Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία παιδαγωγία προς φιλανθρωπία και τα γεγονότα στα Σαρεπτά

Τα μέσα που χρησιμοποιεί ο Θεός για να καλλιεργήσει την ευσπλαχνία στον προφήτη, περιλαμβάνοντας την τροφοδοσία από τους κόρακες, τη θαυματουργική ευλογία στη χήρα των Σαρεπτών και την παραχώρηση του θανάτου του τέκνου της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Τρέφει γὰρ τὸν προφήτην διὰ πετεινῶν μισοτέκνων· μισότεκνος γὰρ ὁ κόραξ γονεὺς, καὶ ἃ τίκτει μὴ τρέφων. Τοῦτο γοῦν ὁ προφήτης Δαυῒδ αἰνιττόμενος ἔλεγε· Καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐπειδὴ γὰρ οἱ νεοσσοὶ τῶν κοράκων, μᾶλλον δὲ πάντες νεοσσοὶ πρὸς τὴν τῆς τροφῆς τῆς οἰκείας συλλογὴν ἀσθενοῦσιν, ἔχουσι δὲ τοὺς γονέας παιδοτροφοῦντας, ἀπεστέρηνται δὲ τούτου οἱ νεοσσοὶ τῶν κοράκων, ὅμως δὲ διαμένει τῶν κοράκων τὸ γένος παρὰ τῶν γονέων μὴ διατρεφόμενον, δεικνὺς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Δαυῒδ, ἀνατίθησι τὴν ἐκείνων διατροφὴν τῷ Θεῷ. Κεχηνότες γὰρ εἰς ἀέρα τῶν κοράκων οἱ νεοσσοὶ, καὶ παρὰ τῶν γονέων μὴ τρεφόμενοι, ἔχουσιν αὐτοὶ ζῶα μικρά τινα τὴν θείαν ἐπιπέμπουσαν πρόνοιαν διακονούμενα, καὶ οὕτως ἐκ τοῦ ἀέρος ἐκεῖνα δεχόμενοι, πρὸς αὔξησιν τρέφονται. Διὰ τοῦτό φησι· Τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐπειδὴ τοίνυν μισοτεκνίαν ὁ Ἠλίας κατὰ Ἰουδαίων ὡς τέκνων ἀχρήστων ἀνέλαβε, διὰ μισοτέκνων πατέρων πρεσβεύεται πρὸς αὐτὸν ὁ Θεὸς, μονονουχὶ τοῦτο πρὸς τὸν Ἠλίαν σεσιγημένως βοῶν· Μὴ τοσαύτη παρὰ σοὶ κατὰ Ἰουδαίων μισοτεκνία, ὅση τοῖς κόραξι κατὰ τῶν νεοσσῶν τῶν οἰκείων; Ἀλλ᾽ ὅρα νῦν μεταβεβλημένους τοὺς κόρακας· ὅρα τὴν ἐκείνων, ὦ Ἠλία, φιλανθρωπίαν· οἱ περὶ τοὺς οἰκείους ἀπάνθρωποι νεοσσοὺς, σοῦ γίνονται ξενοδόχοι φιλότιμοι.

Ἄτοπόν ἐστιν, ὦ Ἠλία, τοὺς μὲν κόρακας μεσίτας γίνεσθαι πρὸς σὲ τῆς παρ᾽ ἐμοῦ φιλανθρωπίας, σὲ δὲ μεσίτην τοῖς Ἰουδαίοις μὴ γίνεσθαι τῆς παρ᾽ ἐμοῦ κατ᾽ αὐτῶν τιμωρίας. Αἰδέσθητι τὴν τῶν κοράκων μεταβολὴν, καὶ γενοῦ περὶ τοὺς Ἰουδαίους χρηστός· ἐγὼ γὰρ τιμῶ σου μὲν τὴν ἀπόφασιν, κἀκείνους δὲ κολαζομένους οἰκτείρω. Ὡς οὖν εἶδεν ὁ Θεὸς τὸν Ἠλίαν οὐκ ἐνδιδόντα, συστέλλει πάλιν τὴν διὰ τῶν κοράκων τροφὴν, πρὸς καταλλαγὰς αὐτὸν βιαζόμενος, ἵνα τῷ λιμῷ βιασθεὶς τὴν ἀπόφασιν κἂν δι᾽ ἑαυτοῦ λύσῃ. Ὁ δὲ καὶ τῶν κοράκων συσταλέντων ἠνείχετο· Λιμώξω, φησὶ, μόνον τοὺς δυσσεβοῦντας ἴδω κολαζομένους· ἀπόλοιτό μου τὸ σῶμα μετὰ τούτων λιμῷ κολαζόμενον. Ἐκλειπούσης τοίνυν τῆς διὰ τῶν κοράκων τροφῆς, καὶ χρόνου διελθόντος πολλοῦ, πάλιν συσχεθεὶς ὁ Ἠλίας ἐφ᾽ ἕτερον μεθίσταται τόπον, καὶ τῷ λιμῷ συνθλιβόμενος ἄπεισι, καὶ γίνεται ἱκέτης ἐθνικῆς, καὶ ταύτης χήρας καὶ πενομένης. Καὶ βουλόμενος δὲ αὐτὸν ὁ Θεὸς γενέσθαι φιλανθρωπότερον, ἐπειδὴ τότε τοῖς Ἰουδαίοις ἀπείρητο ἡ μετὰ ἐθνῶν συνουσία, προλαμβάνων προκαταγγέλλει τὸ γενησόμενον· Ἀνάστηθι, φησὶν, ἐντεῦθεν, καὶ ἄπελθε εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι ἐκεῖ χήρα γυναικὶ ἐθνικῇ τοῦ διατρέφειν σε· ἵνα ἀκούσας τὸ, Ἐθνικῇ, μυσάζηται τὴν τροφὴν, καὶ παρακαλέσῃ τὸν Θεὸν εἰς χορηγίαν τῶν ὄμβρων.

Ὁ δὲ οὐδὲ πρὸς ταύτην τὴν φωνὴν ἐχαυνοῦτο, ἀλλ᾽ ἔτρεχε πρὸς τὴν τῆς ἐθνικῆς διατροφήν· καὶ τὸ δὴ μεῖζον, παρασκευάζει τὴν χήραν ὁ Θεὸς εὐθὺς αὐτῷ πεινῶντι λαλῆσαι ῥήματα σκληρὰ, πανταχόθεν αὐτὸν εἰς χρηστότητα συνελαύνων. Τί οὖν ἡ ἐθνικὴ πρὸς αὐτόν;

Ζῇ Κύριος ὁ Θεός σου. Καὶ πόθεν τῇ ἐθνικῇ τὸ εἰπεῖν, Ζῇ Κύριος ὁ Θεός σου; Προλαβὼν ὁ Θεὸς δείκνυσι τὸν προφήτην τῇ χήρᾳ κατ᾽ ὀπτασίαν· τοῦτο γάρ ἐστιν ὃ τῷ προφήτῃ ὁ Θεὸς ἐπεβόα· Ἐντελοῦμαι ἐκεῖ χήρᾳ γυναικὶ τοῦ διαθρέψαι σε. Ἔδειξεν ὁ Θεὸς προλαβὼν τῇ γυναικὶ τοῦ προφήτου τὸ σχῆμα, τὴν μορφὴν, τὴν ἡλικίαν, τὴν μέλλουσαν αἴτησιν. Ὅθεν μετὰ τὸ παραστῆναι τὸν προφήτην, ὑπεμνήσθη τῆς ὀπτασίας ἡ χήρα· εἶδεν αὐτὸν τοιοῦτον, οἷος αὐτῇ κατ᾽ ὀπτασίαν ἐφάνη. Ἐντεῦθεν οὖν γνοῦσα θείαν εἶναι τὴν ἀποκάλυψιν, εὐθὺς ἐπιστάντι τῷ προφήτῃ [ἐβόα] καὶ αἰτήσαντι τροφὴν, ἐβόα· Ζῇ Κύριος ὁ Θεός σου· οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ εἰσελθοῦσα ποιήσω ταύτην ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγούμεθα καὶ ἀποθανούμεθα.

Εὐθὺς ἀπογνώσεως ἢ δόσεως ῥήματα. Οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ δρὰξ ἀλεύρου· ταύτην εἰσελθοῦσα ποιήσω ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγούμεθα καὶ ἀποθανούμεθα. Οὐδὲν ἡμῖν, φησὶ, τὸ περιλειπόμενον ἕτερον, τῆς δρακὸς δαπανηθείσης, ἢ θάνατος.

Ἤρξατό τι πάσχειν πρὸς τὴν φωνὴν ὁ Ἠλίας. Ἐμοῦ, φησὶ, πλείονι αὕτη παγκρατιάζει λιμῷ· ἐγὼ κἂν μόνος πεινῶ, αὕτη δὲ μετὰ τῶν τέκνων λιμώττει. Μὴ γένωμαι πρόξενος τῇ ξενοδόχῳ θανάτου. Τί οὖν; Ὥσπερ εἶπον, χαυνοῦται πρὸς τὴν φωνὴν, ἄρχεται λοιπὸν φιλανθρωπίας ἐν ἑαυτῷ περιφέρειν μελέτην· Οὐκ ἐκλείψει, φησὶν, ὁ καμψάκης τοῦ ἐλαίου, οὐδὲ ἡ ὑδρία τοῦ ἀλεύρου, ἕως τοῦ δοῦναι Κύριον ὑετὸν ἐπὶ τῆς γῆς.

Ἤδη μικρὸν τὴν τῶν ὄμβρων ὑποφθέγγεται δόσιν. Πρὶν τῷ λιμῷ δαμασθῆναι, οὐκ ἐπέτρεπε Θεῷ τὴν περὶ τοὺς ὄμβρους φιλανθρωπίαν, ἀλλ᾽ ἔλεγεν· Οὐκ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ λόγου στόματός μου. Νῦν δὲ ἐπιτρέπει, καὶ ἤδη τὸ τῆς λύσεως ὑπαγορεύει προοίμιον, ἀλλ᾽ ὑπηγόρευε μὲν, οὔπω δὲ προσῆγε τὴν αἴτησιν. Τί οὖν ἡ τῆς φιλανθρωπίας πηγή;

Πάλιν αὐτῷ τρίτην μηχανὴν φιλανθρωπίας προσάγει· κελεύει γὰρ τὴν ψυχὴν τοῦ τῆς χήρας παιδίου μεταστῆναι τοῦ σώματος. Τιμῶν μὲν γὰρ τὸν προφήτην, τὴν εὐλογίαν οὐκ ἔλυεν, οὐδὲ ἐπιλεῖψαι τὸν καμψάκην ἐποίει, ὥστε πρὸς ἀνάγκην αὐτὸν συνελαθῆναι φιλανθρωπίας.

Ἦν γὰρ ὕβρις τῷ προφήτῃ, εἰ τὰ τῆς εὐλογίας ἀνετράπη τῆς παρ᾽ αὐτοῦ· καὶ τῆς ἐθνικῆς δὲ χήρας τοῦτο τὴν πίστιν κατέβλαπτεν, ὡς ἀπὸ συντυχίας τῆς εὐλογίας ἐπιτυχούσης μικρόν. Διὰ τοῦτο ὁ Θεὸς τὴν μὲν εὐλογίαν οὐκ ἀνατρέπει, τρίτην δὲ προσάγει μηχανὴν τῷ προφήτῃ· ποιεῖ γὰρ τὸ τῆς χήρας ἀποθανεῖν παιδίον, τὸν προφήτην εἰς ἀνάγκην ὠθῶν τῆς πρὸς αὐτὸν ἀξιώσεως.

Ἡ γὰρ χήρα, τεθνηκότος τοῦ τέκνου, περιέστη τὸν προφήτην σὺν δάκρυσιν. Εἴθε, φησὶ, λιμῷ προαπολώλειν, καὶ πρὸ τῆς σῆς εὐλογίας ἀποτεθνήκειν, ἢ τοῦ υἱοῦ ἐγεγόνειν θεατὶς τεθνεῶτος. ᾘσχύνετο τὸ συμβὰν ὁ προφήτης· Οὗτοι, φησὶ τῇ χήρᾳ, τῆς εἰς ἐμὲ ξενοδοχίας οἱ μισθοί; Πρὸ τῆς ἐμῆς δεξιώσεως, εὔτεκνος· μετὰ τὴν δεξίωσιν τὴν ἐμὴν περὶ τέκνον τὸ φιλούμενον παρ᾽ αὐτῇ θρηνῳδία. Αἰσχυνόμενος τὸ συμβὰν ὁ Ἠλίας, καὶ καθ᾽ ἑαυτὸν περιστρέφων τὸ πρᾶγμα, ᾔσθετο τέχνην οὖσαν τοῦ πάντων Δεσπότου τὸ γεγενημένον, ᾔσθετο τὴν τέχνην τὴν θείαν. Καὶ τί φησιν; Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς! Τί δέ ἐστιν ὃ βούλεται λέγειν; Παρὰ σοῦ, φησὶν, ἡ περὶ τῆς γυναικὸς πρός με μαρτυρία· σὺ, φησὶν, εἶπας· Ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διαθρέψαι σε, πάντως τῇ τῆς γυναικὸς μαρτυρῶν ὡς εὐσεβεῖ προαιρέσει. Πρὸς ταύτην ἐξ ἐκείνων με τῶν τόπων μετέστησας, καὶ ἣν τετίμηκας τῇ παρὰ σοῦ μαρτυρίᾳ, ταύτην νῦν τῷ τοῦ τέκνου τιμωρῇ θανάτῳ; Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς, σὺ ἐθανάτωσας τὸν υἱὸν αὐτῆς!

Οὐκ ἔστι, φησὶ, τὸ συμβὰν τῆς φύσεως θάνατος· τῆς τέχνης τῆς σῆς τὸ γεγενημένον, μηχανᾶσαι κατ᾽ ἐμοῦ φιλανθρωπίας ἀνάγκην, ἵν᾽ ὅταν εἴπω πρὸς σὲ, Κύριε, τὸν υἱὸν τῆς χήρας τὸν νενεκρωμένον ἐλέησον, ἀντιφθέγξῃ καὶ σὺ πρός με· Τὸν υἱόν μου τὸν Ἰσραὴλ ἐλέησον.