Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ϙδ΄
Το κήρυγμα του Ιωνά και η μετάνοια των Νινευιτών
Αναλυτική εξέταση της αποστολής του Ιωνά, της άμεσης και καθολικής μετανοίας των Νινευιτών, καθώς και της μακροθυμίας και φιλανθρωπίας του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το κήρυγμα του Ιωνά και η μετάνοια των Νινευιτών
Αναλυτική εξέταση της αποστολής του Ιωνά, της άμεσης και καθολικής μετανοίας των Νινευιτών, καθώς και της μακροθυμίας και φιλανθρωπίας του Θεού.
Ἐν γὰρ τῷ διαδήματι τυγχάνοντος τοῦ βασιλέως, καὶ ἐν τῇ πορφύρᾳ καὶ τῷ θρόνῳ τῷ κατέχοντι αὐτῷ τὸ κράτος, τουτέστι τὴν ῥάβδον τὴν βασιλικὴν, κύκλῳ τῶν στρατοπέδων αὐτῷ περιεστώτων, καὶ δορυφορίας πολλῆς περιστοιχειουμένης, εἰσέρχεται εἰς τὸ μέσον ὁ προφήτης γυμνὸς, κεκονιαμένος ποσὶν, ἱδρῶν τῷ προσώπῳ, καί φησιν· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Τί ποιεῖς, ὦ προφῆτα;
Εἰ ὅλως Πνεῦμα Θεοῦ ἐν σοὶ, διὰ τί οὐ γινώσκεις τὸ βούλημα τοῦ Θεοῦ, ὅτι οὐκ ἀποκτεῖναι βουλόμενος, ἀλλ᾽ εἰς μετάνοιαν ἐπανακαλέσασθαι, διὰ τοῦτο ἔδωκε τὴν ἀπόφασιν; Οὐδέν μοι, φησὶν, εἶπεν ὁ Θεὸς ἕτερον, ἀλλ᾽ ἢ τοῦτο μόνον εἶπεν, ὅτι Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Τί ποιεῖς, ὦ Ἰωνᾶ; διὰ τί καὶ διδασκαλίαν ἑτέραν οὐ προστιθεῖς; Τί γὰρ ἄλλο ἤκουσεν Ἡσαΐας παρὰ τοῦ Θεοῦ εἰπεῖν πρὸς τὸν Ἰσραήλ; Οὐδὲν ἕτερον ἢ λόγον ἕνα. Ποῖον δὲ τοῦτον;
Εἰπὸν, φησὶ, τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Καὶ βλέπεις πόσην ἄλλην διδασκαλίαν καὶ κατήχησιν εἰς αὐτοὺς ἐνήχησεν; πόσην προτροπὴν καὶ παράκλησιν καὶ ἔλεγχον; Ἔλεγχον μὲν ἐν τῷ λέγειν αὐτόν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Ταῦτα ἐλέγχοντος ἦν. Ἄκουσον δὲ καὶ προτρεπομένου αὐτοῦ· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Πῶς δὲ πάλιν παρακαλεῖ· Ἐὰν θέλητε, φησὶν, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.
Καὶ ἕτερα δὲ τούτων πλείονα προσδιαλέγεται αὐτοῖς, βιβλίον ὁλόκληρον γράψας μαρτυρίας χάριν. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ μάρτυρας ἐν ἀρχῇ τῆς διδασκαλίας ἐπάγει λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Τί ἐλάλησεν; εἰπὲ τρανῶς, ὦ Ἡσαΐα. Υἱοὺς, φησὶν, ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Σὺ δὲ οὐδὲν τούτων ἐποίησας, ὦ Ἰωνᾶ, ἀλλὰ τὴν μὲν καταστροφὴν ἐκήρυξας εἰπών· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται.
Περὶ δὲ Θεοῦ οὐδὲν πρὸς αὐτοὺς εἶπες, οὐδὲ εἶπες, Ὅτι Κύριος ἐλάλησεν, κατὰ τὸν Ἡσαΐαν· ἀλλ᾽ ἀνήμερον καὶ ἀπάνθρωπον ἐκφέρεις τὴν ἀπόφασιν. Ἀλλ᾽ ὅμως οἱ Νινευῖται, εἰ καὶ διδασκαλίας κατήχησιν οὐκ ἐδέξαντο, εἰ καὶ προφητῶν κατήκοοι οὐκ ἐγένοντο, οὐκ εὐαγγελικῆς χάριτος ἐπαγγελίας ἔλαβον, οὐ βασιλείας ἔρωτα, οὐ κολάσεως φόβον, ἀλλὰ κτηνώδη τρόπον ἔχοντες, καὶ βάρβαρον καὶ ἀπάνθρωπον ἔχοντες ἦθος, ἀκούσαντες τὴν ἀπόφασιν, εὐθέως ἐπὶ μετάνοιαν τρέπονται, ἐξομολογούμενοι τὰ πεπραγμένα αὐτοῖς, καὶ ταῦτα μὴ εἰδότες εἰ ἀφεθήσεται αὐτοῖς. Τί γὰρ, ἔλεγον, Τίς οἶδεν, εἰ ἐπιστρέψει ὁ Θεὸς, καὶ μετανοήσει, καὶ σώσει ἡμᾶς; Οὐ γὰρ ἴσασι πρὸς ἑτέρους μετανοήσαντας καὶ σωθέντας ἀποβλέψαι, οὐ πρὸς Νινευίτας ἑτέρους, ἀλλ᾽ ἔτι περὶ τῆς σωτηρίας αὐτῶν ἀμφιβάλλουσιν· ὅμως μετανοοῦσι. Καὶ εὐθέως ὁ βασιλεὺς διάδημα ῥίψας καὶ πορφύραν, σάκκον καὶ σποδὸν περιβάλλεται, καὶ πᾶσα δὲ ἡ πόλις ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, καὶ οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ δὴ καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα. Τί ποιεῖς, ὦ βασιλεῦ; ὅτι ἄνθρωποι ἥμαρτον, τί δὲ καὶ τὰ κτήνη νηστεύειν κατεδίκασας; τί δὲ καὶ αὐτὰ σάκκον καὶ σποδὸν περιβάλλεις; Ἡμεῖς, φησὶν, πολλαῖς περιεπάρημεν ἁμαρτίαις, καὶ οὐκ ἐσμὲν ἄξιοι παρακαλέσαι Θεόν. Ποίῳ γὰρ προσώπῳ προσελθόντες ἀξιώσωμεν Θεόν;
Διὰ τοῦτο τὰ μὴ ἡμαρτηκότα ὑπὲρ ἡμῶν πρεσβεύειν ἐποιήσαμεν. Καὶ γὰρ καὶ ἐπὶ τῶν ἀνθρώπων τοῦτο ἴδοι τις ἂν γενόμενον. Ὅταν γάρ τις προσκεκρουκὼς ᾖ τινι τῶν ἐν ὑπεροχῇ ὄντων, οἱ μὴ προσκεκρουκότες ὑπὲρ αὐτοῦ ἀξιοῦσιν, ὅπως συγχωρηθῇ αὐτοῦ τὸ πλημμέλημα. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν.
Ἀναπολόγητα ἡμάρτομεν, οὐκ ἐσμὲν ἄξιοι τοῦ παρακαλέσαι περὶ ἑαυτῶν καὶ δυσωπῆσαι Θεόν· καὶ διὰ τοῦτο τὰ κτήνη καὶ τοὺς βόας καὶ τὰ πρόβατα προσκυνεῖν καὶ λιτανεύειν Θεὸν ἐποιήσαμεν. Ὦ μετανοίας ἰσχύς· ὦ ἐξομολογήσεως δύναμις. Ἐστήριξε τὴν πόλιν ἡ μετάνοια, λύσασα τὴν ἀπόφασιν τοῦ Θεοῦ.
Ἀλλ᾽ ὅμως πρὸς τούτοις ὁ προφήτης ἐπὶ τὴν Νινευιτῶν σωτηρίαν ἀπιστεῖ· καὶ πορευθεὶς ἀπέναντι τῆς πόλεως ἐκαθέζετο σκοπῶν τί ἀποβήσεται τῇ πόλει· πότερον ἡ ἀπόφασις νικήσει, ἢ ἄρα ἡ μετάνοια. Καὶ ἦν ὡς ἐν ζυγῷ καὶ ὡς ἐν ῥοπῇ πλάστιγγος κείμενα τὰ ἀμφότερα· ἔνθεν ἡ ἀπόφασις, κἀκεῖθεν ἡ μετάνοια· καὶ ἡ μετάνοια νικήσασα τὸν θάνατον, τὴν πόλιν ἀνέστησεν.
Εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον, ἐλυπεῖτο Ἰωνᾶς ὡς ψεύστης μέλλων φαίνεσθαι. Εἶτα τί ποιεῖ αὐτῷ ὁ πάνσοφος Θεός; Κελεύει τῷ ἡλίῳ πυριφλόγους ἀκτῖνας ἐπὶ τῆς κεφαλῆς αὐτοῦ βαλεῖν, πρὸς τὸ μὴ φέρειν αὐτὸν τὴν τοῦ ἡλίου θερμότητα. Φλεγομένου δὲ αὐτοῦ ἐπὶ πολὺ καὶ ἀποδυσπετοῦντος, διὰ τῆς νυκτὸς κελεύει ὁ Θεὸς κολοκύντῃ ἑωθινῇ ἀναβῆναι καὶ σκιάζειν ἐπὶ τῆς κεφαλῆς Ἰωνᾶ. Ἐνταῦθα ἡδέως ἐροίμην τὸν Ἰουδαῖον, λέγων πρὸς αὐτόν· Εἰπέ μοι, ὦ Ἰουδαῖε, ὁ λέγων, Πῶς ἄνευ ἀνδρὸς ἡ παρθένος ἐγέννησε, καὶ πῶς γεννήσασα, πάλιν παρθένος ἔμεινεν; εἰπέ μοι σὺ πρῶτον, πῶς ἡ γῆ ἐν μιᾷ ὥρᾳ τῆς ἑωθινῆς τὴν κολόκυνταν ἀφ᾽ ἑαυτῆς ἐξέφυσε, καὶ πῶς ἐν μιᾷ ῥοπῇ τοῖς φύλλοις ἐκόμα, καὶ τὸν προφήτην ἐσκίαζε· κἀγώ σοι λέγω πῶς ἡ παρθένος ἔτεκεν, καὶ μετὰ τὸ γεννῆσαι παρθένος ἔμεινεν.
Ἀλλὰ μὴ βάλλωμεν τὰ ἅγια τοῖς κυσίν. Ἐκβαλλέσθωσαν τοῦ ἡμετέρου καταλόγου οἱ ἄπιστοι Ἰουδαῖοι. Εἶτα τῆς κολοκύντης σκιαζούσης αὐτὸν, Ἐκέλευσεν πάλιν ὁ Θεὸς σκώληκι ἑωθινῇ, καὶ ἐπάταξεν τὴν κολόκυνταν, καὶ εὐθέως ἐξηράνθη. Ἴδε, Ἰουδαῖε, καὶ μὴ ἀπίστει, ὅταν Θεὸς μέγιστόν τι κατεργάζηται. Ὑπὸ νύκτα ἐγένετο, καὶ ὑπὸ νύκτα ἀπώλετο. Εἶτα ξηρανθείσης τῆς κολοκύντης, ἀπεδυσπέτει ὁ Ἰωνᾶς καὶ ἀπωδύρετο, καὶ ἀπελέγετο τὸ πνεῦμα αὐτοῦ, λυπούμενος ἐπὶ τῇ κολοκύντῃ, καὶ ἔλεγε· Καλόν μοι τὸ ἀποθανεῖν μᾶλλον ἢ ζῇν. Πρὸς ὃν πορευθεὶς ὁ πάνσοφος Θεὸς παραμυθεῖται λέγων· Σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύντῃ; Καὶ εἶπεν ὁ Ἰωνᾶς· Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. Πάλιν δὲ πρὸς αὐτὸν ὁ Θεός· Σὺ ἐλυπήθης ἐπὶ τῇ κολοκύντῃ, εἰς ἣν οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτὴν, ἣ ἐγενήθη ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ λυπηθήσομαι ἐπὶ Νινευὶ τῇ πόλει τῇ μεγάλῃ, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν, ἀπὸ τοῦ πλήθους τῶν οἰκούντων, δεξιὰν ἢ ἀριστερὰν, καὶ κτήνη πολλά; Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Φιλάνθρωπος, φησὶν, ἐγὼ τυγχάνω, καὶ μὴ βουλόμενος ἀπολέσαι τὰ ἔργα τῶν χειρῶν μου, ἃ ἀγαπῶν ἐποίησα. Διὰ τοῦτο ἠπείλησα καταστροφὴν καὶ θάνατον, οὐχ ὡς ἀποκτεῖναι βουλόμενος, ἀλλ᾽ εἰς μετάνοιαν προτρέψασθαι.
Τοσαύτας περιόδους ἐτῶν ἐκδεχόμενος τὴν τούτων ἐπιστροφὴν, ἡνίκα δ᾽ ἂν ἐπεστράφησαν, παριδεῖν ὤφειλον; Οὐκ ἔστι παρ᾽ ἐμοὶ τοῦτο, ὦ Ἰωνᾶ. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος καταδικάζειν βούλει, ἐγὼ δὲ ὡς Θεὸς τὸ φιλανθρωπεύσασθαι ἔχω. Δόξα σοι, Κύριε, δόξα σοι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.