Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ϙδ΄

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και προτροπή σε μετάνοια

Εισαγωγή με αφορμή τον ϙδ΄ Ψαλμό, όπου οι πιστοί καλούνται σε πνευματική εγρήγορση και εξομολόγηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ, Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Ἐγείρει τὸν ὁπλίτην πρὸς πόλεμον ἡ τῆς σάλπιγγος βοὴ, καὶ τοῦτον ἕτοιμον πρὸς μάχην τοῖς πολεμίοις παρίστησιν· καὶ ναύτας παρ᾽ ὅρμον βαίνειν ἐπὶ νηὸς ἡ τοῦ χειμῶνος ἔκβασις κατηνάγκασεν. Καὶ ἡμᾶς ὁ μελῳδὸς Δαυῒδ διὰ τῆς πυκτίδος πανηγυρικὸν ἠχήσας μέλος, ἐπὶ τὴν πνευματικὴν ταύτην εὐωχίαν ἤγαγε σήμερον. Τί γάρ φησιν; Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ὢ Δαυϊδικῆς φωνῆς· ὢ κλήσεως ἀγαθῆς· ὢ πνευματικῆς ἐδωδῆς· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν.

Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ὢ δεσποτικῆς εὐσπλαγχνίας· ὢ προφητικῆς παραινέσεως καλούσης εἰς μετάνοιαν. Εἶδες, ἀγαπητὲ, δεσποτικῆς εὐσπλαγχνίας ἀγαθότητα, καὶ προφητικοῦ κηρύγματος ἱλαρότητα· πῶς πάντας ἡμᾶς προτρέπεται εἰς μετάνοιαν καὶ πρὸς εὐσέβειαν καλεῖ καὶ σωτηρίαν, λέγων· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Κύριος ἐκέλευσε, προφήτης ἐκάλεσεν, ἡμεῖς ὑπακούσωμεν. Οὐ γὰρ ἐπὶ φθαρτὸν ἄριστον ἐκάλεσεν, γαστρὸς ἐπιθυμίαν κορέσαι βουλόμενος. Οὕτως ἡμᾶς διὰ τῆς ἡδυφώνου λύρας καλεῖ· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Πάντες οὖν οἱ ταῖς σειραῖς τῆς ἀγάπης αὐτοῦ συσφίγξαντες, καὶ τὸν ζυγὸν τῆς ὑπακοῆς βαστάζομεν, προσέλθωμεν τῷ Δεσπότῃ, καθάρσιον τῶν ἐν ἡμέρᾳ πεπραγμένων κακῶν ποιήσαντες. Μετανοίας γὰρ ὁ παρὼν βίος, ἀπειλῆς δὲ καὶ κρίσεως ἡ μέλλουσα παρουσία. Ἄκουσον αὐτοῦ τοῦ προφήτου λέγοντο· Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Μὴ τρίνυν πολυπλόκοις σειραῖς δεσμείσθω ἡμῶν ἡ διάνοια, ἀλλ᾽ ἐξ ὅλης καρδίας ἱκετεύσωμεν αὐτόν· ἕτοιμος γάρ ἐστιν ἀκούειν δεήσεως αἰτούντων· μόνον σὺ μὴ ὀλιγωρήσῃς τοῦ αἰτήσασθαι αὐτόν. Ἑτοιμότερός σου ὁ Θεὸς πάρεστιν. Οὐ χρεία σοι ὁδοιπορίας πολλῆς, οὐδὲ πελάγη διατεμεῖν· ἀλλ᾽ ἄκουσον αὐτοῦ λέγοντος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν.