενεγκεῖν, καὶ εἰσήνεγκα.

Εὐλόγησον δὴ ἡμᾶς, ὦ πάτερ, εὐλογίαν πνευματικὴν, καὶ ἣν πάντες εὐχόμεθα λαβεῖν ἀεὶ, καὶ τὴν οὐ σοὶ μόνον, ἀλλὰ καὶ ἐμοὶ καὶ τούτοις πᾶσι χρησίμην· παρακάλεσον τὸν κοινὸν ἡμῶν ἁπάντων Δεσπότην, εἰς τὸ μακρὸν γῆρας τοῦ Ἰσαὰκ τὴν ζωὴν τὴν σὴν ἐξαγαγεῖν. Τοῦτο γὰρ καὶ ἐμοὶ καὶ τούτοις τῆς δρόσου τοῦ οὐρανοῦ καὶ τῆς πιότητος τῆς γῆς τιμιώτερον καὶ ἀναγκαιότερον.

Ἀλλὰ γὰρ ὥρα λοιπὸν παραθεῖναι τὴν τράπεζαν· τίς οὖν ἐστιν αὕτη; Τὰ λείψανα τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην· ἔτι γὰρ, ἔτι τὸν περὶ τοῦ διαβόλου λόγον ἀνακινοῦμεν, ὃν πρὸ τούτων τῶν δύο ἡμερῶν ἐκινήσαμεν· ὃν καὶ ἕωθεν πρὸς τοὺς μυσταγωγουμένους εἴπαμεν, ὅτε περὶ ἀποταγῆς καὶ συνταγῆς διελεγόμεθα τούτοις. Ποιοῦμεν δὲ τοῦτο οὐκ ἐπειδὴ ἡδὺς ἡμῖν ὁ περὶ τοῦ διαβόλου λόγος, ἀλλ᾽ ἐπειδὴ ἀσφαλὴς ὑμῖν ἡ περὶ τούτου διδασκαλία· ἐχθρὸς γάρ ἐστι καὶ πολέμιος· μεγάλη δὲ ἀσφάλεια τὰ τῶν ἐχθρῶν εἰδέναι σαφῶς. Εἰρήκαμεν πρώην, ὅτι βίᾳ οὐ κρατεῖ, οὐδὲ τυραννίδι, οὐδὲ ἀναγκάζων, οὐδὲ βιαζόμενος· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἂν ἀπώλεσε.

Καὶ τούτου τεκμήριον παρηγάγομεν τοὺς χοίρους, ὧν οὐκ ἠδυνήθησαν κατατολμῆσαι οἱ δαίμονες πρὸ τῆς ἐπιτροπῆς τοῦ Δεσπότου· τὰ βουκόλια τοῦ Ἰὼβ καὶ τὰ ποίμνια· οὐδὲ γὰρ ταῦτα διαφθεῖραι ἐτόλμησεν ὁ διάβολος, ἕως ἄνωθεν τὴν ἐξουσίαν ἔλαβεν.

Ἓν τοίνυν τοῦτο πρῶτον ἐμάθομεν, ὅτι βίᾳ ἡμῶν οὐ κρατεῖ, οὐδὲ ἀνάγκῃ· δεύτερον μετ᾽ ἐκεῖνο προσεθήκαμεν, ὅτι καὶ ἀπάτῃ κρατῶν, οὐδὲ οὕτω πάντων περιγίνεται· καὶ πάλιν αὐτὸν τὸν ἀθλητὴν εἰς μέσον παρηγάγομεν τὸν Ἰὼβ, καθ᾽ οὗ μυρία κινήσας μηχανήματα, οὐδὲ οὕτω περιεγένετο, ἀλλὰ καὶ ἡττηθεὶς ἀνεχώρησεν. Ἓν ὑπολείπεται ζήτημα λοιπόν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ καὶ μὴ βίᾳ, φησὶ, κρατεῖ, ἀλλ᾽ ἀπάτῃ· καὶ διὰ τοῦτο βέλτιον ἦν αὐτὸν ἀφανισθῆναι.

Εἰ γὰρ καὶ περιεγένετο ὁ Ἰὼβ, ἀλλ᾽ ἠπατήθη ὁ Ἀδὰμ καὶ ὑπεσκελίσθη· εἰ δὲ ἀνῃρέθη ἐκ μέσου καθάπαξ, οὐδὲ ὁ Ἀδὰμ ἂν ὑπεσκελίσθη ποτέ· νῦν δὲ μένων ἡττᾶται μὲν ὑφ᾽ ἑνὸς, περιγίνεται δὲ πολλῶν· δέκα αὐτοῦ κρατοῦσιν, ἀλλὰ μυρίων αὐτὸς κρατεῖ καὶ καταγωνίζεται· εἰ δὲ ἀνεῖλεν αὐτὸν ἐκ τοῦ μέσου, οὐκ ἂν οὐδὲ οἱ μύριοι ἀπώλοντο. Τί οὖν πρὸς τοῦτο ἐροῦμεν;

Ὅτι μάλιστα μὲν πολὺ τιμιώτεροι τῶν ἡττωμένων οἱ κρατοῦντες, κἂν οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ὦσι. Κρείσσων γὰρ εἷς, φησὶ, ποιῶν θέλημα Θεοῦ, ἢ μύριοι παράνομοι. Δεύτερον δὲ ὅτι ἀναιρεθέντος τοῦ ἀνταγωνιστοῦ, αὐτὸς ὁ κρατῶν ἐπηρεάζεται δι᾽ ἐκείνου. Ἂν μὲν γὰρ ἀφῇς μένειν τὸν ἀντίπαλον, οἱ ῥᾳθυμότεροι οὐχὶ διὰ τοὺς σπουδαιοτέρους, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν ἐπηρεάζονται· ἂν δὲ ἀνέλῃς τὸν ἀνταγωνιστὴν, οἱ σπουδαιότεροι διὰ τοὺς ῥᾳθύμους ἐπεβουλεύθησαν, καὶ τὴν οἰκείαν οὐκ ἐπεδείξαντο δύναμιν, οὐδὲ τῶν στεφάνων ἐπέτυχον.

βʹ. Τάχα οὐδέπω συνήκατε τὸ λεχθέν· οὐκοῦν ἀνάγκη σαφέστερον αὐτὸ πάλιν εἰπεῖν· Ἔστω ἀνταγωνιστὴς εἷς· ἔστωσαν δὲ καὶ ἀθληταὶ δύο πρὸς ἐκεῖνον παλαίειν μέλλοντες, καὶ τούτων τῶν δύο ἀθλητῶν ὁ μὲν ὑπὸ γαστριμαργίας ἔστω διεφθαρμένος, ἠμελημένος, ἐξῃσθενημένος, ἐκνενευρισμένος, ἕτερος δὲ σπουδάζων, εὐεκτῶν, ἐν παλαίστρᾳ διατρίβων, ἐν γυμνασίοις πολλοῖς, πᾶσαν τὴν ἄσκησιν τὴν περὶ τὴν ἄθλησιν ἐπιδεικνύμενος· ἂν τοίνυν ἀνέλῃς τὸν ἀνταγωνιστὴν, τίνι ἐπηρέασας τούτων; ἆρα τῷ ῥᾳθύμῳ καὶ ἀμελεῖ, ἢ τῷ σπουδαίῳ τῷ τοσαῦτα πεπονηκότι;

Εὔδηλον ὅτι τῷ σπουδαίῳ· ὁ μὲν γὰρ διὰ τὸν ῥᾴθυμον ἠδίκηται ἀναιρεθέντος τοῦ ἀνταγωνιστοῦ· ὁ δὲ ῥᾴθυμος μένοντος τούτου οὐκ ἔτι διὰ τὸν σπουδαῖον ἐπηρέασται· ἀπὸ γὰρ τῆς οἰκείας ῥᾳθυμίας κατέπεσεν. Εἴπω καὶ ἑτέραν λύσιν τοῦ ζητήματος τούτου, ἵνα μάθῃς, ὅτι οὐχ ὁ διάβολος ἐπηρεάζει, ἀλλ᾽ ἡ οἰκεία ῥᾳθυμία πανταχοῦ ὑποσκελίζει τοὺς μὴ προσέχοντας.

Ἀφείσθω ὁ διάβολος ὁ σφόδρα πονηρὸς οὐ φύσει, ἀλλὰ προαιρέσει καὶ γνώμῃ· ὅτι γὰρ οὐκ ἔστι φύσει πονηρὸς ὁ διάβολος, ἀπ᾽ αὐτῶν τῶν ὀνομάτων μάνθανε· διάβολος γὰρ ἀπὸ τοῦ διαβάλλειν εἴρηται· διέβαλε γὰρ τὸν ἄνθρωπον πρὸς τὸν Θεόν· Οὐχὶ δωρεὰν σέβεταί σε Ἰὼβ, λέγων· ἀλλ᾽ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι ὧν ἔχει· εἰ μὴ εἰς πρόσωπόν σε βλασφημήσει. Διέβαλε πάλιν τὸν Θεὸν πρὸς τὸν ἄνθρωπον· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, λέγων, καὶ κατέφλεγε τὰ πρόβατα· ἐσπούδαζε γὰρ αὐτὸν πεῖσαι, ὅτι ἄνωθεν ἐκ τῶν οὐρανῶν ὁ πόλεμος οὗτος ἀνεῤῥιπίσθη, καὶ συνέκρουσε τὸν οἰκέτην πρὸς τὸν δεσπότην, καὶ τὸν δεσπότην πρὸς τὸν δοῦλον· μᾶλλον δὲ οὐ συνέκρουσεν, ἀλλ᾽ ἐπεχείρησε μὲν, οὐκ ἴσχυσε δὲ ἵν᾽ ὅταν ἴδῃς ἕτερον συγκρουόμενον οἰκέτην πρὸς τὸν δεσπότην, τὸν Ἀδὰμ πρὸς τὸν Θεὸν, καὶ πιστεύοντα αὐτοῦ τῇ διαβολῇ, μάθῃς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας δυνάμεως, ἀλλ᾽ ἀπὸ τῆς ἐκείνου ῥᾳθυμίας τε καὶ ἀμελείας τὴν ἰσχὺν ἔλαβε. Διάβολος τοίνυν διὰ τοῦτο εἴρηται· τὸ διαβάλλειν δὲ καὶ μὴ διαβάλλειν οὐ φύσις ἐστὶν, ἀλλὰ πρᾶγμα γιγνόμενον καὶ ἀπογιγνόμενον, συμβαῖνον καὶ ἀποσυμβαῖνον· τὰ δὲ τοιαῦτα οὐ φύσεως ἐπέχει τάξιν οὐδὲ οὐσίας. Οἶδα ὅτι πολλοῖς δυσκατάληπτος ὁ λόγος οὗτος ὁ περὶ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων· ἀλλ᾽ εἰσὶν οἱ καὶ λεπτότερον ἀκούειν δυνάμενοι· διόπερ καὶ ἡμεῖς ταῦτα εἰρήκαμεν.

Βούλεσθε καὶ ἐφ᾽ ἕτερον ὄνομα ἔλθω; καὶ ὄψεσθε κἀκεῖνο οὐ τῆς οὐσίας οὐδὲ τῆς φύσεως ὄνομα ὄν. Πονηρὸς καλεῖται, ἡ δὲ πονηρία οὐ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως· καὶ γὰρ καὶ αὕτη ποτὲ μὲν ἐγγίνεται, ποτὲ δὲ ἀπογίνεται. Μὴ γὰρ δὴ τοῦτό μοι εἴπῃς, ὅτι ἐπ᾽ ἐκείνου διαπαντὸς μένει· καὶ γὰρ καὶ ἐπ᾽ ἐκείνου οὐκ ἐξ ἀρχῆς ἦν, ἀλλὰ μετὰ ταῦτα ἐπεγένετο, διὸ καὶ ἀποστάτης λέγεται· καίτοι πολλῶν ἀνθρώπων ὄντων πονηρῶν, μόνος ἐκεῖνος πονηρὸς κατ᾽ ἐξοχὴν λέγεται. Τί δήποτε οὖν οὕτω καλεῖται;

Ὅτι οὐδὲν παρ᾽ ἡμῶν ἠδικημένος, οὐ μικρὸν, οὐ μέγα ἐγκαλεῖν ἔχων, ἰδὼν τιμηθέντα τὸν ἄνθρωπον, εὐθέως ἐβάσκηνεν αὐτοῦ τοῖς ἀγαθοῖς. Ταύτης οὖν τῆς πονηρίας τί γένοιτ᾽ ἂν χεῖρον, ἀλλ᾽ ἢ ὅταν ἔχθρα καὶ πολέμος ᾖ μηδεμίαν εὔλογον αἰτίαν ἔχων;

Ἀφείσθω τοίνυν ὁ διάβολος, καὶ παραγάγωμεν εἰς μέσον τὴν κτίσιν, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος ἡμῖν αἴτιος τῶν κακῶν, ἐὰν θέλωμεν προσέχειν· ἵνα μάθῃς, ὅτι ὁ ἀσθενὴς τὴν προαίρεσιν καὶ ἠμελημένος καὶ ῥᾴθυμος, καὶ διαβόλου οὐκ ὄντος καταπίπτει καὶ εἰς βάραθρα πολλὰ κακίας ἑαυτὸν καταβάλλει. Ὁ διάβολος πονηρός ἐστιν· οἶδα κἀγὼ, καὶ ὡμολόγηται τοῦτο παρὰ πᾶσιν, ἀλλὰ μετὰ ἀκριβείας πρόσεχε τοῖς μέλλουσι ῥηθήσεσθαι νῦν. Οὐ γὰρ τὰ τυχόντα ἐστὶν, ἀλλ᾽ ὑπὲρ ὧν πολλαχοῦ πολλοῖς πολλάκις γίνονται λόγοι, ὑπὲρ ὧν πολλὴ μάχη καὶ πόλεμος οὐχὶ πιστοῖς πρὸς ἀπίστους μόνον, ἀλλὰ καὶ πιστοῖς πρὸς πιστούς· τοῦτο γάρ ἐστι τὸ ὀδύνης γέμον.

γʹ. Ὁ μὲν οὖν διάβολος ὡμολόγηται, καθὼς ἔφην, πονηρὸς εἶναι παρὰ πᾶσι· τί περὶ τῆς κτίσεως ἐροῦμεν τῆς καλῆς ταύτης καὶ θαυμαστῆς; ἢ καὶ ἡ κτίσις πονηρά; Καὶ τίς οὕτω μιαρὸς, τίς οὕτως ἀναίσθητος καὶ παραπλὴξ ὡς κατηγορῆσαι τῆς κτίσεως;

Τί οὖν περὶ ταύτης ἐροῦμεν; Οὐ γάρ ἐστι πονηρὰ, ἀλλὰ καὶ καλὴ καὶ δεῖγμα τῆς τοῦ Θεοῦ σοφίας καὶ δυνάμεως καὶ φιλανθρωπίας ἐστίν. Ἄκουσον γοῦν πῶς αὐτὴν ὁ προφήτης θαυμάζει, λέγων· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας· οὐ καθέκαστον ἐπεξῆλθεν, ἀλλὰ παρεχώρησε τῷ ἀκαταλήπτῳ τῆς σοφίας τοῦ Θεοῦ. Ὅτι δὲ καὶ χρησίμως αὐτὴν οὕτω καλὴν καὶ μεγάλην ἐποίησεν, ἄκουσόν τινος λέγοντος, ὅτι Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· ἄκουσον καὶ τοῦ Παύλου λέγοντος· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Τούτων γὰρ ἕκαστος ᾐνίξατο δι᾽ ὧν εἶπεν, ὅτι αὕτη πρὸς θεογνωσίαν ἡμᾶς χειραγωγεῖ· ὅτι αὕτη ποιεῖ ἐπιγινώσκειν τὸν Δεσπότην.

Τί οὖν, ἐὰν ἴδωμεν τὴν καλὴν ταύτην καὶ θαυμαστὴν, αὐτὴν γενομένην ἀσεβείας αἰτίαν πολλοῖς, αἰτιασόμεθα αὐτήν; Οὐδαμῶς, ἀλλ᾽ ἐκείνους τοὺς μὴ χρησαμένους εἰς δέον τῷ φαρμάκῳ. Ποῦ οὖν ἀσεβείας αἰτία αὕτη ἡ χειραγωγοῦσα πρὸς θεογνωσίαν; Ἐσκοτίσθησαν, φησὶν, ἐν τοῖς διαλογισμοῖς αὐτῶν οἱ φιλόσοφοι, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Οὐδαμοῦ διάβολος ἐνταῦθα, οὐδαμοῦ δαίμων ἐνταῦθα, ἀλλὰ κτίσις εἰς τὸ μέσον πρόκειται μόνη διδάσκαλος τῆς θεογνωσίας.

Πῶς γοῦν γέγονεν ἀσεβείας αἰτία; Οὐ παρὰ τὴν ἑαυτῆς φύσιν, ἀλλὰ παρὰ τὴν ἀμέλειαν τῶν μὴ προσεχόντων. Τί οὖν; ἀναιρήσομεν καὶ τὴν κτίσιν, εἰπέ μοι; Καὶ τί λέγω περὶ τῆς κτίσεως; Ἐπὶ τὰ μέλη ἔλθωμεν τὰ ἡμέτερα· καὶ γὰρ καὶ ταῦτα εὑρήσομεν ἀπωλείας αἴτια, ἐὰν μὴ προσέχωμεν, οὐ παρὰ τὴν οἰκείαν δὲ φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν.

Σκόπει δέ· Ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων τὴν κτίσιν δοξάζῃς τὸν Δεσπότην· ἀλλ᾽ ἐὰν μὴ καλῶς χρήσῃ τῷ ὀφθαλμῷ, μοιχείας σοι γίνεται πρόξενος· γλῶττα δὲ ἐδόθη, ἵνα εὐφημῇς, ἵνα ὑμνῇς τὸν Ποιητήν· ἀλλ᾽ ἐὰν μὴ καλῶς προσέχῃς, βλασφημίας σοι γίνεται αἰτία· χεῖρες δὲ ἐδόθησαν, ἵνα ἀνατείνῃς αὐτὰς εἰς εὐχάς· ἀλλ᾽ ἐὰν μὴ νήφῃς, εἰς πλεονεξίαν αὐτὰς ἐκτείνεις· πόδες ἐδόθησαν, ἵνα τρέχῃς εἰς καλὰ ἔργα· ἀλλ᾽ ἐὰν ἀμελῇς, τὰς πονηρὰς δι᾽ αὐτῶν ἕξεις πράξεις. Ὁρᾷς ὅτι τὸν ἀσθενῆ πάντα βλάπτει; ὁρᾷς ὅτι τὸν ἀσθενῆ καὶ τὰ φάρμακα τὰ σωτήρια εἰς θάνατον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου; Ἐποίησεν οὐρανὸν ὁ Θεὸς, ἵνα θαυμάσας τὸ ἔργον προσκυνήσῃς τὸν Δεσπότην· ἀλλ᾽ ἕτεροι τὸν Ποιητὴν ἀφέντες, αὐτὸν τὸν οὐρανὸν προσεκύνησαν· ταῦτα δὲ ἀπὸ τῆς ἐκείνων ῥᾳθυμίας τε καὶ ἀνοίας. Ἀλλὰ τί λέγω κτίσιν; Καὶ μὴν τί τοῦ σταυροῦ σωτηριωδέστερον γένοιτ᾽ ἄν; ἀλλ᾽ ὁ σταυρὸς οὗτος σκάνδαλον τοῖς ἀσθενοῦσι γέγονεν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ· καὶ πάλιν· Κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν.

Τί τοῦ Παύλου διδασκαλικώτερον γένοιτ᾽ ἂν καὶ τῶν ἀποστόλων; ἀλλ᾽ οἱ ἀπόστολοι οὗτοι ὀσμὴ θανάτου τοῖς πολλοῖς ἐγένοντο· φησὶ γοῦν· Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωήν. Ὁρᾷς ὅτι ὁ μὲν ἀσθενὴς καὶ ἀπὸ τοῦ Παύλου βλάπτεται, ὁ δὲ ἰσχυρὸς οὐδὲ ἀπὸ τοῦ διαβόλου ἀδικεῖται;

δʹ. Βούλει καὶ ἐπὶ τοῦ Χριστοῦ τὸν λόγον γυμνάζωμεν; Τί τῆς σωτηρίας ἐκείνης ἴσον; τί τῆς παρουσίας ἐκείνης χρησιμώτερον; ἀλλ᾽ αὕτη ἡ παρουσία ἡ σωτηριώδης, ἡ χρησίμη, πολλοῖς προσθήκη κολάσεως γέγονεν· Εἰς κρῖμα γὰρ, φησὶν, ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τί λέγεις; τὸ φῶς πηρώσεως αἴτιον γέγονεν; Οὐ τὸ φῶς πηρώσεως αἴτιον γέγονεν, ἀλλ᾽ ἡ ἀσθένεια τῶν ὀφθαλμῶν τῆς ψυχῆς τὸ φῶς ὑποδέξασθαι οὐκ ἴσχυσεν.