Σὺ ἐσφάλης, κἀγὼ μαστίζομαι· τὴν πλευρὰν ἀπολώλεκα, καὶ βοηθὸν οὐχ εὗρον. Οἴμοι, γύναι Εὔα, θανάτου μήτηρ, παρακοῆς γεννήτρια, παραδείσου ἐκβλήτρια, δρακοντιαίων συρισμάτων ἀγαπήτρια, διαβολικῶν μηχανημάτων ἐπιτήδειον ὄργανον. Ἄπιθι, γύναι· τί μου τὴν ἀθανασίαν ἐθέρισας; τί μου τὴν βασιλικὴν στολὴν ἔσχισας; ἣν οὐχ ὕφανας, διέῤῥηξας. Τί με φύλλα συκῆς ῥάπτειν ἐδίδαξας; τί μοι καρπὸν παγιδευτικὸν προσήγαγες, γύναι γοητόστομε, λέγουσα· Δέξαι, φάγε τοῦ φθονηθέντος σοι καρποῦ; ᾟ δ᾽ ἂν γὰρ ἡμέρᾳ φάγῃ, διανοιχθήσονταί σου οἱ ὀφθαλμοὶ, καὶ ἔσῃ ὡς Θεὸς γινώσκων καλὸν καὶ πονηρόν. Τί ἔπραξας, γύναι; Ἐτυφλώθην, οὐ βλέπω. Τὸ κακὸν ἐποίησα, τὸ καλὸν ἀπεπήδησεν. Ὥσπερ ἡ ἀκτὶς μοχθῶ, οὐχ ὡς Θεὸς αὐθεντῶ. Ἄπιθι, γύναι, οὐκ οἶδα τίς εἶ. Πρὸ τοῦ συναφθῆναι τὴν λύσιν ζητῶ· οὐ φέρω τὸν κόπον. Σὺ ἀμέριμνος μὲν οὖσα, οὐκ αἰσθάνῃ τῆς ὀδύνης. Ὅτε τόκῳ πλησιάσεις, τότε τῆς ἀποφάσεως ὑπομνησθήσῃ. Ἄπιθι, ἀφορήτων μοι κακῶν ἐγένου πρόξενος, γύναι· τὴν γῆν προσετάχθην ἐργάσασθαι, ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν· ἀκάνθας καὶ τριβόλους ἡ γῆ ἀνατέλλειν μοι προσετάχθη. Ταύτην θεόθεν τὴν ἀπόφασιν ἔλαβον.