Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η αποκλειστική ευθύνη ενώπιον του Θεού και η προπατορική αμαρτία

Ερμηνεία των στίχων που αφορούν τη θεία δικαιοσύνη, την ανάληψη της προσωπικής ευθύνης του Δαβίδ για το σφάλμα του, καθώς και τις γενικότερες συνέπειες της προπατορικής αμαρτίας στην ανθρώπινη φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Τί ἐστιν ὃ λέγεις; Βασιλεὺς ἤμην, σὲ ἐφοβούμην μόνον. Βασιλεὺς ἤμην, οὐκ ἐφοβούμην τὸν ἠδικημένον.

Στρατιώτης μου ἦν, κολάσαι με οὐκ ἐδύνατο· ἀλλὰ φροντίζω διὰ σὲ, μὴ σύ με ἀπαιτήσῃς εὐθύνας. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. [Πολλῶν, φησὶ, καὶ μεγάλων παρὰ σοῦ δωρεῶν ἀπολαύσας, τοῖς ἐναντίοις ἠμειψάμην τὰ δῶρα, τὰ ἀπειρημένα τῷ νόμῳ δρᾶσαι τολμήσας. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἠδίκησε μὲν γὰρ κἀκεῖνον καὶ τὴν ἐκείνου γυναῖκα· ἡ δὲ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται τὸν Θεὸν, τὸν ἐκλεξάμενον καὶ βασιλέα πεποιηκότα. Καλῶς δὲ προστέθεικε τὸ, Πονηρὸν ἐνώπιόν σου ἐποίησα. Τούτου γὰρ καὶ ἡ ἱστορία μέμνηται· Ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον τοῦ Κυρίου. Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο γενόμενον οὕτω νοητέον, Σοὶ μόνῳ ἥμαρτον· Περὶ τὰς σὰς, φησὶ, δωρεὰς ἐγενόμην ἀχάριστος, καὶ τοὺς τεθέντας σοι παραβέβηκα νόμους, καὶ πολλῶν ἀγαθῶν ἀπολαύσας, ἀγνώμων περὶ ταῦτα γεγένημαι· τοὺς δὲ Βαβυλωνίους οὐδὲν ἀδικήσας, μεγάλα παρ᾽ ἐκείνων ἠδίκημαι.

Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἑαυτῷ, φησὶ, πρόξενος ἐγενόμην κακῶν· τὸ δὲ σὸν δίκαιον διαλάμπει καὶ οὕτω. Κρίσεως γὰρ γενομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ᾽ ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ δίκαιος καὶ φιλάνθρωπος· ἐγὼ δὲ παράνομος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν, Ὅπως, οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικόν. Οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ἢ αὐτὸς ὁ Δαυῒδ, ἢ ὁ λαὸς, ἵνα ὁ Θεὸς δικαιωθῇ· ἀλλὰ τοὐναντίον, καὶ τῆς ἁμαρτίας ὑπὸ τούτων γενομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται. Πᾶσαν γὰρ καὶ τούτου κἀκείνων πεποίηται πρόνοιαν.] Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τί ἐστιν, ὃ λέγει;

Ἥμαρτόν σοι· ἐὰν γένηται δικαστήριον, νικᾷς· ἐὰν δέ τις δικάζῃ, νικᾷς. Πῶς; Ἐπειδὴ ἑώρα τὸν Θεὸν ἀεὶ βουλόμενον κρίνεσθαι μετὰ ἀνθρώπων· Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί παρηνώχλησά σοι; ἢ τί ἐλύπησά σε; ἀποκρίθητί μοι· καὶ ἀλλαχοῦ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν· καὶ πανταχοῦ ἑώρα τὸν Θεὸν δικαζόμενον μετὰ ἀνθρώπων· λέγει αὐτῷ, Παρὰ σοὶ τὰ νικητήρια· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἄνθρωπόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενόμενον, προφήτην κατέστησας. Τὸν Γολιὰθ κατέβαλον οὐ φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως. Πορφυρίδα περιεβαλόμην.

Ἄλλον ἐξέβαλες, καὶ ἐμὲ εἰσήγαγες· πλοῦτόν μοι ἔδωκας τοσοῦτον. εʹ. Ὅπως δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐὰν εἴπῃς σὺ τὰ ἁμαρτήματά μου, καὶ μὴ ἐγὼ εἴπω, καταδικάζομαι. Διὰ τοῦτο ἐλέους χρείαν ἔχω. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκράτηκε.

Προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐντολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν καὶ τὴν τοῦ παραδείσου στέρησιν ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα τέτοκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βούλεται, ὅτι τῶν ἡμετέρων προγόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. Διδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐνέργεια· ἦ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας· ἀλλ᾽ ὅτι ῥέπει ἡ φύσις ἐπὶ τὸ πταίειν ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ δὲ ὅμως ἡ γνώμη πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοίνυν, ὥς τινες ἀνοήτως ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, οὕτω νενοηκότες τὸ, Ἐν ἀνομίαις συνελήφθην· ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν. Εἰ γὰρ ἐκεῖνοι, φησὶ, μὴ ἥμαρτον, οὐκ ἂν ἐδέξαντο τοῦ θανάτου τὸ ἐπιτίμιον· θνητοὶ δὲ μὴ ὄντες, κρείττους ἂν ἦσαν φθορᾶς· τῇ δὲ ἀφθαρσίᾳ πάντως ἂν καὶ ἀπάθεια συνῆν· ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἂν ἔσχεν ἡ ἁμαρτία. Ἐπειδὴ δὲ ἐξήμαρτον, φθορᾷ παρεδόθησαν· φθαρτοὶ γενόμενοι, τοιούτους καὶ γεγεννήκασι παῖδας· τοῖς δὲ τοιούτοις ἐπιθυμίαι καὶ φόβοι καὶ ἡδοναὶ συμπαρέπονται. Πρὸς ταῦτα καὶ λογισμὸς ἀγωνίζεται, καὶ νενικηκὼς μὲν ἀνακηρύττεται, ἡττηθεὶς δὲ αἰσχύνας ὀφλισκάνει. Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ Ἐκίσσησεν, Ἐκύησε τέθεικεν. [

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. Οὕτω δὲ, φησὶ, κρίνεις, καὶ τοὺς μὲν κολάζεις, τοὺς δὲ στεφανοῖς, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις. Τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμης τοῖς αἰτοῦσι τὰ φάρμακα. Καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.] Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέγει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι καὶ γνώριμον ἐποίησας.

Ἔμαθον ὅτι Υἱὸν ἔχεις, ὅτι σύνθρονον ἔχεις, ἔμαθον ὅτι μέλλει γίνεσθαι ἄνθρωπος. Εὐηγγελίσαμεν τὰ Εὐαγγέλια τῇ οἰκουμένῃ, τὸν σταυρὸν, τὸν τάφον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν· εἶπον αὐτοῦ τὴν κατάβασιν, εἶπον αὐτοῦ τὴν ἀνάβασιν, εἶπον αὐτοῦ τὴν ἐκ δεξιῶν καθέδραν, εἶπον τῆς Ἐκκλησίας τὴν κλῆσιν, εἶπον τῶν ἐθνῶν τὴν σωτηρίαν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῶν ἀποστόλων τὴν ἐκλογήν. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Οὕτω με ἐτίμησας, οὕτω με ἐφίλησας, ὅτι καὶ τὸ μέγιστον μυστήριον, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι. Καὶ ποῦ ταῦτα ἐδήλωσεν; Ἄκουσον αὐτοῦ τοῦ προφήτου, πῶς λέγει αὐτοῦ τὴν ἐξ οὐρανοῦ κατάβασιν.