Δύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι, ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς. Σὺ ἐκεῖ ἀπέρχῃ, καὶ τὸ ἔργον σου μένει. Καὶ μή μοι τῶν αἱρετικῶν τὴν γνώμην εἴσαγε· μή μοι λέγε· Πῶς σώζομαι; Ὅταν ἐργάζηται Θεὸς, εὐθύνας μὴ ἀπαίτει· ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ἰατρὸς τέμνων, καὶ μυρία ἐπάγων φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις; ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ. Τοῦ συνδούλου τῇ τέχνῃ παραχωρεῖς, καὶ οὐ περιεργάζῃ· καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ οὐ παραχωρεῖς; Μὴ λέγε, Πῶς; ἀλλὰ θαύμαζε, ἀλλ᾽ ἐκπλήττου, ἀλλὰ δόξαζε. Ἐπεὶ ἐρωτῶ σε κἀγὼ, πῶς ὁ λῃστὴς ἐσώθη; Πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν σφαγαῖς, ἐν αἵμασιν ἐτέλεσε, τοίχους διώρυξεν, οὐσίας διήρπασεν· οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώποις κατεδικάσθη, καὶ παρὰ Θεοῦ ἐστεφανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ἐνταῦθα ἀπώλεσε, καὶ τὰ ἐκεῖ ἔλαβε. Πῶς ἔλαβεν; εἰπέ μοι. Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν; Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία κερασθεῖσα τῇ μετανοίᾳ τὸν λῃστὴν ἐποίησε παραδείσου πολίτην. Πῶς; Οὐκ οἶδα πῶς. Μή με ἀπαίτει τὸν τρόπον· σωθῆναι ζητῶ μόνον, οὐ περιεργάζομαι τὸν τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με, παρακαλεῖς τῷ ἰατρῷ, τῆς ἀῤῥωστίας, καὶ οὐ τολμᾷς εἰπεῖν, Πῶς;