Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η πτώση, η μετάνοια και η συγχώρηση του Δαβίδ

Η συνειδητοποίηση της αμαρτίας από τον Δαβίδ, η στέρηση του Αγίου Πνεύματος, η άμεση εξομολόγηση και η αποκατάστασή του μέσω της θείας άφεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Βασιλεὺς εἶ, διαδήματι περίκεισαι, πορφυρίδα περιεβάλλου. Ἀλλὰ λέγει· Φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ. Τὸ κάλλος ἐκεῖνο ζητῶ. Δός μοι τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πάλιν λαλήσῃς μοι, κἀγὼ λαλήσω σοι.

Ἀπέστη γὰρ ἀπ᾽ ἐμοῦ τὸ Πνεῦμα, καθάπερ περιστερὰ βόρβορον βλέπουσα. Βούλομαι αὐτὴν ἐπανελθεῖν. Τότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου. Οὐ δύναμαι ὑπενεγκεῖν, ἐπειδὴ τὴν παῤῥησίαν ἀπώλεσα. Ὁρᾷς τὸν Δαυῒδ ἐξομολογούμενον τῷ Θεῷ. Βλέπε πόσον κακὸν ἡ ἁμαρτία. Καὶ ποία ἁμαρτία; Μοιχεία καὶ φόνος καὶ νόμου παράβασις, ἀθέτησις λόγων Θεοῦ.

Καὶ ταῦτα λέγων οὐ κατηγορῶ τοῦ προφήτου, ἀλλὰ τὴν ταχεῖαν αὐτοῦ μετάνοιαν ἀπαγγέλλω. Ἀλλὰ γὰρ ἔπρεπεν τῷ προφήτῃ πληρῶσαι τὸ γεγραμμένον Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· τοῦτο γὰρ αὐτὸν καὶ ἐδικαίωσεν. Ἡμάρτηκα τῷ Κυρίῳ, λέγων. Ἀλλ᾽ ἦλθεν ὁ προφήτης Νάθαν, καὶ εἶπεν· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου.

Σύντομος ἡ ἁμαρτία, συντομωτέρα ἡ ἐξομολόγησις. Ἐπειδὴ γὰρ ἥμαρτεν πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα, ἡττᾶτο ὑπὸ τῆς ἁμαρτίας, καὶ γράψας ψαλμὸν, εἶπεν· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ διὰ πάσης τῆς ἐξομολογήσεως λύσιν ἐδέξατο πάσης ἁμαρτίας. Ἀλλὰ καὶ Παῦλος πῶς ἐλεήθη;