Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά παραδείγματα μετανοίας έναντι της απελπισίας

Η μεταστροφή του αποστόλου Παύλου και η σωτηρία αμαρτωλών, όπως ο ληστής και η πόρνη, ως ενίσχυση της ελπίδας των πιστών και αποτροπή της απόγνωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ὢ φιλανθρωπία Δεσπότου! Ἀνθρώπῳ λέγει· Τί με διώκεις; Τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ διαλέγεται· Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ ἔλεγε· Σαοὺλ, Σαοὺλ, τί με διώκεις;

Τί οὖν Παῦλος; Τίς εἶ, Κύριε, ὁ λαλῶν μοι; Ὢ εὐγνώμονος δούλου! Εὐθέως τὴν δεσποτείαν ὡμολόγησε, Τίς εἶ, Κύριε; εἰπών. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζαραῖος, ὃν σὺ διώκεις· ἀλλὰ ἀναστὰς εἴσελθε εἰς Δαμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιεῖν. Καὶ ὅ ποτε λύκος, νῦν πρόβατον· ὅ ποτε διώκτης, νῦν εὐαγγελιστής· ὅ ποτε ζιζάνιον, νῦν σῖτος· ὅ ποτε πειρατὴς καὶ καταποντιστὴς, νῦν κυβερνήτης λαοῦ· ὅ ποτε πορθῶν τὴν Ἐκκλησίαν, νῦν πιστευόμενος αὐτήν· ὅ ποτε τὰς ἀμπέλους ἐκκόπτων, νῦν φυτουργὸς γενόμενος· ὅ ποτε μόλυβδος, νῦν χρυσὸς γενόμενος. Καὶ σὺ βόησον, ἀγαπητὲ, ὅτι μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων, καὶ εὐθέως ἀκούεις· Ἀλλὰ πολλὴ ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἐγένετο γὰρ Θεὸς ἄνθρωπος, καὶ εἰσῆλθεν εἰς μήτραν παρθενικὴν, καὶ ᾤκησεν. Καὶ τίνας ἐκάλεσεν; Μάγους. Μετ᾽ ἐκείνους, τίνα; Πόρνην.

Μετ᾽ ἐκείνην, τίνα; Λῃστήν. Μετ᾽ ἐκεῖνον, τίνα; Βλάσφημον. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθίνια τῆς κλήσεως ἡ τυραννὶς τῆς ἁμαρτίας. Διότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα, ἄνθρωποι μὲν ὕπνῳ ἁμαρτίας, καὶ Ἰουδαϊσμῷ, καὶ ἀπογνώσει πολλῇ κατείχοντο. Διὰ τοῦτο τοίνυν ἐλθὼν, ἐκ προοιμίων τὰ ἀκροθίνια τῆς Ἐκκλησίας ἐκάλεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας.

Ἀσεβὴς εἶ; Ἐννόησον τὸν λῃστήν. Ἀκάθαρτος εἶ; Ἐννόησον τὴν πόρνην. Βλάσφημος εἶ; Ἐννόησον τὸν Παῦλον, τὸν βλάσφημον. Ἄπιστος εἶ; Ἐννόησον τοὺς μάγους. Οἶδα κἀγὼ ὁποία ἐστὶν ἡ ἀπόγνωσις τῆς ἁμαρτίας. Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων σοι τὰ ῥήματα ταῦτα· Ὅλον τὸν βίον σου ᾤκησας μετὰ πορνῶν, μετὰ ταῦτα ἐπιώρκησας, ἐμοίχευσας παρ᾽ ὅλους τοὺς τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα. Ἀλλὰ σὺ τόλμα ἐναντία. Ἔπεσας; Ἀλλ᾽ ἀνάστηθι. Ἐπόρνευσας;